Α | Ἀγωνιῶντες | [ | Ἀγωνιῶντες: ἀντὶ τοῦ ἀγωνιζόμενοι παρὰ τῷ αὐτῷ ἐν τῷ Πανηγυρικῷ. | ] |
Α | Ἀπολελοιπότες | [ | Ἀπολελοιπότες: ἀντὶ τοῦ νενικηκότες. ἡ μεταφορὰ ἀπὸ τῶν δρομέων· οἱ γὰρ νικῶντες ἀπολείπουσι τοὺς ἡττωμένους. Ἰσοκράτης Παναθηναϊκῷ καὶ Πανηγυρικῷ. | ] |
Α | Ἀρχαίως | [ | Ἀρχαίως: Ἰσοκράτης Πανηγυρικῷ τά τε παλαιὰ καινῶς διελθεῖν καὶ περὶ τῶν νεωστὶ γενομένων ἀρχαίως εἰπεῖν. ἔνιοι μέν φασι σημαίνειν ἀρχαιοτρόπως, τουτέστιν ἀρχαιοτέροις ὀνόμασι χρῆσθαι. Ἔφορος ἐν τῇ αʹ τῶν ἱστοριῶν τρόπον τινὰ ἐξηγήσατο. φησὶ περὶ τῶν ἀρχαίων πραγμάτων τοὺς νεωτέρους διεξέρχεσθαι. περὶ μὲν γὰρ τῶν καθ' ἡμᾶς γεγενημένων φησὶ τοὺς ἀκριβέστατα λέγοντας πιστοτάτους ἡγούμεθα, περὶ δὲ τῶν παλαιῶν τοὺς οὕτω διεξιόντας ἀπιθανωτάτους εἶναι νομίζομεν, ὑπολαμβάνοντες οὔτε τὰς πράξεις ἁπάσας οὔτε τῶν λόγων τοὺς πλείστους εἰκὸς εἶναι μνημονεύεσθαι διὰ τοσούτων. Δημοσθένης δ' ἐν Φιλιππικοῖς φησὶν οὕτω δὲ ἀρχαίως εἶχον, μᾶλλον δὲ πολιτικῶς ἀντὶ τοῦ ἁπλῶς. | ] |
Α | Ἀταρνεύς | [ | Ἀταρνεύς: πολίχνιόν τι καταντικρὺ Λέσβου κείμενον· Ἰσοκράτης Πανηγυρικῷ, Ἡρόδοτος ἐν ϛʹ. | ] |
Δ | Δράκων | [ | Δράκων: οὗτος ἐπιφανέστατος νομοθέτης, ὡς Αἰσχίνης. ἕτερος δ' ἐστὶ Δράκων οὗ Ἰσοκράτης ἐν τῷ Πανηγυρικῷ μέμνηται. | ] |
Ε | Εἱλωτεύειν | [ | Εἱλωτεύειν: τὸ δουλεύειν Ἰσοκράτης Πανηγυρικῷ· εἵλωτες γὰρ οἱ μὴ γόνῳ δοῦλοι Λακεδαιμονίων, ἀλλ' οἱ πρῶτοι χειρωθέντες τῶν Ἕλος τὴν πόλιν οἰκούντων, ὡς ἄλλοι τε πολλοὶ μαρτυροῦσι καὶ Ἑλλάνικος ἐν τῇ αʹ. | ] |
Ε | Ἐπίσταθμος | [ | Ἐπίσταθμος: Ἰσοκράτης Πανηγυρικῷ Ἑκατόμνως ὁ Καρίας ἐπίσταθμος, ὃ οὐδὲν ἕτερον ἦν ἢ κατὰ σατραπείαν Καρίας κύριος. | ] |
Θ | Θερμοπύλαι | [ | Θερμοπύλαι: Ἰσοκράτης Πανηγυρικῷ. ἔνιοι μὲν τὴν πόλιν ταύτην Πύλας καλοῦσι· Φιλέας δέ φησιν ἐν γῆς περιόδῳ Θερμοπύλας κληθῆναι, ἐπεὶ ἐκεῖ ἡ Ἀθηνᾶ θερμὰ λουτρὰ τῷ Ἡρακλεῖ ἐποίησε. | ] |
Θ | Θίβρων | [ | Θίβρων: Ἰσοκράτης Πανηγυρικῷ. Λακεδαιμόνιος οὗτος ἦν πεμφθεὶς εἰς τὴν Ἀσίαν ἁρμοστὴς μετὰ τὰ Πελοποννησιακά. | ] |
Κ | Καδμεία | [ | Καδμεία: Ἰσοκράτης Πανηγυρικῷ. τῆς Καδμείας καὶ οἱ ἄλλοι ῥήτορες πολλάκις μνημονεύουσι, λέγεται δὲ οὕτως ἡ τῶν Θηβαίων ἀκρόπολις, ὡς παρὰ πᾶσι σχεδὸν τοῖς ἱστορικοῖς ὡμολόγηται. | ] |
Κ | Καινῶς | [ | Καινῶς: Ἰσοκράτης Πανηγυρικῷ, οἷον ὡς τοῖς νεωτέροις ἁρμόττει πράγμασιν. Ἔφορος δὲ τρόπον τινὰ ἐξηγήσατο αὐτὸ ἐν τῇ αʹ. | ] |
Κ | Κήρυκες | [ | Κήρυκες: Ἰσοκράτης Πανηγυρικῷ. γένος ἐστὶν ἐν Ἀθήναις οὕτως ὀνομαζόμενον, κέκληται δὲ ἀπὸ Κήρυκος τοῦ Ἑρμοῦ. | ] |
Κ | Κισθήνη | [ | Κισθήνη: Ἰσοκράτης Πανηγυρικῷ. ὄρος τῆς Θρᾴκης. Κρατῖνος κἀνθένδ' ἐπὶ τέρματα γῆς ἥξεις καὶ Κισθήνης ὄρος ὄψει. | ] |
Κ | Κληροῦχοι | [ | Κληροῦχοι: Δημοσθένης ἐν ηʹ Φιλιππικῶν. κληροῦχοι ἐκαλοῦντο οὓς Ἀθηναῖοι ἔπεμπον ἐπὶ τὰς πόλεις ἃς ἐλάμβανον, κλήρους ἑκάστοις διανεμοῦντες. Ἰσοκράτης Πανηγυρικῷ ὑπὲρ ὧν προσήκει τοὺς εὖ φρονοῦντας μεγάλην χάριν ἔχειν πολὺ μᾶλλον ἢ τὰς κληρουχίας ἡμῖν ὀνειδίζειν, ἃς ἡμεῖς εἰς τὰς ἐρημουμένας τῶν πόλεων φυλακῆς ἕνεκα τῶν χωρίων, ἀλλ' οὐ διὰ πλεονεξίαν ἐξεπέμπομεν. ἐν δὲ τῷ περὶ τῶν συμμοριῶν Δημοσθένης κληρουχικὰ ἂν λέγοι τὰ τῶν ἐκπεμφθέντων εἰς ἑτέραν χώραν ἡντιναδήποτε κατὰ κληρουχίαν· πῶς γὰρ οἷόν τε τὸν μὴ ἐπιδημοῦντα Ἀθήνησι τριηραρχεῖν | ] |
Κ | Κύρειον | [ | Κύρειον: Ἰσοκράτης Πανηγυρικῷ. Κύρειον στράτευμα τὸ μετὰ Κύρου συναναβεβηκὸς, ὅτε ἐστράτευσεν ἐπὶ τὸν ἀδελφὸν Ἀρταξέρξην· οὗ μετεῖχε καὶ Ξενοφῶν. | ] |
Π | Πολιτεία | [ | Πολιτεία: ἰδίως εἰώθασι τῷ ὀνόματι χρῆσθαι οἱ ῥήτορες ἐπὶ τῆς δημοκρατίας, ὥσπερ Ἰσοκράτης τε ἐν τῷ Πανηγυρικῷ καὶ Δημοσθένης ἐν Φιλιππικοῖς. | ] |
The Catalog of the Digital Harpocration project is populated with forms deriving from the linguistic extraction and annotation of expressions about names of authors and works in the Greek text of the Lexicon of the Ten Orators of Valerius Harpocration (ed. Dindorf).
This is the first version of the Catalog, which is complete, based on semi-automatic methods, and linked to external resources. Results are currently checked and analyzed for correction, further disambiguation, NE relation, and coreference resolution. Forthcoming versions of the catalog will allow to search Greek forms and will be enriched with data from other sources as part of the text-based Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project.
* As of May 2024, authors who were originally and experimentally assigned the prefix harp are now identified with the prefix lagl. Read below for further instructions.
* As of June 2024, entries of this catalog are also searchable in the unified Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project, which collects data from different ancient Greek sources.
The text of the Lexicon of the Ten Orators of Harpocration (ed. Dindorf) is available as part of the Digital Harpocration project and provided with a CTS URN retriever: