Digital Harpocration
Harpocrationis Lexicon in decem oratores atticos ex recensione Gulielmi Dindorfii

Works Catalog

Isocrates (Isocrates) - urn:cts:greekLit:tlg0010.harp012 (Panathenaicus)

Α Ἀγελαίων[ Ἀγελαίων: Ἰσοκράτης ἐν τῷ Παναθηναϊκῷ, ὡς ἂν εἰ ἔλεγε τῶν πολλῶν σοφιστῶν καὶ πλανητῶν. ἡ μεταφορὰ ἀπὸ τῶν ἀγελαίων ζῴων, ἃ βόσκεται εἰς ἃ τύχοι χωρία, ἢ ἀπὸ τῶν ἰχθύων, οὓς διαβόσκεσθαί φασι ῥύδην καὶ ἀγεληδόν. ]
Α Ἀντίθεσις[ Ἀντίθεσις: Ἰσοκράτης Παναθηναϊκῷ. σχῆμα λέξεώς ἐστιν ἡ ἀντίθεσις, καθ' ἣν ἀντιτιθέασιν ἀλλήλοις τὰ ἐναντία ἤτοι κατὰ μέρος ἢ ἀθρόα. καὶ κατὰ μέρος μὲν, ὡς Δημοσθένης ἐν τῷ ὑπὲρ Κτησιφῶντος ἐδίδασκες γράμματα, ἐγὼ δ' ἐφοίτων καὶ τὰ ἑξῆς. ἀθρόως δὲ πάντων πρὸς πάντα, ὡς ὁ αὐτὸς Δημοσθένης ἐν τῷ κατὰ Μειδίου ἀπὸ τοῦ ὁ μέν γε ὑπὸ φίλου ἕως τοῦ βαδίζειν χορηγοῦντι. λέγεται δὲ καὶ ἀντίθετον τὸ αὐτὸ σχῆμα, ὡς Αἰσχίνης ἐν τῇ περὶ τῆς πρεσβείας ἀπολογίᾳ. ]
Α Ἀπολελοιπότες[ Ἀπολελοιπότες: ἀντὶ τοῦ νενικηκότες. ἡ μεταφορὰ ἀπὸ τῶν δρομέων· οἱ γὰρ νικῶντες ἀπολείπουσι τοὺς ἡττωμένους. Ἰσοκράτης Παναθηναϊκῷ καὶ Πανηγυρικῷ. ]
Δ Δεκαδαρχία[ Δεκαδαρχία: Ἰσοκράτης. τὰς μὲν ὑπὸ Λακεδαιμονίων κατασταθείσας ἐν ταῖς πόλεσι δεκαδαρχίας συνεχῶς ὀνομάζουσιν οἱ ἱστορικοὶ, ὁ μέντοι Ἰσοκράτης ἐν τῷ Παναθηναϊκῷ τρόπον τινὰ ἐξηγήσατο τοὔνομα· φησὶ γὰρ ὅτι Λακεδαιμόνιοι ιʹ μόνον ἄνδρας κυρίους ἑκάστης πόλεως ἐποίησαν. Φίλιππος μέντοι παρὰ Θετταλοῖς δεκαδαρχίαν οὐ κατέστησεν, ὡς γέγραπται ἐν ϛʹ Φιλιππικῷ Δημοσθένους, ἀλλὰ τετραρχίαν. ]
Ε Ἐλαφροτάτους[ Ἐλαφροτάτους: καὶ ἐν ἐπαίνῳ λέγουσι τοὔνομα οἱ παλαιοὶ, ἀντὶ τοῦ πραοτάτους, κατὰ τὸ ἐναντίον τοῦ βαρυτάτους καὶ φορτικωτάτους. Ἰσοκράτης Παναθηναϊκῷ σφᾶς δ' αὐτοὺς ὡς δυνατὸν ἐλαφροτάτους καὶ μετριωτάτους τοῖς συνοῦσι παρέχοντας. ]
Ε Ἐπισημαίνεσθαι[ Ἐπισημαίνεσθαι: ἀντὶ τοῦ ἐπαινεῖν μὲν καὶ ὡς ἐν τῇ συνηθείᾳ λέγομεν ἐπιφωνεῖν Ἰσοκράτης Παναθηναϊκῷ, ἀντὶ δὲ τοῦ ἐπισφραγίσαι Ἰσαῖος ἐν τῇ ἐξούλης Καλυδῶνι πρὸς Ἁγνόθεον ἀπολογίᾳ. ]
Π Παναθήναια[ Παναθήναια: Δημοσθένης Φιλιππικοῖς. διττὰ Παναθήναια ἤγετο Ἀθήνησι, τὰ μὲν καθ' ἕκαστον ἐνιαυτὸν, τὰ δὲ διὰ πεντετηρίδος, ἅπερ καὶ μεγάλα ἐκάλουν. Ἰσοκράτης Παναθηναϊκῷ φησι μικρὸν δὲ πρὸ τῶν μεγάλων Παναθηναίων. ἤγαγε δὲ τὴν ἑορτὴν πρῶτος Ἐριχθόνιος ὁ Ἡφαίστου, καθά φησιν Ἑλλάνικός τε καὶ Ἀνδροτίων, ἑκάτερος ἐν αʹ Ἀτθίδος [+] [+]. πρὸ τούτου δὲ Ἀθήναια ἐκαλεῖτο, ὡς δεδήλωκεν Ἴστρος ἐν γʹ τῶν Ἀττικῶν. ]
Τ Τορώνη[ Τορώνη: Ἰσοκράτης Παναθηναϊκῷ. πόλις ἐν Θράκῃ, ὡς Ἔφορος ἐν δʹ ἱστορεῖ. ]

Catalog of Authors and Works

The Catalog of the Digital Harpocration project is populated with forms deriving from the linguistic extraction and annotation of expressions about names of authors and works in the Greek text of the Lexicon of the Ten Orators of Valerius Harpocration (ed. Dindorf).

This is the first version of the Catalog, which is complete, based on semi-automatic methods, and linked to external resources. Results are currently checked and analyzed for correction, further disambiguation, NE relation, and coreference resolution. Forthcoming versions of the catalog will allow to search Greek forms and will be enriched with data from other sources as part of the text-based Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project.

* As of May 2024, authors who were originally and experimentally assigned the prefix harp are now identified with the prefix lagl. Read below for further instructions.

* As of June 2024, entries of this catalog are also searchable in the unified Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project, which collects data from different ancient Greek sources.

The text of the Lexicon of the Ten Orators of Harpocration (ed. Dindorf) is available as part of the Digital Harpocration project and provided with a CTS URN retriever:

Search Fields

Output Fields

 

LAGL - Linked Ancient Greek and Latin     Creative Commons License