Digital Harpocration
Harpocrationis Lexicon in decem oratores atticos ex recensione Gulielmi Dindorfii

Works Catalog

Theopompus (Theopompus) - urn:cts:greekLit:tlg0566.harp002 (Philippica)

Α Ἀμάδοκος[ Ἀμάδοκος: Ἰσοκράτης Φιλίππῳ. δύο γεγόνασιν οὗτοι, πατὴρ καὶ υἱὸς, ὃς καὶ Φιλίππῳ συμμαχήσων ἦλθεν εἰς τὸν πρὸς Κερσοβλέπτην πόλεμον. ἀμφοτέρων μέμνηται Θεόπομπος ἐν τῇ ιαʹ τῶν Φιλιππικῶν. ]
Α Ἀργαῖος[ Ἀργαῖος: Δημοσθένης ἐν τῷ κατ’ Ἀριστοκράτους. περὶ τούτου καὶ Θεόπομπος ἐν τῷ αʹ τῶν Φιλιππικῶν λέγει τὸν Ἀρχέλαον καλοῦσι καὶ Ἀργαῖον καὶ Παυσανίαν. ]
Α Ἀττικοῖς γράμμασιν[ Ἀττικοῖς γράμμασιν: Δημοσθένης κατὰ Νεαίρας ἀντὶ τοῦ παλαιοῖς· τὴν γὰρ τῶν κδʹ στοιχείων γραμματικὴν ὀψέ ποτε παρὰ τοῖς Ἴωσιν εὑρεθῆναι. Θεόπομπος δ' ἐν τῇ κεʹ τῶν Φιλιππικῶν ἐσκευωρῆσθαι λέγει τὰς πρὸς τὸν βάρβαρον συνθήκας, ἃς οὐ τοῖς Ἀττικοῖς γράμμασιν ἐστηλιτεῦσθαι, ἀλλὰ τοῖς τῶν Ἰώνων. ]
Δ Δάτος[ Δάτος: πόλις ἐστὶ Θρᾴκης σφόδρα εὐδαίμων· ἀπὸ ταύτης γοῦν ἐλέγετό τις καὶ παροιμία, Δάτος ἀγαθῶν. δεδηλώκασι δὲ περί τε αὐτῆς καὶ τῆς παρακειμένης χώρας ὁτὲ μὲν τὸ Δάτον οὐδετέρως λέγοντες, ὁτὲ δὲ τὴν Δάτον θηλυκῶς, ὡς ἀεὶ Ἔφορος ἐν τῇ δʹ· ἅπαξ δ' ἀρσενικῶς τὸν Δάτον Θεόπομπος γʹ Φιλιππικῶν. μετωνομάσθη μέντοι ἡ πόλις τῶν Δατηνῶν Φίλιπποι, Φιλίππου τοῦ Μακεδόνων βασιλέως κρατήσαντος αὐτῆς, ὡς Ἔφορός τέ φησι καὶ Φιλόχορος ἐν τῇ εʹ. ]
Ε Εὔβουλος[ Εὔβουλος: Ὑπερείδου λόγος ἐστὶ περὶ τῶν Εὐβούλου δωρεῶν, μνημονεύει δ' αὐτοῦ Δημοσθένης ἐν τῷ ὑπὲρ Κτησιφῶντος. ὅτι δὴ δημαγωγὸς ἦν ἐπιφανέστατος, ἐπιμελής τε καὶ φιλόπονος, ἀργύριόν τε συχνὸν πορίζων τοῖς Ἀθηναίοις διένειμε, διὸ καὶ τὴν πόλιν ἐπὶ τῆς τούτου πολιτείας ἀνανδροτάτην καὶ ῥαθυμοτάτην συνέβη γενέσθαι, Θεόπομπος ἐν τῇ ιʹ τῶν Φιλιππικῶν. ἕτερος δ' ἐστὶν ὁ κωμικὸς, οὗ μνημονεύει Ὑπερείδης ἐν τῷ κατ' Ἀρχεστρατίδου. ]
Ι Ἱέραξ[ Ἱέραξ: Δημοσθένης ἐν αʹ Φιλιππικῶν. ὅτι ὁ Ἱέραξ εἷς ἦν τῶν ὑπ' Ἀμφιπολιτῶν πεμφθέντων πρέσβεων Ἀθήναζε, βουλομένων αὐτῶν Ἀθηναίοις παραδοῦναι καὶ τὴν πόλιν καὶ τὴν χώραν, εἴρηκε Θεόπομπος ἐν γʹ Φιλιππικῶν. ]
Κ Κερκιδᾶς[ Κερκιδᾶς: Δημοσθένης ἐν τῷ ὑπὲρ Κτησιφῶντος τοὺς προδότας καταλέγων φησὶν Ἀρκάδας Κερκιδᾶς. ὅτι δ' οὗτος τῶν τὰ Μακεδονικὰ φρονούντων ἦν εἴρηκε καὶ Θεόπομπος ἐν ιεʹ Φιλιππικῶν. ]
Ν Νέων[ Νέων: Δημοσθένης ἐν τῷ ὑπὲρ Κτησιφῶντος. περὶ τῆς πρὸς Φίλιππον τούτου φιλίας Θεόπομπος ἐν βʹ Φιλιππικῶν ἱστορεῖ. ]
Π Παγασαί[ Παγασαί: Δημοσθένης ἐν Φιλιππικοῖς. ἐπίνειόν ἐστι Φεραίων αἱ Παγασαὶ, ὡς Θεόπομπος ἐν τῇ εʹ τῶν Φιλιππικῶν δηλοῖ. ]
Σ Σύνταξις[ Σύνταξις: ἀντὶ τοῦ συντεταγμένη διοίκησις· Δημοσθένης Φιλιππικοῖς καὶ μίαν σύνταξιν εἶναι τὴν αὐτὴν τοῦ τε λαμβάνειν καὶ τοῦ ποιεῖν τὰ δέοντα. ἔλεγον δὲ καὶ τοὺς φόρους συντάξεις, ἐπειδὴ χαλεπῶς ἔφερον οἱ Ἕλληνες τὸ τῶν φόρων ὄνομα, Καλλιστράτου οὕτω καλέσαντος, ὥς φησι Θεόπομπος ἐν ιʹ Φιλιππικῶν. Ὑπερείδης Δηλιακῷ σύνταξιν ἐν τῷ παρόντι οὐδενὶ διδόντες, ἡμεῖς δέ ποτε ἠξιώσαμεν λαβεῖν. ]
Τ Τιλφώσσαιον[ Τιλφώσσαιον: Δημοσθένης κατ' Αἰσχίνου [+]. ὄρος ἐστὶ μικρὸν ἀπέχον τῆς λίμνης τῆς Κωπαΐδος, ὡς Θεόπομπος ἐν ταῖς Φιλιππικαῖς. ]

Catalog of Authors and Works

The Catalog of the Digital Harpocration project is populated with forms deriving from the linguistic extraction and annotation of expressions about names of authors and works in the Greek text of the Lexicon of the Ten Orators of Valerius Harpocration (ed. Dindorf).

This is the first version of the Catalog, which is complete, based on semi-automatic methods, and linked to external resources. Results are currently checked and analyzed for correction, further disambiguation, NE relation, and coreference resolution. Forthcoming versions of the catalog will allow to search Greek forms and will be enriched with data from other sources as part of the text-based Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project.

* As of May 2024, authors who were originally and experimentally assigned the prefix harp are now identified with the prefix lagl. Read below for further instructions.

* As of June 2024, entries of this catalog are also searchable in the unified Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project, which collects data from different ancient Greek sources.

The text of the Lexicon of the Ten Orators of Harpocration (ed. Dindorf) is available as part of the Digital Harpocration project and provided with a CTS URN retriever:

Search Fields

Output Fields

 

LAGL - Linked Ancient Greek and Latin     Creative Commons License