alpha | 112 | [ | Ἀγαθίας· σχολαστικὸς, Μυριναῖος, ὁ γράψας τὴν μετὰ Προκόπιον [+] ἱστορίαν τὸν Καισαρέα [+], τὰ κατὰ Bελισάριον καὶ τὰς ἐν Ἰταλίᾳ καὶ ἐν Λιβύῃ πράξεις, τουτέστι τὰ κατὰ Nαρσῆν ἐν Ἰταλίᾳ καὶ τὰ ἐν Λαζικῇ καὶ Βυζαντίῳ. οὗτος συνέταξε καὶ ἕτερα βιβλία ἔμμετρά τε καὶ καταλογάδην, τά τε καλούμενα Δαφνιακά, καὶ τὸν Κύκλον τῶν νέων Ἐπιγραμμάτων, ὃν αὐτὸς συνῆξεν ἐκ τῶν κατὰ καιρὸν ποιητῶν. συνήκμασε δὲ Παύλῳ τῷ Σελεντιαρίῳ καὶ Μακεδονίῳ τῷ ὑπάτῳ καὶ Τριβουνιανῷ ἐπὶ τῶν Ἰουστινιανοῦ χρόνων. | ] |
alpha | 410 | [ | Ἀγχίστροφοι: συστραφέντες, ἢ ταχὺ ἐπιστρεφόμενοι. Προκόπιος· ἥ τε μάχη καρτερὰ ἐγεγόνει καὶ ἐκ χειρὸς ἦν, ἀγχιστρόφους τε τὰς διώξεις ἐποιοῦντο ἐς ἀλλήλους ἑκάτεροι. καὶ αὖθις· εἶτα ὑμεῖς τὰς φάλαγγας ἐξελίξαντες ἀγχίστροφοι γενόμενοι, ἀντιμέτωποι γίνεσθε τοῖς διώκουσι. καὶ αὖθις· τῷ ἀγχιστρόφῳ τῆς τύχης. καὶ ὁ Θηραμένης ποικίλος τις ὢν καὶ ἀγχίστροφος, καθωμίλει τοῖς καιροῖς πρὸς τὸ κρεῖττον ἀεὶ διδοὺς ἑαυτόν. | ] |
alpha | 906 | [ | Ἀκμήν: ἔτι. τὰς δὲ ἀκμὴν ἀνασειομένας πόλεις πρὸς τὴν τῶν Ῥωμαίων ἔχθραν τῷ φόβῳ κατασβεννύων. Προκόπιος· ὁ δὲ τοῦ καιροῦ τὴν ἀκμὴν ἐν τῷ παραυτίκα μεθῆκεν, ἧς γε οὐκ ἔτι ἀντιλαβέσθαι οἷός τε ἐγεγόνει. Ἀκμή· ἐν συλλήψει ἢ ἐν διαστάσει. | ] |
alpha | 1492 | [ | Ἁλμαρτάδας: ἀπὸ τῆς ἁμαρτὰς εὐθείας. Προκόπιος· αἱ τῶν γυναικῶν ἁμαρτάδες οὐκ ἐπὶ τοὺς ἄνδρας ἵενται μόνον, ἀλλὰ καὶ παίδων ἅπτονται μᾶλλον, οὕς γε καὶ δόξαν τινὰ φέρεσθαι ἐκ τοῦ ἐπιπλεῖστον συμβήσεται, ὡς φύσει τρόπου ταῖς γειναμέναις ἐοίκασιν. | ] |
alpha | 1822 | [ | Ἀνάγεσθαι: τὸ ἐκ Βυζαντίου ἀπαίρειν. Προκόπιος· οὐ γὰρ θέμις τινὰ ἐκ Βυζαντίου ἀνάγεσθαι πρὸς τῶν ἀνδρῶν. καὶ Ἀνάγειν, τὸ μηνύειν τὸν πεπρακότα καὶ ἐπ’ ἐκεῖνον ἰέναι. οὕτως Λυσίας καὶ Δείναρχος. | ] |
alpha | 1859 | [ | Ἀναδούμενος: στέφανον τιθέμενος. καὶ Ἀναδουμένην, στεφανουμένην. Προκόπιος· αἶσχος ἀναδουμένην οὕτω μέγα πρὸς πάντων ἀνθρώπων. | ] |
alpha | 2056 | [ | Ἀνάρτησις: ἡ ἐπὶ ξύλου καθήλωσις. καὶ Ἀνάρτησον, κρέμασον. καὶ Ἀναρτώμενος, κρεμώμενος. Προκόπιος· ὁ δὲ ἐπανῆκεν ἐπιστολὴν ἔχων ταῖς ὁμοίαις ἐλπίσιν αὐτοὺς ἀναρτῶσαν. | ] |
alpha | 3460 | [ | Ἀπόνοια: ἄνοια, ὕβρις. Προκόπιος· ἀδικούμενοι εἰώθασιν εἰς ἀπόνοιαν τρέπεσθαι οἱ ἄνθρωποι, ὅπερ ἔπαθον καὶ οἱ Βένετοι ἐπὶ Ἰουστινιανοῦ. καὶ πρῶτα μὲν τοῖς στασιώταις τὰ ἀμφὶ τὴν κόμην ἐς νεώτερόν τινα παραβέβληται τρόπον. ἀπεκείροντο γὰρ αὐτὴν οὐδὲν ὁμοίως τοῖς ἄλλοις. τοῦ μὲν γὰρ μύστακος καὶ τοῦ γενείου οὐδαμῆ ἥπτοντο, ἀλλ’ αὐτὸν κατακομᾶν ἐπὶ πλεῖστον ὥσπερ οἱ Πέρσαι ἐς ἀεὶ ἤθελον. τῶν δὲ ἐν τῇ κεφαλῇ τριχῶν τὰ ἔμπροσθεν ἄχρι ἐς τοὺς κροτάφους ἀποτεμνόμενοι, τὰ ὄπισθεν ἀποκρέμασθαί σφισιν ἐπὶ μακρό τατον λόγῳ οὐδενὶ εἴων, ὡς οἱ Μασσαγέται. διὸ καὶ Οὐννικὸν ἐκαλεῖτο τὸ αὐτὸ εἶδος. καὶ τὰ ἱμάτια εὐπάρυφα ἠξίουν εἶναι. καὶ αὖθις Ἰουλιανός· τὸ μὴ προιδέσθαι τό τε δυνατὸν καὶ τὸ ἀδύνατον ἐν πράγμασι τῆς ἐσχάτης ἀπονοίας ἐστὶ σημεῖον. | ] |
alpha | 3485 | [ | Ἀποπορεία: ἡ ἐπαναχώρησις. ἐκκελεύσασθαι δὲ τοῖς ἑπομένοις οἰκέταις ἐπιταχῦναι τὴν ἀποπορείαν. τὴν ἀποστροφὴν, τὴν ἐπάνοδον. Προκόπιος· ὁ δὲ Χοσρόης οὐκ ἐβούλετο τὴν ἀποπορείαν, ᾗπερ ἐληλύθει, ποιήσασθαι. τουτέστι τὴν ἐπάνοδον. | ] |
alpha | 3832 | [ | Ἀρετῶ: τὸ ἀρετῆς ἐπιμελοῦμαι. Προκόπιος· ἀμφότεροι δὲ, οἱ μὲν θανατῶντες, οἱ δὲ ἀρετῶντες, ἐπὶ τοὺς πέλας πολλῷ ἵεντο. | ] |
alpha | 4378 | [ | Ἄτρακτον: βέλος μεταφορικῶς. Σοφοκλῆς· πρὸς δὲ τού τοις, ὅ μοι βάλοι νευροσπαδὴς ἄτρακτος, αὐτὸς ἂν τάλας εἰλυόμην δύστηνος ἐξέλκων πόδα. καὶ Προκόπιος· τινὸς τῶν ἐν ταῖς ἐπάλξεσιν ἀμυνομένων εὐστοχώτατα ἀφιέντος τὸν ἄτρακτον ἀνήρηται βλαβείς. καὶ Μένανδρος· ὁ δὲ ἐπετοξάζετο κατὰ τοῦ βαρβάρου, καὶ μάλα εὐστοχώτατα τὸ κέρας ἐκτείνας ἀφίησι τὸν ἄτρακτον κατὰ τοῦ Κώχ. καὶ ἐν Ἐπιγράμμασι· θερμὸν δ’ ἐπὶ θερμῷ ἰάλλει ἄτρακτον. Ἄτρακτος καὶ τὸ γυναικεῖον ἐργαλεῖον. ἀραχναίοιο μίτου πολυδινέα λάτριν ἄτρακτον, δολιχᾶς οὐκ ἄτερ ἀλακάτας. καὶ αὖθις· καὶ δακτυλότριπτον ἄτρακτον, σπονδυλοδινήτῳ νήματι νηχόμενον. καὶ αὖθις· τόν τε καρηβαρέοντα, πολυροίβητον ἄτρακτον, κλωστῆρα στρεπτάς εὔδρομον ἁρπεδόνας. | ] |
The Catalog of the Digital Suda project is populated with forms deriving from the linguistic extraction and annotation of expressions about names of authors and works in the Greek text of the Suda (ed. Adler).
This is the first version of the Catalog, which includes the entries of the first volume of the Adler edition (praefatio, alpha, beta, and gamma), is based on semi-automatic methods, and linked to external resources. Results are currently checked and analyzed for correction, further disambiguation, NE relation, and coreference resolution. Forthcoming versions of the catalog will allow to search Greek forms and will be enriched with data from other sources as part of the text-based Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project.
Entries of this catalog are also searchable in the unified Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project, which collects data from different ancient Greek sources.
The text of the Suda (ed. Adler) is available as part of the Digital Suda project and provided with a CTS URN retriever: