Digital Suda
Suidae Lexicon edidit Ada Adler

Authors Catalog

Demetrius (Demetrius of Phalerum) - urn:cts:greekLit:tlg0624

Place of birth (Wikidata Statement)

Phaleron (Wikidata) (Pleiades)

Place of death (Wikidata Statement)

Egypt (Wikidata)

Occupations (Wikidata Statement)

politician (Wikidata)

philosopher (Wikidata)

librarian (Wikidata)

Works

urn:cts:greekLit:tlg0624.suda001
urn:cts:greekLit:tlg0624.suda002
urn:cts:greekLit:tlg0624.suda003
urn:cts:greekLit:tlg0624.suda004
urn:cts:greekLit:tlg0624.suda005

delta 429[ Δημήτριος, Φανοστράτου, Φαληρεύς( Φάληρον δὲ λιμὴν τῆς Ἀττικῆς) , ὃς τὸ πρῶτον Φανὸς ἐκαλεῖτο· φιλόσοφος Περιπατητικός. γέγραφε φιλόσοφά τε καὶ ἱστορικὰ καὶ ῥητορικὰ καὶ πολιτικὰ καὶ περὶ ποιητῶν. ἠκροάσατο δὲ Θεοφράστου καὶ δημαγωγὸς Ἀθήνησι γέγονε. συνέγραψε δὲ συχνὰ βιβλία. οὕτως ἦν δὲ σφόδρα εὐπρεπὴς ὡς καὶ διαβολὴν λαβεῖν, ὅτι γέγονεν ἐρώμενος Νέωνος, καὶ προσαγορευθῆναι ὑπό τινων αὐτὸν Λαμπετὼ καὶ Χαριτοβλέφαρον. εἰς μέγα δὲ ἀρθεὶς δόξης καὶ ἐπικρατείας ὑπὸ τοῦ φθόνου κατεστρατηγήθη καὶ ἐξελαθεὶς ὑπὸ Ἀθηναίων εἰς Αἴγυπτον ἦλθε καὶ παρὰ τῷ Σωτῆρι Πτολεμαίῳ διατρίβων δηχθεὶς ὑπὸ ἀσπίδος ἀπέθανε καὶ ἐτάφη ἐν τῷ Βουσιρίτῃ νομῷ, πλησίον Διοσπόλεως τῆς ἐν τοῖς ἕλεσι. τοῦ πατρὸς δὲ ἤδη γεγηρακότος Δημητρίου τοῦ Πολιορκητοῦ, αἱ τῆς βασιλείας ἐλπίδες ἐς τὴν τούτου διαδοχὴν ἦγον ἅμα τὴν ἀρχὴν καὶ τὴν τῶν ὅπλων εὔνοιαν. ἦν δὲ τῷ κάλλει καὶ μεγέθει διάφορος, ἔτι δὲ καὶ κεκοσμημένος ὅπλοις βασιλικοῖς εἶχε πολλὴν ὑπεροχὴν καὶ κατάπληξιν, δι’ ἧς εἰς ἐλπίδας ἁδρὰς ἦγε τοὺς πολλούς· πρὸς δὲ τούτοις πραότης τις ἦν περὶ αὐτόν, ἁρμόζουσα νέῳ βασιλεῖ, δι’ ἧς εἰς προθυμίαν ἐξεκαλεῖτο πάντας ὥστε καὶ τοὺς ἐκτὸς τάξεως συνδραμεῖν ἐπὶ τὴν ἀκρόασιν, συναγωνιῶντας τῇ νεότητι καὶ τῇ μελλούσῃ γίνεσθαι κρίσει διὰ τῆς παρατάξεως. ]
delta 431[ Δημήτριος, ὁ Ἀντιγόνου, καὶ Πτολεμαῖος ὡμολόγησαν φιλίαν σφίσιν ἔνσπονδον εἶναι ἐπ’ ἐλευθερώσει τῆς πάσης Ἑλλάδος καὶ ἐπὶ τῷ τῇ ἀλλήλων ἐπιμαχεῖν· καὶ ἅμιλλα ἦν αὐτοῖν, πότερος μᾶλλον τὰ δόξαντα ἔργῳ ἐμπεδώσει. καὶ ὁ Μακεδονικὸς ἄρχων οὐ διὰ σχολαιότητος ἀφικνεῖται καὶ τήν τε Μουνυχίασιν οὖσαν φρουρὰν ἐκβάλλει καὶ Διονύσιον, τὸν ἐπιτεταγμένον αὐτῇ, κτείνει καὶ Δημήτριον τὸν Φαληρέα μεθίστησιν, ὃς δὴ τὰ Ἀθήνησιν ἦγεν εἰς ὀλιγαρχίαν, καὶ αὐτονομεῖσθαι, καθότι πάτριον, Ἀθηναίοις τε καὶ Μεγαρεῦσιν ἔδωκεν, φυλάττειν τε ὅσα ἦν σφίσιν ἐκ τῆς εἰς τὸ ἀρχαῖον πολιτείας νόμιμα. ὁ δὲ Πτολεμαῖος ἅτε διαφερόντως τρόπου πραότητα καὶ φιλανθρωπίαν ἔργοις δηλώσας ἐπῆρε τοὺς Ἕλληνας τῇ τοῦ ἐλευθεροῦσθαι ἐλπίδι ἐνδιδόναι σφᾶς ἐπὶ μᾶλλον· ἐπεὶ καὶ τὰ ἐφολκὰ τῶν λόγων καὶ ὧν ἔπραττε, θαρσεῖν ἐποίει, πιστεύοντας ὡς ἐπὶ σαφεῖ τῶν Ἑλλήνων ἐλευθερώσει καὶ οὐκ ἀρχῆς ἐπιθυμίᾳ τὰ πραττόμενα γίγνοιτο. αὐτονόμους τε δὴ τὰς πλείστας τῶν Ἑλληνίδων πόλεων ἀφίησι καὶ τὰς Ἰσθμιάδας σπονδὰς ἐπήγγελλε κελεύων οἷα ἐπ’ ἐλευθερώσει θαλλοφοροῦντας θεωρεῖν εἰς τὰ Ἴσθμια. ἄρας δὲ ἐντεῦθεν ἀπέπλευσεν ἐπ’ Αἰγύπτου, Λεωνίδην ἐπὶ τῇ Ἑλληνικῇ ἀρχῇ ἐπιστήσας· καὶ Λιβύης πάσης ἐκράτησεν, Ὀφέλλα τοῦ Κυρηναίου δυνάστου πρὸς Ἀγαθοκλέους κατὰ Σικελίαν ἀναιρεθέντος δόλῳ. διέμεινε δὲ ἄρα οὐκ ἐπὶ πολὺ Πτολεμαίῳ καὶ Δημητρίῳ ἡ ὁμολογία τῆς ξυμβάσεως πέρι. ]

 

Catalog of Authors and Works

The Catalog of the Digital Suda project is populated with forms deriving from the linguistic extraction and annotation of expressions about names of authors and works in the Greek text of the Suda (ed. Adler).

This is the first version of the Catalog, which includes the entries of the first volume of the Adler edition (praefatio, alpha, beta, and gamma), is based on semi-automatic methods, and linked to external resources. Results are currently checked and analyzed for correction, further disambiguation, NE relation, and coreference resolution. Forthcoming versions of the catalog will allow to search Greek forms and will be enriched with data from other sources as part of the text-based Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project.

Entries of this catalog are also searchable in the unified Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project, which collects data from different ancient Greek sources.

The text of the Suda (ed. Adler) is available as part of the Digital Suda project and provided with a CTS URN retriever:

Search Fields

Output Fields

 

LAGL - Linked Ancient Greek and Latin     Creative Commons License