Digital Harpocration
Harpocrationis Lexicon in decem oratores atticos ex recensione Gulielmi Dindorfii

Works Catalog

Demosthenes (Demosthenes) - urn:cts:greekLit:tlg0014.harp040

Α Ἀκαμαντίς[ Ἀκαμαντίς: Δημοσθένης ἐν τῷ πρὸς Βοιωτὸν περὶ τοῦ ὀνόματος ἐν Ἀκαμαντίδι φυλῇ γεγονώς. μία αὕτη τῶν ιʹ φυλῶν, ἀπὸ Ἀκάμαντος τοῦ Θησέως. ]
Α Ἀπατούρια[ Ἀπατούρια: Δημοσθένης ἐν τῷ πρὸς Βοιωτόν. ἑορτή ἐστι παρ' Ἀθηναίοις, ἣν ἄγουσι Πυανεψιῶνι ἐφ' ἡμέρας δʹ, ὥς φασιν οἱ τὰ περὶ ἑορτῶν γράψαντες. πόθεν δ' ἐκλήθη ἄλλοι τε πολλοὶ εἰρήκασι καὶ Ἔφορος ἐν βʹ, ὡς διὰ τὴν ὑπὲρ τῶν ὁρίων ἀπάτην γενομένην, ὅτι Ἀθηναίων πολεμούντων πρὸς Βοιωτοὺς ὑπὲρ τῆς Μελανίας χώρας Μέλανθος ὁ τῶν Ἀθηναίων βασιλεὺς Ξάνθον τὸν Θηβαίων μονομαχῶν ἀπατήσας ἀπέκτεινεν. ]
Δ Δελφίνιον[ Δελφίνιον: χωρίον ἐν Χίῳ, ὡς Θουκυδίδης ἐν τῇ ηʹ. ἕτερον δ' ἐστὶ Δελφίνιον Ἀθήνησιν ἱερὸν Ἀπόλλωνος, ἔνθα ἦν καὶ τὸ ἐν Δελφινίῳ δικαστήριον· Δημοσθένης ἐν τῷ πρὸς Βοιωτόν. ]
Ε Ἐρανίζοντες[ Ἐρανίζοντες: Δημοσθένης ἐν τῇ περὶ τῶν Λυκούργου παίδων ἐπιστολῇ ἐρανίσας εἶπεν ἀντὶ τοῦ ἔρανον αἰτήσας· ἐν δὲ τῷ περὶ τοῦ ὀνόματός φησι τί δὲ εἰ ψευδομαρτυριῶν ἁλώσεσθαι προσδοκῶν ἐφ' οἷς ἐρανίζει τούτοις τοῖς περὶ αὑτόν ἀντευποιεῖ ἀποδιδοὺς τὴν ἴσην βοήθειαν αὐτοῖς, ἣν κἀκεῖνοί ποτε παρέσχον ψευδομαρτυρήσαντες ὑπὲρ αὐτοῦ. ἐρανιστὴς μέντοι κυρίως ἐστὶν ὁ τοῦ ἐράνου μετέχων καὶ τὴν φορὰν ἣν ἑκάστου μηνὸς ἔδει καταβάλλειν εἰσφέρων. τὸ δὲ ὄνομα παρὰ Λυσίᾳ ἐν τῷ πρὸς Ἀριστοκράτην περὶ ἐγγύης ἐράνου, εἰ γνήσιος. ]
Ε Ἑστιάτωρ[ Ἑστιάτωρ: ὁ τράπεζάν τισι παρατιθείς· Δημοσθένης ἐν τῷ πρὸς Βοιωτόν. εἱστίων τὰς φυλὰς οἱ μὲν ἐθελονταὶ, οἱ δὲ κληρωτοὶ, ὡς ὁ αὐτὸς ῥήτωρ δηλοῖ ἐν τῷ κατὰ Μειδίου. ]
Π Πινάκια[ Πινάκια: τὰ καθιέμενα ἀντὶ κλήρων ὑπὸ τῶν κληρουμένων. ἔοικε δ' εἶναι ταῦτα χαλκᾶ, ὡς ὑποσημαίνει Δημοσθένης ἐν τῷ περὶ τοῦ ὀνόματος. ἐν δὲ τοῖς Φιλιππικοῖς ὅταν λέγῃ μικρὸν, ὦ Ἀθηναῖοι, μικρὸν πινάκιον πάντα τὰ ἐνταῦθα, τυχὸν πινάκιον λέγει εἰς ὃ ἐγγράφεται τὰ ἐγκλήματα τὰ κατὰ τῶν εἰσαγγελλομένων, ὡς καὶ παρὰ Δεινάρχῳ ἐν συνηγορίᾳ Αἰσχίνῃ δείκνυται. ]
Σ Σεσημασμένωι[ Σεσημασμένωι: ἀντὶ τοῦ ἐσφραγισμένῳ Δημοσθένης ἐν τῷ περὶ τοῦ ὀνόματος, Ὑπερείδης ἐν τῷ κατ' Ἀντίου ὀρφανικῷ. ]
Φ Φρατέρες[ Φρατέρες: Δημοσθένης περὶ τοῦ ὀνόματος. φρατρία ἐστὶ τὸ τρίτον μέρος τῆς φυλῆς, φρατέρες δὲ οἱ τῆς αὐτῆς φρατρίας μετέχοντες, καὶ φρατρίζειν τὸ τῆς αὐτῆς φρατρίας μετέχειν· φρατρίαρχος δ' ἐστὶν ὁ τῆς φρατρίας ἄρχων. ]
Χ Χόες[ Χόες: Δημοσθένης ἐν τῷ περὶ τοῦ ὀνόματος. ἑορτή τις ἦν παρ' Ἀθηναίοις ἀγομένη Ἀνθεστηριῶνος δωδεκάτῃ. φησὶ δὲ Ἀπολλόδωρος Ἀνθεστήρια μὲν καλεῖσθαι κοινῶς τὴν ὅλην ἑορτὴν Διονύσῳ ἀγομένην, κατὰ μέρος δὲ Πιθοίγια, Χόας, Χύτρους. ]

Catalog of Authors and Works

The Catalog of the Digital Harpocration project is populated with forms deriving from the linguistic extraction and annotation of expressions about names of authors and works in the Greek text of the Lexicon of the Ten Orators of Valerius Harpocration (ed. Dindorf).

This is the first version of the Catalog, which is complete, based on semi-automatic methods, and linked to external resources. Results are currently checked and analyzed for correction, further disambiguation, NE relation, and coreference resolution. Forthcoming versions of the catalog will allow to search Greek forms and will be enriched with data from other sources as part of the text-based Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project.

* As of May 2024, authors who were originally and experimentally assigned the prefix harp are now identified with the prefix lagl. Read below for further instructions.

* As of June 2024, entries of this catalog are also searchable in the unified Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project, which collects data from different ancient Greek sources.

The text of the Lexicon of the Ten Orators of Harpocration (ed. Dindorf) is available as part of the Digital Harpocration project and provided with a CTS URN retriever:

Search Fields

Output Fields

 

LAGL - Linked Ancient Greek and Latin     Creative Commons License