Aristotle) - urn:cts:greekLit:tlg0086.suda015 (
Constitution of the Athenians)| kappa | 2744 | [ | Κύρβεις· τρίγωνοι πίνακες, ἐν οἷς οἱ περὶ τῶν ἱερῶν νόμοι ἐγγεγραμμένοι ἦσαν καὶ πολιτικοί. καὶ ἄξονες δὲ ἐκαλοῦντο οἱ περὶ τῶν ἰδιωτικῶν ἔχοντες τοὺς νόμους καὶ τετράγωνοι. ἄξονες καὶ κύρβεις διαφέρουσι. τοὺς κύρβεις φησὶν Ἀπολλόδωρος ἐγγεγραμμένους ἔχειν τοὺς νόμους· εἶναι δὲ λίθους ὀρθοὺς ἑστῶτας, ὡς ἀπὸ μὲν τῆς στάσεως στήλας καλεῖσθαι, ἀπὸ δὲ τῆς εἰς ὕψος παρατάσεως διὰ τὸ κεκορυφῶσθαι κύρβεις· ὥσπερ καὶ κυρβασίαν τὴν ἐπὶ τῆς κεφαλῆς τεθειμένην. Ἀριστοτέλης δέ φησιν ἐν τῇ Ἀθηναίων πολιτείᾳ· ἀναγράψαντας δὲ τοὺς νόμους εἰς τοὺς κύρβεις ἔστησαν ἐν τῇ στοᾷ τῇ βασιλίδι. | ] |
| lambda | 812 | [ | Λυκόποδες· οὕτως ἐκάλουν τοὺς τῶν τυράννων δορυφόρους· τοὺς γὰρ ἀκμάζοντας τῶν οἰκετῶν ἐπὶ τῇ τοῦ σώματος φυλακῇ ἔβαλλον. λυκόποδες δὲ ἐκαλοῦντο, ὅτι διὰ παντὸς εἶχον τοὺς πόδας λύκων δέρμασι κεκαλυμμένους, ὥστε μὴ ἐπικαίεσθαι ἐκ τοῦ περιέχοντος· ἢ διὰ τὸ ἔχειν ἐπὶ τῶν ἀσπίδων ἐπίσημον λύκον. ὁ δὲ Ἀριστοφάνης ἐν Λυσιστράτῃ τοὺς Ἀλκμαιονίδας φησίν. οὗτοι γὰρ πόλεμον ἀράμενοι πρὸς Ἱππίαν τὸν τύραννον καὶ τοὺς Πεισιστράτους ἐτείχισαν Λειψύδριον τὸ ὑπὲρ Πάρνηθος· εἰς ὃ συνῆλθόν τινες τῶν ἐκ τοῦ ἄστεος, ὥς φησιν Ἀριστοτέλης ἐν Ἀθηναίων πολιτείᾳ. | ] |
| pi | 443 | [ | Παράστασις· τοὔ νομα πολὺ παρὰ τοῖς ῥήτορσιν. ἔστι δὲ δραχμὴ καταβαλλομένη ὑπὸ τῶν δικαζομένων τὰς ἰδίας δίκας. Μένανδρος Μισογύνῃ· ἕλκει δὲ γραμματίδιον ἐκεῖσε δίθυρον, καὶ παράστασις μία δραχμή. Ἀριστοτέλης δὲ ἐν Ἀθηναίων Πολιτείᾳ περὶ τῶν θεσμοθετῶν λέγων φησίν· εἰσὶ δὲ γραφαὶ πρὸς αὐτούς, ὧν παράστασις τίθεται, ξενίας καὶ δωροξενίας, ἄν τις δῶρα δοὺς ἀποφύγῃ τὴν ξενίαν, καὶ ψευδεγγραφῆς καὶ ψευδοκλητίας καὶ βουλεύσεως καὶ γραφίου καὶ μοιχείας. Δημήτριος δὲ ὁ Φαληρεὺς ἐν τοῖς Περὶ νομοθεσίας τοὺς διαιτητὰς φησὶ λαμβάνειν τὰς δραχμάς, μίαν μὲν ἀπὸ τῆς λήξεως, ἣν παράστασιν ἐκάλουν· ἑτέραν δὲ κατὰ ὑπωμοσίου ἑκάστην. | ] |
| pi | 521 | [ | Πάρεδρος· Ἀριστοτέλης ἐν τῇ πολιτείᾳ φησί· λαμβάνουσι δὲ καὶ παρέδρους ὅ τε ἀρχὼν καὶ ὁ πολέμαρχος, δύο ἑκάτερος, οὓς ἂν βούληται. καὶ οὗτοι δοκιμάζονται ἐν τῷ δικαστηρίῳ πρὶν παρεδρεύειν, καὶ εὐθύνας διδόασιν, ἐπὰν παρεδρεύωσιν. ἔστι δὲ ἡ λέξις συνήθης οὐ τοῖς ῥήτορσι μόνον, ἀλλὰ καὶ τοῖς κωμικοῖς. | ] |
| pi | 1259 | [ | Περίπολος· Ἀριστοτέλης ἐν τῇ Ἀθηναίων πολιτείᾳ περὶ τῶν ἐφήβων λέγων οὕτως φησί· τὸν δεύτερον ἐνιαυτόν, ἐκκλησίας ἐν τῷ θεάτρῳ γινομένης, λαβόντες ἀσπίδα καὶ δόρυ παρὰ τοῦ δήμου, περιπολοῦσι τὴν χώραν καὶ διατρίβουσιν ἐν τοῖς φυλακτηρίοις. παρατηρητέον δέ, ὅτι ὁ μὲν Ἀριστοτέλης ἕνα φησὶν ἐνιαυτὸν ἐν τοῖς περιπόλοις γίνεσθαι τοὺς ἐφήβους, ὁ δὲ Αἰσχίνης δύο. | ] |
| pi | 2382 | [ | Πρόεδρος· ὁ τῆς πολιτεῖας ἀρχηγὸς καὶ ἡγεμών. Πρόεδροι ἐκληροῦντο τὴν τῶν πρυτανέων καθ’ ἑκάστην πρυτανείαν, εἷς ἐξ ἑκάστης φυλῆς πλὴν τῆς πρυτανευούσης· οἵτινες τὰ περὶ τὰς ἐκκλησίας διῴκουν. ἐκαλοῦντο δὲ πρόεδροι, ἐπειδήπερ προήδρευον τῶν ἄλλων ἁπάντων. ὅτι δὲ ὁ καλούμενος ἐπιστάτης κληροῖ αὐτοὺς εἴρηκεν Ἀριστοτέλης ἐν Ἀθηναίων πολιτείᾳ. | ] |
| sigma | 502 | [ | Σῖτος· πᾶς ὁ σιτικὸς καρπός, οὐχ ὁ πυρὸς μόνον· καὶ αὐτὰ τὰ σιτία. Θουκυδίδης δʹ· καὶ τῶν νεῶν οὐκ ἐχουσῶν ὅρμον, αἱ μὲν σῖτον ἐν τῇ γῇ ᾑροῦντο, αἱ δὲ μετέωροι ὥρμων. ζήτει ἐν τῷ συνωνή. Σῖτος καλεῖται καὶ ἡ διδομένη πρόσοδος εἰς τροφὴν ταῖς γυναιξὶν ἢ τοῖς ὀρφανοῖς, ὡς ἔστι μαθεῖν καὶ ἐκ τῶν τοῦ Σόλωνος πρώην τοῦ ἄξονος καὶ ἐκ τῆς Ἀριστοτέλους Ἀθηναίων πολιτείας. Τιμαχίδας δὲ ἡγεῖται παρὰ τοῖς Ἀττικοῖς σῖτον λέγεσθαι τὸν τόκον· οὐκ ὀρθῶς ἡγούμενος. | ] |
| sigma | 1165 | [ | Στρατεία ἐν τοῖς ἐπωνύμοις· Αἰσχίνης ἐν τῷ Περὶ τῆς παραπρεσβείας. Ἀριστοτέλης τοίνυν δεδήλωκεν ἐν Ἀθηναίων πολιτείᾳ, τὶς ἦν ἡ ἐν τοῖς ἐπωνύμοις στρατεία· εἰσὶ γάρ, φησίν, ἐπώνυμοι ιʹ μὲν αἱ τῶν φυλῶν, βʹ δὲ καὶ μʹ αἱ τῶν ἡλικιῶν. οἱ δὲ ἔφηβοι ἐγγραφόμενοι πρότερον μὲν εἰς λελευκασμένα γραμματεῖα ἐνεγράφοντο, καὶ ἐπεγράφοντο αὐτοῖς ὅ τε ἄρχων, ἐφ’ οὗ ἐπεγράφησαν, καὶ ἐπώνυμος ὁ τῷ προτέρῳ ἐπιδεδημηκώς. νῦν δὲ εἰς τὴν βουλὴν ἀναγράφονται. καὶ μετ’ ὀλίγα· χρῶνται δὲ τοῖς ἐπωνύμοις καὶ πρὸς τὰς στρατείας, καὶ ὅταν ἡλικίαν ἐκπέμπωσιν, ὡς γράφουσιν, ἀπὸ τίνος ἄρχοντος ἐπωνύμου μέχρι τίνος δεῖ στρατεύεσθαι. | ] |
The Catalog of the Digital Suda project is populated with forms deriving from the linguistic extraction and annotation of expressions about names of authors and works in the Greek text of the Suda (ed. Adler).
This is the first version of the Catalog, which includes the entries of the first, second, and third volume of the Adler edition (praefatio, alpha, beta, gamma, delta, alphaiota, zeta, eta, iota, theta, kappa, lambda, mu, nu, xi, omicron, omega, pi, rho, sigma, tau), is based on semi-automatic methods, and linked to external resources. Results are currently checked and analyzed for correction, further disambiguation, NE relation, and coreference resolution. Forthcoming versions of the catalog will allow to search Greek forms and will be enriched with data from other sources as part of the text-based Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project.
Entries of this catalog are also searchable in the unified Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project, which collects data from different ancient Greek sources.
The text of the Suda (ed. Adler) is available as part of the Digital Suda project and provided with a CTS URN retriever: