Digital Suda
Suidae Lexicon edidit Ada Adler

Loading, please wait...

Authors Catalog

Alexis (Alexis) - urn:cts:greekLit:tlg0402

Place of birth (Wikidata Statement)

Thurii (Wikidata) (Pleiades)

Place of death (Wikidata Statement)

Athens (Wikidata)

Significant Place (Wikidata Statement)

Taras (Wikidata) (Pleiades)

Occupations (Wikidata Statement)

comedy writer (Wikidata)

poet (Wikidata)

Works

urn:cts:greekLit:tlg0402.suda001
urn:cts:greekLit:tlg0402.suda002
urn:cts:greekLit:tlg0402.suda003
urn:cts:greekLit:tlg0402.suda004
urn:cts:greekLit:tlg0402.suda005

alpha 1138[ Ἄλεξις, Θούριος, ὅστις πρότερον Σύβαρις ἐκαλεῖτο, κωμικός. ἐδίδαξε δράματα σμεʹ· γέγονε δὲ πάτρως Μενάνδρου τοῦ κωμικοῦ. ἔσχε δὲ υἱὸν Στέφανον, καὶ αὐτὸν κωμικόν. ]
alpha 1930[ Ἀναλαμβάνειν· αἰτιατικῇ. ἐπὶ τοῦ ἀνέχειν. ὅτι ἔμελλε τοῖς φιλοσόφοις καὶ τοῦ κοσμίως ἀναλαμβάνειν τὴν ἐσθῆτα καὶ τοὺς μὴ τοῦτο ποιοῦντας ἔσκωπτον. Πλάτων ἐν Θεαιτήτῳ [+]· πάντα δυναμένους ὀξέως τε καὶ τορῶς διακονεῖν, ἀναλαβέσθαι δ’ οὐκ ἐπισταμένους ἐπιδεξιελευθέρως οὐδὲ ἁρμονίαν λόγων λαβόντας ὑπαντῆσαι θεῶν. Ἄλεξις δέ φησι περὶ ἐσθῆτος οὕτως· ἓν γὰρ νομίζω τοῦτο τῶν ἀνελευθέρων εἶναι, τὸ βαδίζειν ἀρρύθμως ἐν ταῖς ὁδοῖς, ἐξὸν καλῶς· οὗ μήτε πράττεται τέλος, μηδὲν γὰρ ἡμᾶς, μήτε δι’ ἑτέρων λαβεῖν τιμὴν δόντας, φέρει δὲ τοῖς μὲν χρωμένοις δόξης τιν’ ὄγκον, τοῖς δ’ ὁρῶσιν ἡδονήν, κόσμον δὲ τῷ βίῳ. τὸ τοιοῦτον γέρας τίς οὐκ ἂν αὐτὸ κτῷτο φάσκων νοῦν ἔχειν. Ἀναλαμβάνειν, ἀντὶ τοῦ ἀνακτάσθαι. Ἀππιανός· τότε δὲ ἔθει τις δρόμῳ δηλώσων τῷ Πέρσῃ λουομένῳ καὶ τὸ σῶμα ἀναλαμβάνοντι. ὁ δὲ ἐξήλατο τοῦ ὕδατος, βοῶν ὅτι ἑαλώκοι πρὸ τῆς μάχης. ]
alpha 2048[ Ἀνάριστος: μᾶλλον δὲ ἀναρίστητος. Ἀριστοφάνης Πολυίδῳ· διὰ τῆς ἀγορᾶς τρέχω ἀναρίστητος ὤν. Ἄλεξις Καταψευδομένῳ· πάντως ἀναρίστητος οὐ δυνήσομαι διακαρτερῆσαι τηλικαύτην ἡμέραν. Ἀντιφάνης Λευκαδίῳ· ἐνταῦθα ἀναρίστητος εὐθὺς κιθαριεῖ. Τιμοκλῆς Νεαίρᾳ· ἔπειτα τὸ διά τε ταῦτ’ ἀναρίστητος ὤν. Μένανδρος δὲ ἀνάριστον. καὶ Ἀναρίστους, μήπω ἠριστηκότας. βουλόμενος ἀναρίστους καὶ πρὸς τὸ μέλλον ἀπαρασκεύους λαβεῖν τοὺς ὑπεναντίους. ]
alpha 2523[ Ἀνθρακιά: πεπυρακτωμένοι ἄνθρακες. Ὅμηρος· ἀνθρακιὴν στορέσας ὀβελοὺς ἐφύπερθε τάνυσσε. καὶ ἐν Ἐπιγράμμασι· τρῖγλαν ἀπ’ ἀνθρακιῆς καὶ φυκίδα σοὶ λιμενῆτιν, Ἄρτεμι, δωρεῦμαι. καὶ Ἀνθρακίδες, λεπτοὶ ἰχθύες ὀπτοί· καὶ πάντα τὰ ἐπ’ ἀνθράκων ὀπτώμενα οὕτω λέγονται. καὶ Ἀνθράκιον, βραχὺ τριποδίσκιον παρὰ Ἀλέξιδι. ]
alpha 3194[ Ἄπια: εἰδος ὀπώρας. Ἀπίους εἴρηκε Πλάτων ἐν Νόμοις. ἔστι καὶ παρὰ Ἀλέξιδι καὶ ἐν Ἀγρίοις Φερεκράτους· πρὶν ἀνακυκῆσαι τοὺς ἀπίους ἁρπάζετε. ]
epsilon 545[ Ἐκκόψαι· ἀντὶ τοῦ νικῆσαι. οὕτως Ἄλεξις. καὶ ἐπὶ τοῦ πηρῶσαι τὸν ὀφθαλμόν. καὶ Ἐξεκόπη ἐπὶ τοῦ ἐπηρώθη. ]
epsilon 2444[ Ἐπιλησμότατον· ἰδίως ἐπιλησμονέστατον. Ἄλεξις δὲ λέγει ἐπιλήσμη, Κρατῖνος ἐπιλησμοσύνη. Ἀριστοφάνης Νεφέλαις· οὐκ ἐς κόρακας ἀποφθερῇ ἐπιλησμότατον καὶ σκαιότατον γερόντιον. ]
epsilon 3469[ Εὐημερία· ὡς ἐν τῇ συνηθείᾳ. Ἄλεξις Ὀλυνθίᾳ· Εὐημερία δέσποινα καὶ Μοῦσαι φίλαι. ]
iota 727[ Ἰσχυρίσκος· ἀντὶ τοῦ ἰσχυρός. οὕτως Ἄλεξις. ]
mu 115[ Μᾶλλον μᾶλλον· ἀντὶ τοῦ ἀεὶ καὶ μᾶλλον· Ἄλεξις Ἀτθίδι· πῶς ἐπινεφεῖ τὸ πρῶτον ὁ Ζεὺς ἡσυχῇ, ἔπειτα μᾶλλον μᾶλλον. Ἀναξίλας Ὥραις, Ἄλεξις Πεζονίκῃ. τοῦτο τὸ μᾶλλον λέγεται θετικῶς, οἷον οὐδὲν μᾶλλον ὁ πειρατὴς κακός ἐστιν ἢ ὁ ψεύστης. ὑπὸ δὲ τῶν Σκεπτικῶν οὐ θετικῶς, ἀλλ’ ἀναιρετικῶς λέγεται· ὡς ὑπὸ τοῦ ἀνασκευάζοντος καὶ λέγοντος, οὐ μᾶλλον ἢ Σκύλλα γέγονεν ἢ Χίμαιρα. καί ποτε μὲν συγκριτικῶς ἐκφέρεται, ὡς ὅταν φῶμεν, μᾶλλον τὸ μέλι γλυκὺ ἢ τὴν σταφίδα· ποτὲ δὲ θετικῶς καὶ ἀναιρετικῶς, ὡς ὅταν λέγωμεν, μᾶλλον ἡ ἀρετὴ ὠφελεῖ ἢ βλάπτει. σημαίνομεν γάρ, ὅτι ἡ ἀρετὴ ὠφελεῖ, βλάπτει δ’ οὔ. ]
omicron 1010[ Ὀφθαλμὸν ἐπιβάλλειν· τὸ περιέργως θεάσασθαι. οὕτως Ἄλεξις. ]
phi 346[ Φιλιππίδης· τῶν πολιτευομένων παρ’ Ἀθηναίοις εἷς ἦν. ἐδόκει δὲ ἰσχνὸς εἶναι τὸ σῶμα. διὸ καὶ Ἄλεξις πεφιλιππῶσθαι ἔφη ἀντὶ τοῦ ἐλεπτύνθαι. ]
phi 427[ Φιλοτησία· ἡ φιάλη ἡ διδομένη ἐν τοῖς συμποσίοις. ἐν γὰρ τῷ πότῳ φιλοφρονούμενοι ἀλλήλους ἐπεδίδοσαν οἴνου κύλικα. ἣν φιλοτησίαν ἐκάλουν· ὡς Ὑπερίδης φησί, καὶ Ἄλεξις. καὶ Ὅμηρος· δειδέχατ’ ἀλλήλους. καὶ αὖθις· ἐγχείτω τις τούτῳ φιλοτησίαν. καὶ Φιλοτησίας, τὰς δεξιώσεις διὰ τῆς φιλίας. καὶ Φιλοτησίαν προπίνειν ἐστίν, ἡνίκα τις ἐν ἀρίστῳ ἀπὸ τῆς δοθείσης αὐτῷ φιάλης πιὼν μέρος, τὸ λοιπὸν παράσχῃ φίλῳ, καὶ τὴν φιάλην χαρισάμενος. ]
pi 2630[ Προσέκοψεν· ἀντὶ τοῦ προσέπταισεν. Ἄλεξις. ]
psi 166[ Ψυχικός· σαρκικός. σημαίνει δὲ καὶ τὸν ἀνδρειόθυμον. οὕτως Ἄλεξις. ]
sigma 465[ Σινώπη· πόλις. καὶ ἑταίρα, ἥτις καὶ Ἄβυδος ἐλέγετο διὰ τὸ γραῦς εἶναι. καὶ παροιμία, Σινωπίσαι. τοῦτο πεποίηται παρὰ τὴν ἑταίραν Σινώπην· ἐκωμῳδεῖτο γὰρ ἐπὶ τῷ κατασχημονῆσαι, καθάπερ Ἄλεξις ἔφη. καὶ Σινωπίτης. ]
sigma 967[ Σπουδάζω περὶ τὸν ἄνδρα· Δημοσθένης κατὰ Μειδίου. ἐπὶ δὲ τοῦ κατεπείγομαι Θεόπομπος ἐπιτομῇ τῶν Ἡροδότου [+]. ἐπὶ δὲ τοῦ βούλομαι ὁ αὐτὸς ἐν τῇ ἐπιτομῇ. ἐπὶ δὲ τοῦ μὴ παιγνιωδῶς, ἀλλ’ ἐσπουδασμένως Πλάτων Πολιτείας γʹ. ἐπὶ δὲ τοῦ λίαν θέλω Ἀπολλόδωρος Καρύστιος Ἀποκαρτεροῦσιν. ἐπὶ δὲ τοῦ σεμνολογεῖν τὸ σπουδαιολογῆσαι Ξενοφῶν Συμποσίῳ. τίνι σπεύδεις; ἀντὶ τοῦ τίνι σπουδάζεις; οὕτως καὶ Ἄλεξις. καί τινα τῶν μακρῶν πλοίων ἐξαπέστειλε, σπουδάζων τῷ στρατοπέδῳ τὰ πρὸς τὴν χρείαν. Πολύβιος. ]
tau 154[ Τὰ τρία τῶν εἰς θάνατον· ὅτι τοῖς εἰς θάνατον κατακριθεῖσι τρία παρετίθουν, ξίφος, βρόχον, κώνειον. τὰ τρία τὰ εἰς τὸν θάνατον· οἱ δὲ τὰ τρία τὰ παρὰ τῇ αὐλῇ. τοῖς ἐπὶ θάνατον ἀγομένοις μετῆν παρρησίας, ὥστε τροφῆς καὶ οἴνου πληρωθεῖσι τρία λέγειν, ἃ βούλονται· μεθ’ ὃ ἐφιμοῦντο. τὸ δὲ νῦν ἀρχεῖον καλούμενον αὐλὴ ἐλέγετο, καὶ οἱ ὑπηρετικοὶ αὐλικοί. ἄλλως· τὰ τρία τὰ εἰς τὸν θάνατον· μέμνηται Ἄλεξις ἐν Αἰπόλοις. ὅτι ὁ μαντευόμενος ἐν Δελφοῖς σεσημασμένους ἐλάμβανε τοὺς χρησμούς, καὶ προείρητο αὐτῷ, εἰ λύσει, ζημία μία τῶν τριῶν· ἢ γὰρ τῶν ὀφθαλμῶν αὐτὸν ἔδει στερηθῆναι ἢ τῆς χειρὸς ἢ τῆς γλώττης. ]
tau 1002[ Τρίπος· ἢ τρίπος ἠὲ γυνή. ὁ τρίπους. καὶ ἀνθράκιον, βραχὺ τριποδίσκιον, παρὰ Ἀλέξιδι. ]

 

Catalog of Authors and Works

The Catalog of the Digital Suda project is populated with forms deriving from the linguistic extraction and annotation of expressions about names of authors and works in the Greek text of the Suda (ed. Adler).

This is the first version of the Catalog, which includes all the entries of the four volumes of the Adler edition, is based on semi-automatic methods, and linked to external resources. Results are currently checked and analyzed for correction, further disambiguation, NE relation, and coreference resolution. Forthcoming versions of the catalog will allow to search Greek forms and will be enriched with data from other sources as part of the text-based Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project.

Entries of this catalog are also searchable in the unified Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project, which collects data from different ancient Greek sources.

The text of the Suda (ed. Adler) is available as part of the Digital Suda project and provided with a CTS URN retriever:

Search Fields

Output Fields

 

LAGL - Linked Ancient Greek and Latin     Creative Commons License