Digital Suda
Suidae Lexicon edidit Ada Adler

Authors Catalog

Apollodorus (Apollodorus of Athens) - urn:cts:greekLit:tlg0549

Place of birth (Wikidata Statement)

Classical Athens (Wikidata) (Pleiades)

Place of death (Wikidata Statement)

Classical Athens (Wikidata) (Pleiades)

Occupations (Wikidata Statement)

historian (Wikidata)

poet (Wikidata)

writer (Wikidata)

architect (Wikidata)

mythographer (Wikidata)

philosopher (Wikidata)

philologist (Wikidata)

Works

urn:cts:greekLit:tlg0549.suda001

alpha 1781[ Ἀμφιφῶντες: πλακοῦντος εἶδος, οἵτινες ἐγίνοντο, ὅτε ὁ ἥλιος καὶ ἡ σελήνη πρωῒ ὑπὲρ γῆς φαίνονται· ἢ ὅτι ἐκόμιζον αὐτὸν δᾳδία ἡμμένα περιπηγνύντες ἐπ’ αὐτῷ, ὥς φησιν Ἀπολλόδωρος. ]
alpha 2082[ Ἀνάστατοι: πλακοῦντος εἶδος. οὗτοι δὲ αὐταῖς ταῖς Ἀρρηφόροις ἐγίνοντο. ἐλέγοντο δέ τινες πλακοῦντες καὶ χαρίσιοι. οὗτοι δὲ ἀπὸ τῶν καταλειπομένων συμμιγνύμενοι ἐγίνοντο, καὶ δημιουργοὶ πλάσσουσιν. Ἀριστοφάνης Δαιταλεῦσι· πέμψω πλακοῦντας ἑσπέρας χαρισίους. οἱ δὲ ἀμφιφῶντες γίνονται Μουνυχιῶνος μηνὸς ϛʹ ἐπὶ δέκα, οἳ καὶ εἰς τὸ Μουνυχίας ἱερὸν τῆς Ἀρτέμιδος κομίζονται. ὀνομάζονται δὲ ἀμφιφῶντες, ὡς μέν τινες ὅτι τότε γίγνονται, ὅτε ἥλιός τε καὶ σελήνη πρωῒ ὑπὲρ γῆς φαίνονται· ὡς δὲ Ἀπολλόδωρος, ὁτι κομίζουσιν αὐτοὺς δᾳδία ἡμμένα παραπηγνύντες ἐπ’ αὐτῶν. φθόις δέ εἰσι πέμματα, ἃ τοῖς θεοῖς καὶ μετὰ τῶν σπλάγχνων ἔθυον. αἱ δὲ σελῆναι πέμματά εἰσι πλατέα, κυκλοτερῆ· πέλανοι δὲ τὰ εἰς θεοὺς πέμματα· πόπανα δέ· καὶ ἐν Ἐρεχθεῖ τὰς σελήνας πελάνους εἴρηκεν Εὐριπίδης· καί μοι πολὺν γὰρ πέλανον ἐκπέμπεις δόμων, φράσον σελήνας τάσδε πυρίμου χλόης. ἐπὶ δὲ ἓξ σελήναις βοῦν ἕβδομον ἔπεττον, κέρατα ἔχοντα κατὰ μίμησιν τῆς πρωτοφυοῦς σελήνης. ἔθυον μὲν οὖν καὶ ἐπὶ τέτταρσι ποπάνοις τοῦτον τὸν βοῦν καὶ ἐκάλουν αὐτὸν πέμπτον βοῦν. μᾶλλον δὲ ἐπὶ ταῖς ἕξ ἕβδομον βοῦν. ἐπὶ τῶν ἀναισθήτων. ]
alpha 3407[ Ἀπολλόδωρος, Ἀσκληπιάδου, γραμματικὸς, εἰς τῶν Παναιτίου τοῦ Ῥοδίου φιλοσόφου καὶ Ἀριστάρχου τοῦ γραμματικοῦ μαθητῶν, Ἀθηναῖος τὸ γένος· ἦρξε δὲ πρῶτος τῶν καλουμένων τρατιάμβων. ]
kappa 268[ Κάλυμνος· ὁ ἐν Αἰγύπτῳ σῖτος. ἀντὶ τοῦ Καλύμνιος. ὁ γὰρ Φιλάδελφος ἐκ Καλυδῶνος μετήγαγε τὸ σπέρμα. ὡς ὁ Ἀπολλόδωρός φησι λέγεσθαι καλύδνας, ὡς καλύβας. ]
kappa 371[ Καρδιώττειν· τὴν καρδίαν ἀλγεῖν Σικελιῶται· ὃ ἡμεῖς βουλιμιᾶν. Ἀπολλόδωρος ἐν ἕκτῳ περὶ Ἐπιχάρμου [+] τοὺς Σικελιώτας φησὶ τὸ τὸν στόμαχον ἐπιδάκνεσθαι ὑπὸ λιμοῦ καρδιώττειν λέγειν, ὅπερ βουλιμιᾶν λέγει Ξενοφῶν. καὶ εὐκάρδια πολλοὶ τὰ εὐστόμαχα λέγουσιν. ]
kappa 2602[ Κύβος· πᾶν τετράγωνον. Κύβος, ὁ κυκλόθεν βάσιν ἔχων. Ἀπολλόδωρος ἀπὸ τῆς κυφότητος· τὸ γὰρ ἐπὶ κεφαλὴν κάμψαντα κυβισθῆναι κυβιστῆσαι ἔλεγον. καὶ ἐν Ἐπιγράμμασι· οἶδ’ ὅτι ῥιπτῶ πάντα κύβον κεφαλῆς αἰὲν ὕπερθεν ἐμῆς. καὶ Ἐγκυβιστᾶν τοῖς πράγμασι, τὸ ῥιψοκινδύνως τι πράττειν καὶ ἐπιλέγειν, ἐρρίφθω κύβος. Πολύβιος· οἱ μὲν ἀλογιστίαν καὶ μανίαν ἔφασαν εἶναι τὸ παραβάλλεσθαι καὶ κυβεύειν τῷ βίῳ. τουτέστι παραλόγως τι πράττειν καὶ ῥιψοκινδύνως. ]
kappa 2744[ Κύρβεις· τρίγωνοι πίνακες, ἐν οἷς οἱ περὶ τῶν ἱερῶν νόμοι ἐγγεγραμμένοι ἦσαν καὶ πολιτικοί. καὶ ἄξονες δὲ ἐκαλοῦντο οἱ περὶ τῶν ἰδιωτικῶν ἔχοντες τοὺς νόμους καὶ τετράγωνοι. ἄξονες καὶ κύρβεις διαφέρουσι. τοὺς κύρβεις φησὶν Ἀπολλόδωρος ἐγγεγραμμένους ἔχειν τοὺς νόμους· εἶναι δὲ λίθους ὀρθοὺς ἑστῶτας, ὡς ἀπὸ μὲν τῆς στάσεως στήλας καλεῖσθαι, ἀπὸ δὲ τῆς εἰς ὕψος παρατάσεως διὰ τὸ κεκορυφῶσθαι κύρβεις· ὥσπερ καὶ κυρβασίαν τὴν ἐπὶ τῆς κεφαλῆς τεθειμένην. Ἀριστοτέλης δέ φησιν ἐν τῇ Ἀθηναίων πολιτείᾳ· ἀναγράψαντας δὲ τοὺς νόμους εἰς τοὺς κύρβεις ἔστησαν ἐν τῇ στοᾷ τῇ βασιλίδι. ]
kappa 2745[ Κύρβεις· αἱ τὰς τῶν θεῶν ἑορτὰς ἔχουσαι· κρύβιές τινες οὖσαι, ἐν αἷς τὰ τῶν θεῶν ἀποκρυπτόμενα ἔδει εἶναι. Ἀσκληπιάδης, ὅτι ἀπὸ Κύρβεως τοῦ τὰς οὐσίας ὁρίσαντος, ὥς φησι ΦανίαςἘφέσιος. ἀπὸ τούτου ταῦτα κυρωθῆναι τοῖς γράμμασιν. Ἐρατοσθένης δὲ τριγώνους αὐτάς φησιν εἶναι· Ἀριστοφάνης δὲ ὁμοίας εἶναί φησι τοῖς ἄξοσι, πλὴν ὅτι οἱ μὲν ἄξονες νόμους, αἱ δὲ κύρβεις οὐσίας εἶχον. ἀμφοτέρων δὲ τὸ κατασκεύασμα τοιοῦτον· πλινθίον τι μέγα, ἀνδρόμηκες, ἡρμοσμένα ἔχον τετράγωνα ξύλα, τὰς πλευρὰς πλατείας ἔχοντα καὶ γραμμάτων πλήρεις· ἑκατέρωθεν δὲ κνώδακας, ὥστε κινεῖσθαι καὶ μεταστρέφεσθαι ὑπὸ τῶν ἀναγινωσκόντων. καὶ παροιμία· Κύρβεις κακῶν. σανίδες εἰσὶ παρ’ Ἀθηναίοις τετράγωνοι, ἐν αἷς τοὺς νόμους ἔγραφον, καὶ τὰς κατὰ τῶν ἀδικούντων τιμωρίας ἐποίουν. ἐπὶ τοίνυν τῶν σφόδρα πονηρῶν ἡ παροιμία. Κύρβεις οὖν παρὰ τὸ κεκορυφῶσθαι εἰς ὕψος ἀνατεταμένα. ἢ ἀπὸ τῶν Κορυβάντων. ἐκείνων γὰρ εὕρημα φησὶ καὶ Ἀπολλόδωρος. ]
lambda 121[ Λαρινοὶ βόες· οἱ ἐν Ἠπείρῳ, ἀπὸ Λαρίνου βουκόλου κλέψαντος τὰς Ἡρακλέους βοῦς, ὡς ΛύκοςῬηγῖνος, ὅτε τὰς Γηρυόνου βοῦς ἤλαυνε. Πρόξενος δὲ αὐτὸν τὸν Ἡρακλέα ἀνεῖναί τινας τῷ Δωδωναίῳ Διί· Ἀπολλόδωρος δὲ αὖ τοὺς εὐτραφεῖς λαρινούς. λαρινεύειν γὰρ τὸ σιτεύειν. Ἀριστοφάνης Ὄρνισι· ζητῶ τι λαρινὸν ἔπος, ὃ τὴν τούτων θραύσει ψυχήν. ἀντὶ τοῦ μέγα· ἀπὸ μεταφορᾶς τῶν βοῶν. ἀπὸ Λαρίνου τινὸς βουκόλου ταύτην τὴν προσηγορίαν ἐσχηκέναι. εἰσὶ δέ τινες, οἳ παρὰ τὸ λαρὸν ἀξιοῦσιν αὐτοὺς οὕτω καλεῖσθαι. οἱ δὲ τὴν ρι συλλαβὴν δασύνουσιν, ἵν’ ᾖ λαρινούς, τοὺς μεγαλορρίνους. ἐν δὲ τῇ Χαονίᾳ φασὶ τοιούτους εἶναι βοῦς, οὓς καὶ Κεστρινοὺς καλοῦσιν. ἢ οἱ μεγάλοι καὶ εὐτραφεῖς, ἀπὸ Λαρίνου βουκόλου. Ἡρωδιανὸς ὀξυτόνως, ὡς ἀληθινός. ]

 

Catalog of Authors and Works

The Catalog of the Digital Suda project is populated with forms deriving from the linguistic extraction and annotation of expressions about names of authors and works in the Greek text of the Suda (ed. Adler).

This is the first version of the Catalog, which includes the entries of the first and the second volume of the Adler edition (praefatio, alpha, beta, gamma, delta, alphaiota, zeta, eta, iota, theta, kappa, lambda), is based on semi-automatic methods, and linked to external resources. Results are currently checked and analyzed for correction, further disambiguation, NE relation, and coreference resolution. Forthcoming versions of the catalog will allow to search Greek forms and will be enriched with data from other sources as part of the text-based Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project.

Entries of this catalog are also searchable in the unified Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project, which collects data from different ancient Greek sources.

The text of the Suda (ed. Adler) is available as part of the Digital Suda project and provided with a CTS URN retriever:

Search Fields

Output Fields

 

LAGL - Linked Ancient Greek and Latin     Creative Commons License