Digital Harpocration
Harpocrationis Lexicon in decem oratores atticos ex recensione Gulielmi Dindorfii

Works Catalog

Demosthenes (Demosthenes) - urn:cts:greekLit:tlg0014.harp046

Δ Δεῖγμα[ Δεῖγμα: κυρίως μὲν τὸ δεικνύμενον ἀφ' ἑκάστου τῶν πωλουμένων· ἤδη δὲ καὶ τόπος τις ἐν τῷ Ἀθήνησιν ἐμπορίῳ, εἰς ὃν τὰ δείγματα ἐκομίζετο, οὕτως ἐκαλεῖτο. ἔστι δὲ τὸ ἔθος Ἀττικὸν, τὸ σημαίνειν ἀπὸ τῶν ἐν τῷ τόπῳ τοὺς τόπους αὐτούς. Δημοσθένης ἐν τῷ περὶ τοῦ τριηραρχήματος καὶ Λυσίας. ]
Ε Ἐπιβάτης[ Ἐπιβάτης: Δημοσθένης ἐν τῷ περὶ τοῦ ἐπιτριηραρχήματος. οὕτως ἐκάλουν τῶν ἐν ταῖς τριήρεσι στρατευομένων τοὺς μὴ κωπηλατοῦντας, ἀλλὰ μόνον πρὸς τὸ μάχεσθαι ἐπιτηδείους. Ἀριστοφάνης Βαβυλωνίοις εὖ γ' ἐξεκολύμβησ' οὑπιβάτης ὡς ἐξοίσων ἐπίγυιον. ]
Ε Ἐπόγδοον[ Ἐπόγδοον: Δημοσθένης ἐν τῷ πρὸς Πολυκλέα περὶ τοῦ ἐπιτριηραρχήματος. εἴη δ' ἂν ἐπόγδοον τὸ οὕτω δεδανεισμένον ὥστε τοῦ κεφαλαίου τὸ ὄγδοον μέρος δοθῆναι τῷ δανειστῇ, οἷον τριώβολον τοῦ τετραδράχμου. ]
Ε Ἐφ' Ἱερόν[