Digital Suda
Suidae Lexicon edidit Ada Adler

Works Catalog

Plato (Plato the Comic) - urn:cts:greekLit:tlg0497.suda007

kappa 1549[ Κηρύλος· ὁ ἄρρην ἀλκυών, ὃς ἐν ταῖς συνουσίαις ἀποθνήσκει. Εὐφρόνιός φησι τοὺς Δωριεῖς λέγειν, βάλε δέ, βάλε, κηρύλος εἴην· τοὺς δὲ Ἀττικοὺς κειρύλον. τοὺς δὲ ἄρρενας γηράσκοντας αἱ θήλειαι βαστάζουσι τοῖς πτεροῖς. καὶ μήποτε παρὰ τὸ κείρειν ἐσχημάτισται. ὁ γὰρ Σποργίλος ἦν κουρεύς. μνημονεύει αὐτοῦ Πλάτων ἐν Σοφισταῖς· τὸ Σποργίλου κουρεῖον, ἔχθιστον τέγος. ]
pi 1708[ Πλάτων, Ἀθηναῖος, κωμικός, γεγονὼς τοῖς χρόνοις κατὰ Ἀριστοφάνην καὶ Φρύνιχον, Εὔπολιν, Φερεκράτην. δράματα δὲ αὐτοῦ κηʹ ταῦτα· Ἄδωνις, Ἀφἱέρων, , Δαίδαλος, Ἑορταί, ἙλλὰςΝῆσοι, Εὐρώπη, Ζεὺς κακούμενος, Ἰώ, Κλεοφῶν, Λάϊος, ΛάκωνεςΠοιηταί, Μέτοικοι, Μύρμηκες, Μαμμάκυθος, Μενέλεως, Νῖκαι, Νὺξ μακρὰ, ΞάνταιΚέρκωπες, Περιαλγής, Ποιητής, Πείσανδρος, Πρέσβεις, Παιδίον, Σοφισταί, Συμμαχία, Σκευαί, Σύρφαξ, Ὑπέρβολος, Φάων. ἔστι δὲ λαμπρὸς τὸν χαρακτῆρα. ὥς φησιν Ἀθηναῖος ἐν τοῖς Δειπνοσοφισταῖς, ὅτι καὶ Ἀνδροφόνος ἐστὶ δρᾶμα Πλάτωνος καὶ Συνεξαπατῶν καὶ Πανηγυρισταὶ καὶ ἄλλα πλεῖστα. ]
sigma 814[ Σοφιστής. κομιεῖ τοῦτον σοφιστὴν δεξιόν. οὕτως ἔλεγον πάντας τοὺς πεπαιδευμένους. οἱ δὲ παλαιοὶ σοφίαν ἔλεγον, καὶ σοφιστὰς τοὺς περὶ μουσικήν. καὶ ΦιλόστρατοςΛήμνιος· σοφοὶ μὲν ὑμεῖς, ἀλλ’ οὐ πάντα σοφισταί. Ἀριστοφάνης Νεφέλαις· πλείστους ὁτιὴ βόσκουσι σοφιστάς. τοὺς μετεωρολέσχας νῦν λέγει, καταχρηστικῶς δὲ καὶ πάντας τοὺς ἀπὸ τῶν μαθημάτων ὁρμωμένους. καὶ θαυμαστὸν οὐδέν, ὅπου μηδὲ τοὺς αὐλητὰς προσαγορεύειν ὤκνησεν οὕτω. Πλάτων γοῦν ὁ κωμῳδιοποιὸς ἐν δράματι Σοφισταῖς καὶ τὸν Ὀπούντιον ποιητὴν Βακχυλίδην εἰς τοὔ νομα κατέταξε τῶν σοφιστῶν. σοφισταὶ δὲ πάντες, ὅσοι πεπαιδευμένοι. καταχρηστικῶς δὲ Ἀριστοφάνης ἐπὶ πάσης τέχνης ἔλαβε τὸ τῶν σοφιστῶν ὄνομα. ὅτι σοφιστής ἐστιν ὁ δυνάμενος ἀπὸ φαινομένης σοφίας χρηματίζεσθαι· καὶ ζήτει ἐν τῷ δύναμις. ]

Catalog of Authors and Works

The Catalog of the Digital Suda project is populated with forms deriving from the linguistic extraction and annotation of expressions about names of authors and works in the Greek text of the Suda (ed. Adler).

This is the first version of the Catalog, which includes the entries of the first, second, and third volume of the Adler edition (praefatio, alpha, beta, gamma, delta, alphaiota, zeta, eta, iota, theta, kappa, lambda, mu, nu, xi, omicron, omega, pi, rho), is based on semi-automatic methods, and linked to external resources. Results are currently checked and analyzed for correction, further disambiguation, NE relation, and coreference resolution. Forthcoming versions of the catalog will allow to search Greek forms and will be enriched with data from other sources as part of the text-based Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project.

Entries of this catalog are also searchable in the unified Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project, which collects data from different ancient Greek sources.

The text of the Suda (ed. Adler) is available as part of the Digital Suda project and provided with a CTS URN retriever:

Search Fields

Output Fields

 

LAGL - Linked Ancient Greek and Latin     Creative Commons License