Κ | Κληροῦχοι | [ | Κληροῦχοι: Δημοσθένης ἐν ηʹ Φιλιππικῶν. κληροῦχοι ἐκαλοῦντο οὓς Ἀθηναῖοι ἔπεμπον ἐπὶ τὰς πόλεις ἃς ἐλάμβανον, κλήρους ἑκάστοις διανεμοῦντες. Ἰσοκράτης Πανηγυρικῷ ὑπὲρ ὧν προσήκει τοὺς εὖ φρονοῦντας μεγάλην χάριν ἔχειν πολὺ μᾶλλον ἢ τὰς κληρουχίας ἡμῖν ὀνειδίζειν, ἃς ἡμεῖς εἰς τὰς ἐρημουμένας τῶν πόλεων φυλακῆς ἕνεκα τῶν χωρίων, ἀλλ' οὐ διὰ πλεονεξίαν ἐξεπέμπομεν. ἐν δὲ τῷ περὶ τῶν συμμοριῶν Δημοσθένης κληρουχικὰ ἂν λέγοι τὰ τῶν ἐκπεμφθέντων εἰς ἑτέραν χώραν ἡντιναδήποτε κατὰ κληρουχίαν· πῶς γὰρ οἷόν τε τὸν μὴ ἐπιδημοῦντα Ἀθήνησι τριηραρχεῖν | ] |
Κ | Κοινωνικῶν | [ | Κοινωνικῶν: Δημοσθένης ἐν τῷ περὶ τῶν συμμοριῶν. κοινωνικοὺς ἂν λέγοι τάχα μὲν τοὺς ἀνέμητον οὐσίαν ἔχοντας ἀδελφοὺς, ὧν ὁ μὲν πατὴρ ἐδύνατο λειτουργεῖν, οἱ δὲ κληρονόμοι τῶν ἐκείνου καθ' ἕνα τριηραρχεῖν οὐκ ἐξήρκουν· τάχα δὲ καὶ περὶ τῶν ἑκούσιον κοινωνίαν συνθεμένων ἐμπορίας ἤ τινος ἄλλου, ὧν ἕκαστος οὐκ εἶχε τὸ ὅλον τίμημα τῆς κοινῆς οὐσίας. | ] |
Ο | Ὅτι | [ | Ὅτι διαμαρτάνει Δημοσθένης ἐν τῷ κατὰ Νεαίρας λέγων Πλαταιέας γεγράφθαι ἐν τῇ Ποικίλῃ στοᾷ· οὐδεὶς γὰρ τοῦτο εἴρηκεν, ὥσπερ οὐδὲ Κρατερὸς ἐν τῇ τῶν ψηφισμάτων συναγωγῇ. Ὅτι ἑξακισχίλια ἦν τάλαντα τὸ τίμημα τῆς Ἀττικῆς. Δημοσθένης ἐν τῷ περὶ τῶν συμμοριῶν φησὶν οὕτως ἡμῖν δὲ τὸ τῆς χώρας τίμημα ὑπάρχειν ἀφορμὴν ὀκτακισχίλια τάλαντα ἀκούσεται. ἤτοι οὖν γραφικὸν ἁμάρτημά ἐστιν, ἢ ἴσως ὁ ῥήτωρ συναρπάζει, ἵνα δοκῇ πλείω τὴν ἀφορμὴν ἔχειν ἡ πόλις εἰς τὸν πρὸς βασιλέα πόλεμον. ὅτι γὰρ ἑξακισχίλια τάλαντα ἦν τὸ τίμημα τῆς Ἀττικῆς καὶ λυθέντος ἐν τοῖς ἑξῆς τοῦ λόγου φησὶν, λογισμὸν αὐτῶν διδοὺς ποικίλως, καὶ Φιλόχορος ἐν ιʹ Ἀτθίδος [+]. Ὅτι νόμος ἐστὶν ὑπὲρ μʹ ἔτη γενόμενον χορηγεῖν παισὶν Αἰσχίνης τε ἐν τῷ κατὰ Τιμάρχου φησὶ καὶ Ἀριστοτέλης ἐν τῇ Ἀθηναίων πολιτείᾳ. Ὅτι ξένους τινὰς ἑαυτοῦ αἰχμαλώτους σκάπτοντας ἐν τῷ Φιλίππου ἀμπελουργείῳ καὶ δεδεμένους παρὰ πότον ἐξῃτήσατο παρὰ Φιλίππου Σάτυρος Αἰσχίνης μὲν ἐν τῷ περὶ τῆς πρεσβείας φησὶ, Δημοσθένης δ' ἐν τῷ κατ' Αἰσχίνου [+] φησὶν ὅτι Ἀπολλοφάνους θυγατέρας ἐξῃτήσατο, καὶ ἔοικε μᾶλλον ἀληθεύειν· καὶ γὰρ Ἀριστοτέλης ἔν τινι τῶν πρὸς Φίλιππον ἐπιστολῶν λέγει ὡς Σατύρῳ τῷ ὑποκριτῇ τὰς Ἀπολλοφάνους θυγατέρας ἀφῆκεν. Ὅτι οἱ ἁλόντες ἐπ' ἀκουσίῳ φόνῳ ἐξουσίαν εἶχον εἰς διοίκησιν τῶν ἰδίων, Δημοσθένης ἐν τῷ κατ’ Ἀριστοκράτους ὑποσημαίνει καὶ Θεόφραστος ἐν τῷ ιγʹ τῶν Νόμων δηλοῖ. Ὅτι οἱ ποιητοὶ παῖδες ἐπανελθεῖν εἰς τὸν πατρῷον οἶκον οὐκ ἦσαν κύριοι, εἰ μὴ παῖδας γνησίους καταλίποιεν ἐν τῷ οἴκῳ τοῦ ποιησαμένου, Ἀντιφῶν ἐπιτροπικῷ κατὰ Καλλιστράτου καὶ Σόλων ἐν καʹ Νόμων. Ὅτι τὰ ἐπικηρυττόμενά τισι χρήματα ἐπὶ τῶν βωμῶν ἐτίθετο εἴρηκεν Ἰσαῖος ἐν τῷ πρὸς Εὐκλείδην τὸν Σωκρατικὸν, εἰ γνήσιος ὁ λόγος. Ὅτι πρὸς τὴν φυλὴν τοῦ κεκτημένου αἱ πρὸς τοὺς δούλους λαγχάνονται δίκαι Ἰσαῖος ἐν ἀπολογίᾳ ἀποστασίου πρὸς Ἀπολλόδωρον δηλοῖ. Ὅτι παιδὶ καὶ γυναικὶ οὐκ ἐξῆν συμβάλλειν πέρα μεδίμνου κριθῶν Ἰσαῖος ἐν τῷ περὶ τοῦ Ἀριστάρχου κλήρου φησίν. Ὅτι χιλίας ἐζημιοῦντο αἱ κατὰ τὰς ὁδοὺς ἀκοσμοῦσαι γυναῖκες Ὑπερείδης ἐν τῷ κατ' Ἀρισταγόρας βʹ. εἴρηκεν. Κρώβυλος δὲ ὁ κωμικός φησι τοῦ Φιλιππίδου τὸν νόμον εἶναι τὸν περὶ τούτων κείμενον. | ] |
Σ | Συμμορία | [ | Συμμορία: Δημοσθένης κατ' Ἀφόβου αʹ. οὐχ ἅπαν τὸ πλῆθος, ὥσπερ παρ' ἡμῖν, διῄρητο εἰς τὰς συμμορίας Ἀθήνησιν, ἀλλὰ μόνοι οἱ πλούσιοι καὶ εἰσφέρειν τῇ πόλει δυνάμενοι. ὁ γοῦν Δημοσθένης ἐν τῷ περὶ τῶν συμμοριῶν φησι, περὶ τῶν χιλίων καὶ διακοσίων ἀνδρῶν λέγων τῶν πλουσιωτάτων, ἐκ τούτων τοίνυν οἶμαι δεῖν ποιῆσαι συμμορίας κʹ, ὥσπερ νῦν εἰσὶ, σώματα ξʹ ἑκάστην ἔχουσαν. Ὑπερείδης δ' ἐν τῷ πρὸς Πολύευκτόν φησιν εἰσὶ γὰρ ἐν τῇ συμμορίᾳ ἑκάστῃ ιεʹ ἄνδρες. οὐ δεῖ δὲ θαυμάζειν πῶς ὁ μὲν Δημοσθένης φησὶν ξʹ ἄνδρας ἔχειν τὴν συμμορίαν, ὁ δὲ Ὑπερείδης ιεʹ· ἐν γὰρ τῷ κατὰ Πασικλέους λέγει τὴν αἰτίαν, γράφων ταυτί ἕως μὲν οἱ πλουσιώτατοι παρακρουόμενοι τὴν πόλιν σύμπεντε καὶ σύνεξ τριηραρχοῦντες μέτρια ἀνήλισκον, ἡσυχίαν ἦγον οὗτοι· ἐπειδὴ δὲ ταῦτα κατιδὼν Δημοσθένης νόμους ἔθηκε τοὺς τʹ τριηραρχεῖν καὶ βαρεῖαι γεγόνασιν αἱ τριηραρχίαι, νῦν ὁ Φορμίων αὑτὸν ἐκκλέπτει. ὅτι δὲ καὶ οἱ δημοποίητοι ἐνεγράφοντο εἰς τὰς συμμορίας δεδήλωκεν ὁ Ὑπερείδης ἐν τῷ κατὰ Πολυεύκτου πολλάκις. συμμορῖται δέ εἰσιν οἱ τῆς αὐτῆς αὑτοῖς μετέχοντες συμμορίας, ὡς ἐν τῷ αὐτῷ λόγῳ Ὑπερείδης δείκνυσι. διῃρέθησαν δὲ πρῶτον Ἀθηναῖοι κατὰ συμμορίας ἐπὶ Ναυσινίκου ἄρχοντος, ὥς φησι Φιλόχορος ἐν τῇ εʹ Ἀτθίδος [+]. | ] |
Τ | Τίμημα | [ | Τίμημα: ἀντὶ μὲν τοῦ ἐνέχυρον καὶ οἷον ἀποτίμημα Λυσίας ἐν τῷ ὑπὲρ Καλλίου· οὗτοι δὲ φάσκοντες πλείονος μισθώσεσθαι καὶ τίμημα καταστήσεσθαι. τοῦτο δ' ἐν τοῖς ἑξῆς ἀποτίμημα καλεῖ. τίθεται δὲ καὶ ἀντὶ τοῦ οἷον κεφάλαιον, ὡς ἐν τῷ περὶ τῶν συμμοριῶν Δημοσθένους. λέγεται δὲ καὶ τὸ ἐκ τῆς οὐσίας εἰσφερόμενον παρ' ἑκάστου τίμημα παρὰ τῷ αὐτῷ ἐν τῷ κατ' Ἀφόβου. ἐν δὲ τῷ κατὰ Μειδίου ἐπὶ τῆς τιμωρίας εἴρηται. | ] |
The Catalog of the Digital Harpocration project is populated with forms deriving from the linguistic extraction and annotation of expressions about names of authors and works in the Greek text of the Lexicon of the Ten Orators of Valerius Harpocration (ed. Dindorf).
This is the first version of the Catalog, which is complete, based on semi-automatic methods, and linked to external resources. Results are currently checked and analyzed for correction, further disambiguation, NE relation, and coreference resolution. Forthcoming versions of the catalog will allow to search Greek forms and will be enriched with data from other sources as part of the text-based Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project.
* As of May 2024, authors who were originally and experimentally assigned the prefix harp are now identified with the prefix lagl. Read below for further instructions.
* As of June 2024, entries of this catalog are also searchable in the unified Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project, which collects data from different ancient Greek sources.
The text of the Lexicon of the Ten Orators of Harpocration (ed. Dindorf) is available as part of the Digital Harpocration project and provided with a CTS URN retriever: