Clearchus of Soli) - urn:cts:greekLit:tlg1270philosopher (Wikidata)
| alpha | 731 | [ | Ἀθήναιος, Ναυκρατίτης, γραμματικὸς, γεγονὼς ἐπὶ τῶν χρόνων Μάρκου. ἔγραψε βιβλίον ὄνομα Δειπνοσοφισταί· ἐν ᾧ μνημονεύει, ὅσοι τῶν παλαιῶν μεγαλοψύχως ἔδοξαν ἑστιᾶν. ὁ μέγας Ἀλέξανδρος κἀκείνην νικήσας ναυμαχίαν Λακεδαιμονίους καὶ τειχίσας τὸν Πειραιᾶ καὶ ἐκατόμβην θύσας πάντας εἱστίασεν Ἀθηναίους. καὶ Ἀλκιβιάδης Ὀλύμπια νικήσας τὴν πανήγυριν ἅπασαν εἱστίασε. τὸ αὐτὸ καὶ Λεόφρων Ὀλυμπιάσι. καὶ Ἐμπεδοκλῆς ὁ Ἀκραγαντῖνος, Πυθαγορικὸς ὢν καὶ ἐμψύχων ἀπεχόμενος, Ὀλύμπια νικήσας, ἐκ λιβανωτοῦ καὶ σμύρνης καὶ τῶν πολυτελῶν ἀρωμάτων βοῦν ἀναπλάσας διένειμε τοῖς εἰς τὴν πανήγυριν ἀπαντήσασι. καὶ ὁ Χῖος Ἴων τραγῳδίαν νικήσας Ἀθήνησιν ἑκάστῳ τῶν Ἀθηναίων ἔδωκε Χῖον κεράμιον. καὶ ὁ Ἀκραγαντῖνος Τελλίας φιλόξενος ὢν καταλύσασί ποτε φʹ ἱππεῦσιν ὥρᾳ χειμῶνος, ἔδωκεν ἑκάστῳ χιτῶνα καὶ ἱμάτιον. ὅτι Χάρμος ὁ Συρακούσιος εἰς ἕκαστον τῶν ἐν τοῖς δείπνοις παρατιθεμένων στιχίδια καὶ παροιμίας ἔλεγε. Κλέαρχος δὲ ὁ Σολεὺς δειπνολογίαν καλεῖ τὸ ποίημα, ἄλλοι ὀψολογίαν, Χρύσιππος γαστρονομίαν, ἄλλοι ἡδυπάθειαν. ὅτι ἐν τῷ συμποσίῳ Πλάτωνος κηʹ ἦσαν δαιτυμόνες. | ] |
| epsilon | 1994 | [ | Ἐπαύρασθαι· ἐπαπολαῦσαι. τούτου τὴν αἴτησιν προσεμένων καὶ συγχωρούντων ἐπαύρασθαι τῆς χλιδῆς. καὶ αὖθις· ἄπιθι τῆς Ἀκαδημίας, καὶ φεῦγε φιλοσοφίαν· οὐ γάρ σοι θέμις ἐπαύρεσθαι αὐτῆς. πρὸς Κλέαρχον ὁ λόγος τὸν Σολέα, ὃς ἔγραψε διάφορα. ὁρᾷ γὰρ πρός σε ἔχθιστον. | ] |
| kappa | 1714 | [ | Κλέαρχος, Σολεύς· ἔγραψε διάφορα. καὶ Κλέαρχος ὁ Ποντικός, νέος ὢν εἰς Ἀθήνας ἀφίκετο ἀκοῦσαι Πλάτωνος. καὶ λέγων φιλοσοφίας διψῆν, ὀλίγα οἱ συγγενόμενος( ἦν γὰρ θεοῖς ἐχθρός) ὄναρ ὁρᾷ ὅδε ὁ Κλέαρχος γυναῖκά τινα, λέγουσαν πρὸς αὐτόν· ἄπιθι τῆς Ἀκαδημίας καὶ φεῦγε φιλοσοφίαν· οὐ γάρ σοι θέμις ἐπαυρέσθαι αὐτῆς· ὁρᾷ γὰρ πρὸς σὲ ἔχθιστον. ὧν ἀκούσας ἐπάνεισιν εἰς τὴν στρατείαν. φθόνῳ δὲ ἐπικλυσθεὶς ἐκπλεῖ τῆς οἴκοθεν καὶ φυγὰς ἀλώμενος ἔρχεται πρὸς Μιθριδάτην καὶ στρατοπεδευόμενος παρ’ αὐτῷ ἐπῃνεῖτο. οὐ μὴν μετὰ μακρὸν ἐκπίπτουσιν οἱ Ἡρακλεῶται εἰς στάσιν βαρεῖαν· εἶτα ἐπανελθεῖν εἰς φιλίαν καὶ συμβάσεις βουλόμενοι προαιροῦνται ἔφορον τῆς αὖθις ὁμονοίας τὸν Κλέαρχον. ἐπειδὴ δὲ κλητὸς παρεγένετο, καταλύσας ἔν τινι τῶν σταθμῶν τῶν διὰ τῆς ὁδοῦ ὄναρ ὁρᾷ παλαιὸν Ἡρακλεωτῶν τύραννον, Εὐωπίονα ὄνομα, λέγοντα αὐτῷ, ὅτι δεῖ τυραννῆσαί σε τῆς πατρίδος. προσέταττε δὲ καὶ οὗτος φιλοσοφίαν φυλάττεσθαι αὐτόν. ὑπεμνήσθη καὶ τούτων τοίνυν ἐκ τῆς προρρήσεως τῆς Ἀθήνησιν. ἐγκρατὴς δ’ οὖν τῶν κοινῶν γενόμενος ὠμότατός τε ἦν καὶ εἰς ὑπεροψίαν ἐξαφθεὶς ἄμαχον, τοῦ μὲν ἔτι ἄνθρωπος εἶναι κατεφρόνει· προσκυνεῖσθαι δὲ καὶ ταῖς τῶν Ὀλυμπίων γεραίρεσθαι τιμαῖς ἠξίου καὶ στολὰς ἤσθητο θεοῖς συνήθεις καὶ τοῖς ἀγάλμασι τοῖς ἐκείνων ἐπιπρεπούσας· τόν τε υἱὸν τὸν ἑαυτοῦ Κεραυνὸν ἐκάλεσεν. ἀπέκτεινε δὲ αὐτὸν πρῶτον μὲν ἡ δίκη, εἶτα δὲ ἡ χεὶρ ἡ Χιόνιδος· ὅσπερ οὖν ἦν ἑταῖρος Πλάτωνος καὶ χρόνον διήκουσεν αὐτοῦ, καὶ τὸ μισοτύραννον ἐκ τῆς ἐκείνου ἑστίας σπασάμενος ἠλευθέρωσε τὴν πατρίδα. κοινωνὼ δὲ οἱ τῆς καλῆς πράξεως γενέσθαι λέγονται Λεωνίδης τε καὶ Ἀντίθεος, φιλοσόφω καὶ τώδε ἄνδρε. ὅπως δὲ ἔδωκε δίκας ἀνθ’ ὧν ἐτόλμησεν, εἴρηται. | ] |
The Catalog of the Digital Suda project is populated with forms deriving from the linguistic extraction and annotation of expressions about names of authors and works in the Greek text of the Suda (ed. Adler).
This is the first version of the Catalog, which includes the entries of the first and the second volume of the Adler edition (praefatio, alpha, beta, gamma, delta, alphaiota, zeta, eta, iota, theta, kappa, lambda), is based on semi-automatic methods, and linked to external resources. Results are currently checked and analyzed for correction, further disambiguation, NE relation, and coreference resolution. Forthcoming versions of the catalog will allow to search Greek forms and will be enriched with data from other sources as part of the text-based Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project.
Entries of this catalog are also searchable in the unified Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project, which collects data from different ancient Greek sources.
The text of the Suda (ed. Adler) is available as part of the Digital Suda project and provided with a CTS URN retriever: