Digital Suda
Suidae Lexicon edidit Ada Adler

Works Catalog

Plato (Plato the Comic) - urn:cts:greekLit:tlg0497.suda005

delta 340[ Δεινόν· δεινὸν μὲν τὸ πάλαι κείμενον ἤδη κακόν, ὦ ξεῖν’ , ἐπεγείρειν. τουτέστι τὸ ἐπεγείρειν καὶ ἀνακινεῖν τὰ πάλαι συμβάντα δυσχερές· ὅμως δὲ μαθεῖν ἐπιθυμῶ τὴν αἰτίαν τῆς πηρώσεως. καὶ Καλλίμαχος· τί δάκρυον εὗδον ἐγείρεις; Ἀριστοφάνης· δεινὸν μὲν γὰρ οὕτως ὀμφακίαν πεφυκέναι τὸν θυμὸν ἀνδρῶν ὥστε βάλλειν καὶ βοᾶν ἐθέλειν τ’ ἀκοῦσαι μηδὲν ἴσον ἴσῳ φέρον. ἀντὶ τοῦ ὠμὸν καὶ σκληρόν· μεταφορικῶς ἀπὸ τῶν ὀμφάκων. οὕτω δὲ αἱ σταφυλαὶ δριμεῖαι οὖσαι καὶ οὔπω πέπειροι καλοῦνται. ἐκ γὰρ τοῦ ἐναντίου πεπανὸν τὸ ὥριμον καὶ ἡδύ. θηλυκῶς δὲ τὰς ὄμφακας. καὶ Πλάτων ὁ κωμικὸς ἐν δράματι Ἑορταῖς· καὶ τὰς ὀφρῦς σχάσασθε καὶ τὰς ὄμφακας. ἴσον δὲ ἴσῳ φέρον, ἀντὶ τοῦ δίκαιον καὶ ἐξ ἴσου· ἀπὸ μεταφορᾶς τοῦ κιρναμένου οἴνου πρὸς ἴσον ὕδωρ. λέγει δὲ κατ’ ἴσον εἰπεῖν καὶ ἀκοῦσαι. καὶ αὖθις· ἀνθρώπους ἐσθίειν βλέποντας καὶ δεινοὺς κατὰ γαστέρα· λέγω δὴ Κλεισόφους τε καὶ Θήρωνας καὶ Στρουθίας καὶ Χαιρεφῶντας. ]
delta 1054[ Διιτρέφης πυτιναῖα ἔχων πτερά· οὗτος πολυπράγμων ἐγένετο, ὃς θάλλινα ποιῶν ἀγγεῖα ἐπλούτησε καὶ ἱππάρχησε καὶ ἐφυλάρχησεν. Εὐφρόνιος δὲ τὰ περὶ τῷ τραχήλῳ τῆς πυτίνης κρεμώμενα ἱμαντάρια ἑκατέρωθεν πτερὰ καλεῖσθαι· καὶ ὅτι οὗτος πυτίνας ἔπλεκε. τινὲς δὲ εἰς πένητα εἰρῆσθαι διὰ τὸ ἀνυπόκριτον. ὡς εἰ ἔφη, μηδὲν ἄλλο ἔχων ἀλλ’ ἢ πίθου πόδας καὶ χύτρας ὀμφαλούς. οὗτος δὲ ἦν νεόπλουτος καὶ ἅρπαξ καὶ πονηρός. Πλάτων ἐν Ἑορταῖς· καὶ ξένον, τὸν μαινόμενον, τὸν Κρῆτα, τὸν μόγις Ἀττικόν· πυτίνη δέ ἐστι πλέγμα. ὃς ᾑρέθη φύλαρχος, ἵππαρχος, εἶτ’ ἐξ οὐδενὸς μεγάλα πράττει κἄστι νῦν ξουθὸς ἱππαλεκτρυών. ἀντὶ τοῦ ἤδη μέγας ὄρνις γέγονε καὶ οὐχ ὁ τυχών. ἢ βουλευτής· ὁ γὰρ ἀλεκτρυὼν ἐν τοῖς ὄρνισιν ἐντιμότερος. ]

Catalog of Authors and Works

The Catalog of the Digital Suda project is populated with forms deriving from the linguistic extraction and annotation of expressions about names of authors and works in the Greek text of the Suda (ed. Adler).

This is the first version of the Catalog, which includes the entries of the first volume of the Adler edition (praefatio, alpha, beta, and gamma), is based on semi-automatic methods, and linked to external resources. Results are currently checked and analyzed for correction, further disambiguation, NE relation, and coreference resolution. Forthcoming versions of the catalog will allow to search Greek forms and will be enriched with data from other sources as part of the text-based Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project.

Entries of this catalog are also searchable in the unified Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project, which collects data from different ancient Greek sources.

The text of the Suda (ed. Adler) is available as part of the Digital Suda project and provided with a CTS URN retriever:

Search Fields

Output Fields

 

LAGL - Linked Ancient Greek and Latin     Creative Commons License