Digital Harpocration
Harpocrationis Lexicon in decem oratores atticos ex recensione Gulielmi Dindorfii

Works Catalog

Hyperides (Hypereides) - urn:cts:greekLit:tlg0030.harp015

Α Ἀπροστασίου[ Ἀπροστασίου: εἶδος δίκης κατὰ τῶν προστάτην μὴ νεμόντων μετοίκων· ᾑρεῖτο γὰρ ἕκαστος ἑαυτῷ τῶν πολιτῶν τινὰ προστησόμενον περὶ πάντων τῶν ἰδίων καὶ τῶν κοινῶν. Ὑπερείδης ἐν τῷ κατ' Ἀρισταγόρας ἀπροστασίου βʹ. ]
Δ Διαμαρτυρία καὶ διαμαρτυρεῖν[ Διαμαρτυρία καὶ διαμαρτυρεῖν: τρόπος τις ἦν παραγραφῆς ἡ διαμαρτυρία· πρὸ γὰρ τοῦ εἰσαχθῆναι τὴν δίκην εἰς τὸ δικαστήριον ἐξῆν τῷ βουλομένῳ διαμαρτυρῆσαι ὡς εἰσαγώγιμός ἐστιν ἡ δίκη ἢ οὐκ εἰσαγώγιμος. διαφέρει δὲ τῆς παραγραφῆς τῷ τὴν διαμαρτυρίαν γίνεσθαι οὐ μόνον ὑπὸ τῶν φευγόντων, ἀλλὰ καὶ ὑπὸ τῶν διωκόντων. καὶ πρότερόν γε τῷ διώκοντι ἦν προβάλλεσθαί τινα μαρτυροῦντα εἰσαγώγιμον εἶναι τὴν δίκην, καὶ περὶ τούτου πρότερον ἐγίνετο ἡ κρίσις πρὸς αὐτὸν τὸν διαμαρτυρήσαντα, οὐ πρὸς τὸν ἐξ ἀρχῆς δικαζόμενον· εἰ δὲ μὴ προβάλοιτο μάρτυρα ὁ διώκων, τότε ἐξῆν τῷ φεύγοντι προσαγαγεῖν τινὰ μαρτυροῦντα μὴ εἰσαγώγιμον εἶναι τὴν δίκην, καὶ πάλιν πρὸς τὸν διαμαρτυρήσαντα ὁ ἀγὼν ἐγίνετο. ἐπεσκήπτοντο δὲ ψευδομαρτυριῶν καὶ ταῖς διαμαρτυρίαις, ὥσπερ ταῖς μαρτυρίαις· Λυσίας ἐν τῇ πρὸς Ἀριστόδημον διαμαρτυρίῳ, εἰ γνήσιος ὁ λόγος. Ἰσαῖος δ' ἐν τῷ πρὸς Πύθωνα ἀποστασίου φησὶν ὅτι οὐχ οἷόν τε διαμαρτυρεῖν ξένους· Ὑπερείδης δ' ἐν τῷ κατ' Ἀρισταγόρας ἀπροστασίου βʹ φησὶν ὡς οἱ νόμοι κελεύουσι διαμαρτυρεῖν ἐπὶ ταῖς γραφαῖς ταῖς τοῦ ἀπροστασίου τὸν βουλόμενον ὁμοίως τῶν ξένων καὶ τῶν ἐπιχωρίων. μήποτ' οὖν ἐν μὲν ταῖς τοῦ ἀποστασίου δίκαις κεκώλυνται διαμαρτυρεῖν οἱ ξένοι, ἐν δὲ ταῖς τοῦ ἀπροστασίου οὐ κεκώλυνται. Δείναρχος μέντοι τὸ διαμαρτυρῆσαι τέθεικεν οὐκ ἐπὶ τοῦ μαρτυρήσαντος αὐτοῦ, ἀλλ' ἐπὶ τοῦ παρασχόντος τινὰ διαμαρτυρήσαντα ἐν τῇ διαμαρτυρίᾳ περὶ τοῦ μὴ ἐπίδικον εἶναι τὴν Ἀριστοφῶντος θυγατέρα. οὗτος δὲ ὁ ῥήτωρ ἐν τῷ κατὰ Ἡδύλης καὶ τὸν τρόπον διαγράφει τῆς διαμαρτυρίας. ]
Ν Νοθεῖα[ Νοθεῖα: τὰ τοῖς νόθοις ἐκ τῶν πατρῴων διδόμενα οὕτω καλεῖται, ἦν δὲ μέχρι χιλίων δραχμῶν· Λυσίας ἐν τῷ πρὸς Καλλιφάνη ξενίας, εἰ γνήσιος, Ἰσαῖος πρὸς Λυσίβιον περὶ ἐπικλήρου. Ἀριστοφάνης Ὄρνισι τί δ' ἢν ὁ πατὴρ ἐμοὶ διδῷ τὰ χρήματα τὰ νοθεῖ' ἀποθνήσκων ὁ νόμος αὐτὸν οὐκ ἐᾷ. τίνων δ' οὐκ ἐξῆν τοῖς νόθοις μετέχειν δεδήλωκεν Ὑπερείδης ἐν τῷ κατ' Ἀρισταγόρας βʹ. Δημοσθένης δ' ἐν τῷ κατ’ Ἀριστοκράτους φησὶν ὡς εἰς τὸ Κυνόσαργες ἐτέλουν. ]
Ο Ὅτι[ Ὅτι διαμαρτάνει Δημοσθένης ἐν τῷ κατὰ Νεαίρας λέγων Πλαταιέας γεγράφθαι ἐν τῇ Ποικίλῃ στοᾷ· οὐδεὶς γὰρ τοῦτο εἴρηκεν, ὥσπερ οὐδὲ Κρατερὸς ἐν τῇ τῶν ψηφισμάτων συναγωγῇ. Ὅτι ἑξακισχίλια ἦν τάλαντα τὸ τίμημα τῆς Ἀττικῆς. Δημοσθένης ἐν τῷ περὶ τῶν συμμοριῶν φησὶν οὕτως ἡμῖν δὲ τὸ τῆς χώρας τίμημα ὑπάρχειν ἀφορμὴν ὀκτακισχίλια τάλαντα ἀκούσεται. ἤτοι οὖν γραφικὸν ἁμάρτημά ἐστιν, ἢ ἴσως ὁ ῥήτωρ συναρπάζει, ἵνα δοκῇ πλείω τὴν ἀφορμὴν ἔχειν ἡ πόλις εἰς τὸν πρὸς βασιλέα πόλεμον. ὅτι γὰρ ἑξακισχίλια τάλαντα ἦν τὸ τίμημα τῆς Ἀττικῆς καὶ λυθέντος ἐν τοῖς ἑξῆς τοῦ λόγου φησὶν, λογισμὸν αὐτῶν διδοὺς ποικίλως, καὶ Φιλόχορος ἐν ιʹ Ἀτθίδος [+]. Ὅτι νόμος ἐστὶν ὑπὲρ μʹ ἔτη γενόμενον χορηγεῖν παισὶν Αἰσχίνης τε ἐν τῷ κατὰ Τιμάρχου φησὶ καὶ Ἀριστοτέλης ἐν τῇ Ἀθηναίων πολιτείᾳ. Ὅτι ξένους τινὰς ἑαυτοῦ αἰχμαλώτους σκάπτοντας ἐν τῷ Φιλίππου ἀμπελουργείῳ καὶ δεδεμένους παρὰ πότον ἐξῃτήσατο παρὰ Φιλίππου Σάτυρος Αἰσχίνης μὲν ἐν τῷ περὶ τῆς πρεσβείας φησὶ, Δημοσθένης δ' ἐν τῷ κατ' Αἰσχίνου [+] φησὶν ὅτι Ἀπολλοφάνους θυγατέρας ἐξῃτήσατο, καὶ ἔοικε μᾶλλον ἀληθεύειν· καὶ γὰρ Ἀριστοτέλης ἔν τινι τῶν πρὸς Φίλιππον ἐπιστολῶν λέγει ὡς Σατύρῳ τῷ ὑποκριτῇ τὰς Ἀπολλοφάνους θυγατέρας ἀφῆκεν. Ὅτι οἱ ἁλόντες ἐπ' ἀκουσίῳ φόνῳ ἐξουσίαν εἶχον εἰς διοίκησιν τῶν ἰδίων, Δημοσθένης ἐν τῷ κατ’ Ἀριστοκράτους ὑποσημαίνει καὶ Θεόφραστος ἐν τῷ ιγʹ τῶν Νόμων δηλοῖ. Ὅτι οἱ ποιητοὶ παῖδες ἐπανελθεῖν εἰς τὸν πατρῷον οἶκον οὐκ ἦσαν κύριοι, εἰ μὴ παῖδας γνησίους καταλίποιεν ἐν τῷ οἴκῳ τοῦ ποιησαμένου, Ἀντιφῶν ἐπιτροπικῷ κατὰ Καλλιστράτου καὶ Σόλων ἐν καʹ Νόμων. Ὅτι τὰ ἐπικηρυττόμενά τισι χρήματα ἐπὶ τῶν βωμῶν ἐτίθετο εἴρηκεν Ἰσαῖος ἐν τῷ πρὸς Εὐκλείδην τὸν Σωκρατικὸν, εἰ γνήσιος ὁ λόγος. Ὅτι πρὸς τὴν φυλὴν τοῦ κεκτημένου αἱ πρὸς τοὺς δούλους λαγχάνονται δίκαι Ἰσαῖος ἐν ἀπολογίᾳ ἀποστασίου πρὸς Ἀπολλόδωρον δηλοῖ. Ὅτι παιδὶ καὶ γυναικὶ οὐκ ἐξῆν συμβάλλειν πέρα μεδίμνου κριθῶν Ἰσαῖος ἐν τῷ περὶ τοῦ Ἀριστάρχου κλήρου φησίν. Ὅτι χιλίας ἐζημιοῦντο αἱ κατὰ τὰς ὁδοὺς ἀκοσμοῦσαι γυναῖκες Ὑπερείδης ἐν τῷ κατ' Ἀρισταγόρας βʹ. εἴρηκεν. Κρώβυλος δὲ ὁ κωμικός φησι τοῦ Φιλιππίδου τὸν νόμον εἶναι τὸν περὶ τούτων κείμενον. ]
Π Πωληταὶ καὶ πωλητήριον[ Πωληταὶ καὶ πωλητήριον: οἱ μὲν πωληταὶ ἀρχή τίς ἐστιν Ἀθήνησι, ιʹ τὸν ἀριθμὸν ἄνδρες, εἷς ἐκ τῆς φυλῆς ἑκάστης· διοικοῦσι δὲ τὰ πιπρασκόμενα ὑπὸ τῆς πόλεως πάντα, τέλη καὶ μέταλλα καὶ μισθώσεις καὶ τὰ δημευόμενα· Ὑπερείδης ἐν τῷ κατ' Ἀρισταγόρας βʹ. διείλεκται δὲ περὶ αὐτῶν Ἀριστοτέλης ἐν Ἀθηναίων πολιτείᾳ. πωλητήριον δὲ καλεῖται ὁ τόπος ἔνθα συνεδρεύουσιν οἱ πωληταί· Ἰσαῖος ἐν τῷ κατ' Ἐλπαγόρου πολλάκις. ]
Φ Φαλάγγια[ Φαλάγγια: Ὑπερείδης ἐν τῷ κατ' Ἀρισταγόρας βʹ ὅτι τῶν δακετῶν τι ζῷόν ἐστι τὸ φαλάγγιον. δῆλον δὲ ποιεῖ καὶ Ξενοφῶν ἐν αʹ τῶν Ἀπομνημονευμάτων. ]

Catalog of Authors and Works

The Catalog of the Digital Harpocration project is populated with forms deriving from the linguistic extraction and annotation of expressions about names of authors and works in the Greek text of the Lexicon of the Ten Orators of Valerius Harpocration (ed. Dindorf).

This is the first version of the Catalog, which is complete, based on semi-automatic methods, and linked to external resources. Results are currently checked and analyzed for correction, further disambiguation, NE relation, and coreference resolution. Forthcoming versions of the catalog will allow to search Greek forms and will be enriched with data from other sources as part of the text-based Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project.

* As of May 2024, authors who were originally and experimentally assigned the prefix harp are now identified with the prefix lagl. Read below for further instructions.

* As of June 2024, entries of this catalog are also searchable in the unified Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project, which collects data from different ancient Greek sources.

The text of the Lexicon of the Ten Orators of Harpocration (ed. Dindorf) is available as part of the Digital Harpocration project and provided with a CTS URN retriever:

Search Fields

Output Fields

 

LAGL - Linked Ancient Greek and Latin     Creative Commons License