Abaris the Hyperborean) - urn:cts:greekLit:tlg1883Hyperborea (Wikidata)
Apollo priest (Wikidata)
therapist (Wikidata)
architect (Wikidata)
urn:cts:greekLit:tlg1883.suda001
urn:cts:greekLit:tlg1883.suda002
urn:cts:greekLit:tlg1883.suda003
urn:cts:greekLit:tlg1883.suda004
urn:cts:greekLit:tlg1883.suda005
| alpha | 18 | [ | Ἄβαρις· Σκύθης, Σεύθου υἱός. συνεγράψατο δὲ χρησμοὺς τοὺς καλουμένους Σκυθινοὺς καὶ Γάμον Ἕβρου τοῦ ποταμοῦ καὶ Καθαρμοὺς καὶ Θεογονίαν καταλογάδην καὶ Ἀπόλλωνος ἄφιξιν εἰς Ὑπερβορέους ἐμμέτρως. ἧκε δὲ ἐκ Σκυθῶν εἰς Ἑλλάδα. τούτου ὁ μυθολογούμενος ὀϊστὸς, τοῦ πετομένου ἀπὸ τῆς Ἑλλάδος μέχρι τῶν Ὑπερβορέων Σκυθῶν· ἐδόθη δὲ αὐτῷ παρὰ τοῦ Ἀπόλλωνος. τούτου καὶ Γρηγόριος ὁ Θεολόγος ἐν τῷ εἰς τὸν μέγαν Βασίλειον [+] Ἐπιταφίῳ μνήμην πεποίηται. φασὶ δὲ ὅτι λοιμοῦ κατὰ πᾶσαν τὴν οἰκουμένην γεγονότος ἀνεῖλεν ὁ Ἀπόλλων μαντευομένοις Ἕλλησι καὶ βαρβάροις τὸν Ἀθηναίων δῆμον ὑπὲρ πάντων εὐχὰς ποιήσασθαι. πρεσβευομένων δὲ πολλῶν ἐθνῶν πρὸς αὐτοὺς, καὶ Ἄβαριν ἐξ Ὑπερβορέων πρεσβευτὴν ἀφικέσθαι λέγουσι κατὰ τὴν γʹ Ὀλυμπιάδα. ὅτι τοὺς Ἀβάρις οἱ Βούλγαροι κατὰ κράτος ἄρδην ἠφάνισαν. ὅτι οἱ Ἀβάρις οὗτοι ἐξήλασαν Σαβίνωρας, μετανάσται γενόμενοι ὑπὸ ἐθνῶν οἰκούντων μὲν τὴν παρωκεανῖτιν ἀκτήν, τὴν δὲ χώραν ἀπολιπόντων διὰ τὸ ἐξ ἀναχύσεως τοῦ Ὠκεανοῦ ὁμιχλῶδες γινόμενον, καὶ γρυπῶν δὲ πλῆθος ἀναφανέν· ὅπερ ἦν λόγος μὴ πρότερον παύσασθαι πρὶν ἢ βορὰν ποιῆσαι τὸ τῶν ἀνθρώπων γένος. διὸ δὴ ὑπὸ τῶνδε ἐλαυνόμενοι τῶν δεινῶν τοῖς πλησιοχώροις ἐνέβαλλον· καὶ τῶν ἐπιόντων δυνατωτέρων ὄντων οἱ τὴν ἔφοδον ὑφιστάμενοι μετανίσταντο, ὥσπερ καὶ οἱ Σαράγουροι ἐλαθέντες πρὸς τοῖς Ἀκατίροις Οὔννοις ἐγένοντο. κλίνεται δὲ Ἄβαρις, Ἀβάριδος, τοὺς Ἀβάριδας, καὶ κατὰ ἀποκοπὴν Ἀβάρις. ζήτει περὶ τῶν αὐτῶν ἐν τῷ Βούλγαροι. | ] |
| pi | 3120 | [ | Πυθαγόρας, Σάμιος, φύσει δὲ Τυρρηνός, Μνησάρχου υἱὸς δακτυλιογλύφου. νέος δὲ ὢν σὺν τῷ πατρὶ ἐκ Τυρρηνίας ᾤκησεν εἰς Σάμον. οὗτος ἤκουσε πρῶτος Φερεκύδου τοῦ Συρίου ἐν Σάμῳ, εἶτα Ἑρμοδάμαντος ἐν τῇ αὐτῇ Σάμῳ, ὃς ἦν ἀπόγονος Κρεοφύλου, εἶτα Ἀβάριδος τοῦ Ὑπερβορέου καὶ Ζάρητος τοῦ μάγου· παιδευθεὶς δὲ καὶ παρ’ Αἰγυπτίοις καὶ Χαλδαίοις ἦλθεν εἰς Σάμον καὶ εὑρὼν αὐτὴν τυραννουμένην ὑπὸ Πολυκράτους ἀπῇρεν εἰς Κρότωνα τῆς Ἰταλίας καὶ σχολὴν συστησάμενος πλεῖον ἢ χʹ ἔσχε γνωρίμους. ἦσαν δὲ αὐτῷ καὶ ἀδελφοὶ δύο, πρεσβύτερος μὲν Εὔνομος, μέσος δὲ Τυρρηνός. δοῦλος δὲ ἦν αὐτῷ Ζάμολξις, ᾧ Γέται ὡς Κρόνῳ θύουσι. γαμετὴν δ’ ἐποιήσατο Θεανώ, τὴν Βροτίνου τοῦ Κροτωνιάτου θυγατέρα· ἐξ ἧς καὶ παῖδες αὐτῷ ἐγένοντο δύο, Τηλαύγης καὶ Δάμων ἢ ὥς τινες Μνήσαρχος. κατὰ δέ τινας καὶ θυγάτηρ, Μυῖα ὄνομα, κατὰ δὲ ἄλλους καὶ Ἀριγνώτη. συνέγραψε δὲ ὁ Πυθαγόρας μόνα τρία βιβλία, Παιδευτικόν, Πολιτικόν· τὸ δὲ φερόμενον τρίτον ὡς Πυθαγόρου Λύσιδός ἐστι τοῦ Ταραντίνου, μαθητοῦ αὐτοῦ γενομένου καὶ φυγόντος εἰς Θήβας καὶ καθηγησαμένου Ἐπαμινώνδα. τινὲς δὲ ἀνατιθέασιν αὐτῷ καὶ τὰ Χρυσᾶ ἔπη. πρῶτος δὲ ὁ Πυθαγόρας ἐμψύχων ἀπέχεσθαι τροφῆς παρέδωκε καὶ κυάμων. ἐτελεύτα δὲ ὁ Πυθαγόρας τοῦτον τὸν τρόπον· συνεδρεύοντος μετὰ τῶν συνήθων ἐν τῇ Μήλωνος οἰκίᾳ, τούτου ὑπό τινος τῶν μὴ παραδοχῆς ἀξιωθέντων διὰ φθόνον ὑποπρησθῆναι τὴν οἰκίαν συνέβη. τινὲς δὲ αὐτοὺς τοὺς Κροτωνιάτας τοῦτο πρᾶξαι, τυραννίδος ἐπίθεσιν εὐλαβουμένους, τὸν δὴ Πυθαγόραν καταληφθῆναι διεξιόντα καὶ πρός τινι χωρίῳ γενόμενον πλήρει κυάμων, ἵνα διήρχετο, αὐτόθι ἔστη, εἰπὼν ἁλῶναι μᾶλλον ἢ πατῆσαι, ἀναιρεθῆναι δὲ κρεῖττον ἢ λαλῆσαι· καὶ ὧδε πρὸς τῶν διωκόντων ἀποσφαγῆναι. οὕτω δὲ καὶ τοὺς πλείστους τῶν ἑταίρων αὐτοῦ διαφθαρῆναι, ὄντας πρὸς τοὺς μʹ. | ] |
The Catalog of the Digital Suda project is populated with forms deriving from the linguistic extraction and annotation of expressions about names of authors and works in the Greek text of the Suda (ed. Adler).
This is the first version of the Catalog, which includes the entries of the first, second, and third volume of the Adler edition (praefatio, alpha, beta, gamma, delta, alphaiota, zeta, eta, iota, theta, kappa, lambda, mu, nu, xi, omicron, omega, pi, rho), is based on semi-automatic methods, and linked to external resources. Results are currently checked and analyzed for correction, further disambiguation, NE relation, and coreference resolution. Forthcoming versions of the catalog will allow to search Greek forms and will be enriched with data from other sources as part of the text-based Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project.
Entries of this catalog are also searchable in the unified Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project, which collects data from different ancient Greek sources.
The text of the Suda (ed. Adler) is available as part of the Digital Suda project and provided with a CTS URN retriever: