urn:cts:greekLit:tlg0536.harp001 - Histories
Α | Αἰνίους | [ | Αἰνίους: Δημοσθένης ἐν τῷ κατ' Ἀριστοκράτους. Αἶνος πόλις τῆς Θρᾴκης. Ὅμηρος ὃς ἂρ Αἰνόθεν εἰληλούθει. Ἔφορος δ' ἐν τῇ δʹ περὶ Θρᾳκίων πολισμάτων λέγων φησὶν ἐχομένη δὲ τούτων Αἶνος πόλις, ἣν Ἕλληνες τὰ πρῶτα Ἀλωπεκοννήσιοι κατῴκισαν, ὕστερον δ' ἐκ Μυτιλήνης ἐπηγάγοντο καὶ Κύμης ἐποίκους. | ] |
Α | Ἀπατούρια | [ | Ἀπατούρια: Δημοσθένης ἐν τῷ πρὸς Βοιωτόν. ἑορτή ἐστι παρ' Ἀθηναίοις, ἣν ἄγουσι Πυανεψιῶνι ἐφ' ἡμέρας δʹ, ὥς φασιν οἱ τὰ περὶ ἑορτῶν γράψαντες. πόθεν δ' ἐκλήθη ἄλλοι τε πολλοὶ εἰρήκασι καὶ Ἔφορος ἐν βʹ, ὡς διὰ τὴν ὑπὲρ τῶν ὁρίων ἀπάτην γενομένην, ὅτι Ἀθηναίων πολεμούντων πρὸς Βοιωτοὺς ὑπὲρ τῆς Μελανίας χώρας Μέλανθος ὁ τῶν Ἀθηναίων βασιλεὺς Ξάνθον τὸν Θηβαίων μονομαχῶν ἀπατήσας ἀπέκτεινεν. | ] |
Α | Ἀρχαίως | [ | Ἀρχαίως: Ἰσοκράτης Πανηγυρικῷ τά τε παλαιὰ καινῶς διελθεῖν καὶ περὶ τῶν νεωστὶ γενομένων ἀρχαίως εἰπεῖν. ἔνιοι μέν φασι σημαίνειν ἀρχαιοτρόπως, τουτέστιν ἀρχαιοτέροις ὀνόμασι χρῆσθαι. Ἔφορος ἐν τῇ αʹ τῶν ἱστοριῶν τρόπον τινὰ ἐξηγήσατο. φησὶ περὶ τῶν ἀρχαίων πραγμάτων τοὺς νεωτέρους διεξέρχεσθαι. περὶ μὲν γὰρ τῶν καθ' ἡμᾶς γεγενημένων φησὶ τοὺς ἀκριβέστατα λέγοντας πιστοτάτους ἡγούμεθα, περὶ δὲ τῶν παλαιῶν τοὺς οὕτω διεξιόντας ἀπιθανωτάτους εἶναι νομίζομεν, ὑπολαμβάνοντες οὔτε τὰς πράξεις ἁπάσας οὔτε τῶν λόγων τοὺς πλείστους εἰκὸς εἶναι μνημονεύεσθαι διὰ τοσούτων. Δημοσθένης δ' ἐν Φιλιππικοῖς φησὶν οὕτω δὲ ἀρχαίως εἶχον, μᾶλλον δὲ πολιτικῶς ἀντὶ τοῦ ἁπλῶς. | ] |
Α | Ἀρχιδάμειος πόλεμος | [ | Ἀρχιδάμειος πόλεμος: Λυσίας ἐν τῷ κατ' Ἀνδροτίωνος καὶ Δείναρχος κατὰ Πυθέου ξενίας. τὰ πρῶτα δέκα ἔτη τοῦ Πελοποννησιακοῦ πολέμου Ἀρχιδάμειος ἐκλήθη πόλεμος, ὡς ἔοικεν, ἀπὸ τοῦ τὸν Ἀρχίδαμον εἰς τὴν Ἀττικὴν ἐμβαλεῖν, καθὰ Θουκυδίδης καὶ Ἔφορος καὶ Ἀναξιμένης φασίν. | ] |
Γ | Γεωφάνιον | [ | Γεωφάνιον: χωρίον ἐν ᾧ γῆς μέταλλον. περὶ δὲ τοῦ ἐν Σάμῳ γεωφανίου ὃν τρόπον ἐξευρέθη Ἔφορος δεδήλωκεν ἐν τῇ θʹ. | ] |
Δ | Δάτος | [ | Δάτος: πόλις ἐστὶ Θρᾴκης σφόδρα εὐδαίμων· ἀπὸ ταύτης γοῦν ἐλέγετό τις καὶ παροιμία, Δάτος ἀγαθῶν. δεδηλώκασι δὲ περί τε αὐτῆς καὶ τῆς παρακειμένης χώρας ὁτὲ μὲν τὸ Δάτον οὐδετέρως λέγοντες, ὁτὲ δὲ τὴν Δάτον θηλυκῶς, ὡς ἀεὶ Ἔφορος ἐν τῇ δʹ· ἅπαξ δ' ἀρσενικῶς τὸν Δάτον Θεόπομπος γʹ Φιλιππικῶν. μετωνομάσθη μέντοι ἡ πόλις τῶν Δατηνῶν Φίλιπποι, Φιλίππου τοῦ Μακεδόνων βασιλέως κρατήσαντος αὐτῆς, ὡς Ἔφορός τέ φησι καὶ Φιλόχορος ἐν τῇ εʹ. | ] |
Ε | Εὐρύβατον | [ | Εὐρύβατον: Αἰσχίνης κατὰ Κτησιφῶντος. Ἔφορος ἐν τῇ ηʹ Εὐρύβατόν φησιν ἄνδρα Ἐφέσιον λαβόντα χρήματα παρὰ Κροίσου ὥστε στρατιὰν συναγαγεῖν εἰς τὸν πόλεμον τὸν εἰς τοὺς Πέρσας, εἶτα προδότην γενόμενον ἐγχειρίσαι τὰ δοθέντα χρήματα τῷ Κύρῳ, καὶ ἐντεῦθεν τοὺς πονηροὺς Εὐρυβάτους καλεῖσθαι. | ] |
Ι | Ἱερώνυμος | [ | Ἱερώνυμος: Λυσίας ἐν τῷ πρὸς Ἱπποθέρσην. Ἱερωνύμου τοῦ στρατηγήσαντος Ἀθηναίων ἄλλοι τε μνημονεύουσι καὶ Ἔφορος ἔν τε τῇ ιηʹ καὶ ἐν τῇ ιθʹ. ἕτερος δ' ἐστὶν Ἱερώνυμος Μεγαλοπολίτης, οὗ μνημονεύει Δημοσθένης ἐν τῷ κατ' Αἰσχίνου [+]. ὅτι δ' οὗτος ἦν τῶν μακεδονιζόντων μάλιστα καὶ Θεόπομπος εἴρηκεν ἐν τῇ ναʹ. | ] |
Κ | Καινῶς | [ | Καινῶς: Ἰσοκράτης Πανηγυρικῷ, οἷον ὡς τοῖς νεωτέροις ἁρμόττει πράγμασιν. Ἔφορος δὲ τρόπον τινὰ ἐξηγήσατο αὐτὸ ἐν τῇ αʹ. | ] |
Κ | Κεβρῆνα | [ | Κεβρῆνα: Δημοσθένης ἐν τῷ κατ’ Ἀριστοκράτους. πόλις ἐστὶ τῆς Τρῳάδος Κεβρὴν, Κυμαίων ἀποικία, ὥς φησιν Ἔφορος ἐν αʹ. | ] |
Κ | Κριθώτην | [ | Κριθώτην: Δημοσθένης ἐν τῷ κατ’ Ἀριστοκράτους. Κριθώτη μία πόλις τῶν ἐν Χερρονήσῳ, καθά φησιν Ἑλλάνικος ἐν αʹ Τρωϊκῶν. Ἔφορος δ' ἐν τῇ δʹ φησὶν αὐτὴν κατοικισθῆναι ὑπὸ Ἀθηναίων τῶν μετὰ Μιλτιάδου ἐκεῖ παραγενομένων. | ] |
Μ | Μαντινέων διοικισμός | [ | Μαντινέων διοικισμός: Ἰσοκράτης ἐν τῷ περὶ τῆς εἰρήνης περὶ Λακεδαιμονίων λέγων φησὶ Μαντινέας διῴκισαν, καὶ Ἔφορος ἐν τῇ κʹ φησὶν ὅτι εἰς εʹ κώμας τὴν Μαντινέων διῴκισαν πόλιν Λακεδαιμόνιοι. | ] |
Μ | Μαρώνεια | [ | Μαρώνεια: Δημοσθένης ἐν τῇ πρὸς Πανταίνετον παραγραφῇ. τόπος ἐστὶ τῆς Ἀττικῆς. ἔστι μέντοι καὶ πόλις ἐν Θρᾴκῃ Μαρώνεια, ἥν φασιν εἶναι τὴν ὑφ' Ὁμήρου Ἴσμαρον καλουμένην· μνημονεύουσι δὲ αὐτῆς Δημοσθένης τε ἐν τῷ πρὸς Πολυκλέα καὶ Ἔφορος ἐν τῇ δʹ. | ] |
Ν | Νεμεὰς Χαράδρα | [ | Νεμεὰς Χαράδρα: Αἰσχίνης περὶ τῆς πρεσβείας. οὕτω τόπος τις ἐκαλεῖτο ἐν Πελοποννήσῳ· πλησίον τῆς Νεμεάδος Χαράδρας Ἔφορος ἐν κγʹ. | ] |
Ο | Οἰσύμη | [ | Οἰσύμη: Ἀντιφῶν ἐν τῷ κατὰ Λαισποδίου. πόλις ἐστὶ τῆς Θρᾴκης, καθά φασιν ἄλλοι τε καὶ Ἔφορος ἐν δʹ. | ] |
Σ | Σκῆψις | [ | Σκῆψις: Δημοσθένης κατ’ Ἀριστοκράτους. πόλις ἐστὶν ἐν Τροίᾳ, ἧς μνημονεύουσιν ἄλλοι τε καὶ Ἔφορος ἐν ιεʹ. | ] |
Σ | Σόλοι | [ | Σόλοι: Ἰσοκράτης Εὐαγόρᾳ. Σόλοι ἡ μὲν Κυπρικὴ πόλις, ἡ δὲ τῆς Κιλικίας, ὡς ἄλλοι τε ἱστοροῦσι καὶ Ἔφορος ἐν τῇ εʹ. | ] |
Τ | Τορώνη | [ | Τορώνη: Ἰσοκράτης Παναθηναϊκῷ. πόλις ἐν Θράκῃ, ὡς Ἔφορος ἐν δʹ ἱστορεῖ. | ] |
The Catalog of the Digital Harpocration project is populated with forms deriving from the linguistic extraction and annotation of expressions about names of authors and works in the Greek text of the Lexicon of the Ten Orators of Valerius Harpocration (ed. Dindorf).
This is the first version of the Catalog, which is complete, based on semi-automatic methods, and linked to external resources. Results are currently checked and analyzed for correction, further disambiguation, NE relation, and coreference resolution. Forthcoming versions of the catalog will allow to search Greek forms and will be enriched with data from other sources as part of the text-based Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project.
* As of May 2024, authors who were originally and experimentally assigned the prefix harp are now identified with the prefix lagl. Read below for further instructions.
* As of June 2024, entries of this catalog are also searchable in the unified Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project, which collects data from different ancient Greek sources.
The text of the Lexicon of the Ten Orators of Harpocration (ed. Dindorf) is available as part of the Digital Harpocration project and provided with a CTS URN retriever: