Antipater) - urn:cts:greekLit:tlg1929Paliura (Wikidata)
Macedonia (Wikidata)
Macedonia (Wikidata) (Pleiades)
urn:cts:greekLit:tlg1929.suda001
urn:cts:greekLit:tlg1929.suda002
| alpha | 2703 | [ | Ἀντίπατρος, Ἰολάου, πόλεως δὲ Παλιούρας τῆς Μακεδονίας, στρατηγὸς Φιλίππου, εἶτα Ἀλεξάνδρου, καὶ διάδοχος βασιλείας· μαθητὴς Ἀριστοτέλους. κατέλιπεν ἐπιστολῶν σύγγραμμα ἐν βιβλίοις βʹ, καὶ ἱστορίαν, τὰς Περδίκκου πράξεις Ἰλλυρικάς. καὶ ἐπετρόπευσε μὲν τὸν υἱὸν Ἀλεξάνδρου, τὸν Ἡρακλέα κληθέντα. μόνος δὲ τῶν διαδόχων θεὸν καλέσαι Ἀλέξανδρον οὐχ εἵλετο, ἀσεβὲς τοῦτο κρίνας. ἐβίω δὲ ἔτη οθʹ καὶ κατέλιπεν υἱὸν καὶ διάδοχον Κάσσανδρον, τὸν τὴν μητέρα Ἀλεξάνδρου ἀνελόντα Ὀλυμπιάδα. ὅτι τῶν Ἀθηναίων τὰς Ἀθήνας Ἀντιπάτρῳ τῷ Μακεδόνι παραδόντων, ἐν δέει ὄντες οἱ δημαγωγοὶ πρὸς τὴν ἐπανάστασιν τοὺς Ἀθηναίους ἐπάραντες, μὴ τὴν αἰτίαν ἐπ’ αὐτοὺς ἐνέγκωσιν, ἔφυγον. οἱ δὲ Ἀθηναῖοι θανάτῳ ἐρήμην τούτους κατεδίκασαν, ὧν ἦν Δημοσθένης ὁ ῥήτωρ καὶ Ὑπερίδης καὶ Ἱμεραῖος, τὴν τοῦ θανάτου εἰσήγησιν εἰσενεγκόντος. ἐγεγόνει γὰρ ἐς οὐδὲν μετριώτερος τῇ γνώμῃ· διότι μηδέ ἐστι φύσεως μεταβολὴ κακίᾳ συνελθούσης· ἡττᾶται δὲ αὐτῆς καὶ νόμου ἐπίταξις μὴ παντελῶς κολάζουσα, καὶ ἰσχύς αὐτῇ ἀνανταγώνιστος ἐφ’ ὅπερ ἂν ῥέψῃ· καὶ οὕτε φόβῳ ἀποτρέπεται τὸ θρασύνεσθαι, οὕτε αἰδὼς ἐξείργουσα παραπεῖσαι ἱκανή ἐστιν ἐς τὸ τῷ νόμῳ ὑπήκοον. | ] |
| alpha | 2704 | [ | Ἀντίπατρος· οὗτος ἐπεὶ διεδέξατο τὴν ἀρχὴν τῶν Μακεδόνων, ἐπολιορκήθη μὲν ἐν Λαμίᾳ τῆς Θεσσαλίας ὑφ’ Ἑλλήνων· ἀναχωρησάντων δὲ τῶν Αἰτωλῶν, εἶτα τῶν ἄλλων, ἐσώθη. νικήσας δὲ ἤτει τοὺς ιʹ ῥήτορας, οὓς ἐξέδοσαν Ἀθηναῖοι, Δημοσθένην, Ὑπερίδην, Λυκοῦργον, Πολύευκτον, Ἐφιάλτην, Θρασύβουλον, Χάρητα, Χαρίδημον, Διότιμον, Πατροκλέα, Κάσσανδρον. | ] |
| kappa | 2251 | [ | Κῶμα· κοίμημα. Ἀλέξανδρος δὲ πλήρης ὢν ἐκ συμποσίου ἐπὶ κῶμον ἦλθεν εἰς Ἀντιπάτρου οἷ πάντες οἱ φίλοι παρακληθείς. | ] |
| kappa | 2335 | [ | Κρατερός, ὁ Μακεδών· ὃς ἦν μέγιστός τε ὀφθῆναι καὶ οὐ πρόσω ὄγκου βασιλικοῦ, τῆς τε σκευῆς τῇ λαμπρότητι διαφέρων, καὶ παντὶ τῷ κόσμῳ κατὰ τὸν Ἀλέξανδρον ἔσταλτο πλὴν τοῦ διαδήματος· καὶ τοῖς συγγινομένοις οἷος σὺν ἐπιεικείᾳ καὶ τοῦ σεμνοῦ προσόντος φιλοφρονέστατος δόξαι καὶ πιθανώτατος τῷ ἐπαγωγῷ τῶν λόγων, ὡς συμβάλλουσι τῇ τε σμικρότητι τοῦ Ἀντιπάτρου σώματος καὶ τῇ φαυλότητι, ἐπὶ τούτοις τῷ ἀπροσμίκτῳ καὶ ἀνημέρῳ ἐς τοὺς ὑπηκόους· [ ὥστε] θεραπεύειν τὸν Κρατερὸν κατὰ βασιλέα, καὶ ἐν ἐπαίνοις ἄγοντας κατὰ τὸ εἰκός, οἷα δὴ στρατηγῶν τὸν εὐτολμότατον καὶ τῶν πολεμικῶν ἔργων συνετώτατον, δεύτερον τῇ προτιμήσει μετὰ Ἀλέξανδρον ἀναμφιλόγως ἄγειν. κίνησίς τε δὴ οὖν ἦν ἐπὶ τούτῳ τῆς στρατιᾶς συμπάσης, Κρατερὸν μὲν οἷα βασιλέα ἐς τὸ ἐπιφανὲς θεραπευούσης, καὶ ἑκάστων ἀπαξιούντων ἐν ἴσῃ μοίρᾳ ἄμφω τετάχθαι, Ἀντιπάτρῳ δὲ κατ’ οὐδὲν ἐθελόντων πείθεσθαι. Εὐμένης δὲ κατὰ τὸν πόλεμον εὑρὼν τὸ Κρατεροῦ σῶμα κείμενον ἔτι ἔμπνουν καταπηδῆσαί τε ἀπὸ τοῦ ἵππου λέγεται αὐτὸν καὶ κατολοφύρασθαι, ἐπιμαρτυρόμενος ἀνδρείαν τε τὴν Κρατεροῦ καὶ σύνεσιν καὶ τὸ ἄγαν ἵλεων τοῦ τρόπου καὶ ἐς φιλίαν τὴν πρὸς αὑτὸν ἀνεπίπλαστον, ὅσον τε πλούτου ἀνέραστον καὶ ὀρθῇ δικαιοσύνῃ σύντροφον· κράτιστος δὲ ἄρα οὗτος, ὅτου τὰ ἀρετῆς ἔργα καὶ παρὰ τοῖς ἐναντίοις τῷ ἐπαίνῳ ξυμφωνούσης ἔχει. ἐντίμως δὲ καὶ μεγαλοπρεπῶς τὸ σῶμα αὐτοῦ ἐκήδευσεν. ἔχει μὲν οὖν καὶ ταῦτα Κρατερῷ ἀγαθὴν δόξαν, πεπίστευται δὲ σωφρονέστατος γενέσθαι καὶ πραότατος καὶ φιλίας κοινωνῆσαι βεβαιότατος, οἷα δὴ τὸ φιλέταιρον φύσει κτησάμενος καὶ ἐπιτηδεύσας. | ] |
| lambda | 84 | [ | Λαμία· ταύτην ἐν τῇ Λιβύῃ Δοῦρις ἐν βʹ Λιβυκῶν ἱστορεῖ γυναῖκα καλὴν γενέσθαι, μιχθέντος δὲ αὐτῇ Διός, ὑφ’ Ἥρας ζηλοτυπουμένην, ἃ ἔτικτεν ἀπολλύναι· διόπερ ἀπὸ τῆς λύπης δύσμορφον γεγονέναι καὶ τὰ τῶν ἄλλων παιδία ἀναρπάζουσαν διαφθείρειν. ἔστι δὲ καὶ πόλις Θεσσαλίας, ὅθεν ὁρμηθέντες οἱ Ἕλληνες μετὰ τὸν Ἀλεξάνδρου θάνατον, Ἀθηναίων ἡγουμένων, τῆς ἐλευθερίας ἀντιποιησάμενοι τὸν Ἀντίπατρον ἐνίκησαν. Μένανδρος Ἀνδρογύνῳ· πλήσας γὰρ ἔφθειρεν ἐκ παρατάξεώς ποθεν τὰς ἐν Λαμίᾳ πάσας. | ] |
| lambda | 257 | [ | Λεόντιος μοναχός· οὗτος ἐπὶ Ζήνωνος ἦν· προφητικῇ χάριτι τὰς ἐπικρύψεις τῶν γραφῶν ἐμφανεῖς ποιῶν πολλοὺς εἶχε τῶν σπουδαίων παρ’ αὐτὸν φοιτῶντας. ἀλυόντων δέ τινων ἐπὶ τοῖς κατὰ τῆς ἐκκλησίας παρὰ τοῦ βασιλέως τερατευομένοις, οὐ δεῖ ξενίζεσθαι, ἔλεγεν, ἐπὶ τοῖς δρωμένοις παρ’ ἀνθρώπου ἐξ ἀνθρώπων τε τὸ ἄρχειν ᾑρημένου, ὁπότε καὶ Σαοὺλ ὁ ψήφῳ θεοῦ βασιλεύσας Ἀβιμέλεχ καὶ τοὺς υἱεῖς ὄντας ἐν τῷ οἴκῳ κυρίου διεχρήσατο μαχαίρᾳ. διαπορούντων δὲ τῶν ἄλλων καὶ οἰομένων μεταβεβλῆσθαι τὴν φύσιν αὐτοῦ ἐξ ἡμέρου εἰς ἀγρίαν, διὰ τὸ τὰ πρῶτα τῆς βασιλείας πρᾶξαί τέ τινα καὶ ὑποσχέσθαι ἕτερα τῶν εἰς χρηστὰ τεινόντων· οὐ μεταβέβληται, ἔφη, τὴν φύσιν, ἀλλ’ ἐνδέδεικται ἐν εὐδαιμονίᾳ τὴν κακίαν, πολὺν χρόνον διὰ τὸν φόβον τοῦ Ἴλλου ἡσυχασθεῖσαν. ἀναγινωσκομένης δὲ βίβλου Κλήμεντος τοῦ Στρωματέως καὶ φθάσαντος χωρίον ἐν ᾧ τοὺς ἄνδρας ἀποσκώπτει τοὺς ἑταιρικῶς τὰς ὄψεις ὑπογράφοντας καὶ βάπτοντας τὰς τρίχας, εἰπόντος τοῦ Λεοντίου, ἆρά γέ ἐστι τις τοῦ βασιλέως ἄτερ, ὁ τὰς τρίχας βάπτων καὶ φυκούμενος τὰς ὄψεις; ὑποτυχών, ἄλλος, ἔφη, μοναχός· ἡμεῖς περὶ ἀνθρώπου διηπορήσαμεν, εἴ γε ὅλως ἀνέχεται κοσμήσει τὴν φύσιν ἐναλλάττειν· οὐ μήν γε τοῦτο διελάβομεν ποιεῖν τὸν βασιλέα. ἀλλ’ εὐτρόχως μὲν λίαν οἱ μοναχοὶ ἀπέσκωψαν τοὺς τὴν τῶν ἀνθρώπων φύσιν εἰς τὴν τῶν θηλειῶν πειρωμένους μετεγγράφειν. ὅτι γὰρ τοὺς τοιούτους καὶ τῶν παλαιῶν πλεῖστοι ἀπεστράφησαν ὡς οὐ βεβαίους, πολλοὺς μέν ἐστιν εὑρεῖν ἐν ἱστορίαις· ἐκδηλότερον δὲ Φίλιππον τὸν τοκέα Ἀλεξάνδρου. ἐπεὶ γὰρ Ἀντίπατρόν τινα τῶν φίλων τάξας εἰς τοὺς δικαστὰς τὸν πώγωνα καταβαπτόμενον εἶδε καὶ τὴν κόμην, ἐξανέστησεν εἰπών, τὸν ἄπιστον ἐν θριξὶ μὴ νομίζειν ἐν πράγμασιν ἀξιόπιστον ὑπάρχειν. | ] |
| phi | 354 | [ | Φίλιππος ὁ βασιλεὺς νικήσας Ἀθηναίους τὴν ἐν Χαιρωνείᾳ μάχην οὐ τοσοῦτον ἤνυσε διὰ τῶν ὅπλων ὅσον διὰ τῆς ἐπιεικείας καὶ φιλανθρωπίας τῶν τρόπων· τῷ μὲν γὰρ πολέμῳ καὶ τοῖς ὅπλοις αὐτῶν μόνων περιεγένετο καὶ κύριος κατέστη τῶν ἀντιταξαμένων, τῇ δ’ εὐγνωμοσύνῃ καὶ μετριότητι πάντας Ἀθηναίους ἅμα καὶ τὴν πόλιν αὐτῶν ἔσχεν ὑποχείριον, οὐκ ἐπιμετρῶν τῷ θυμῷ τοῖς πραττομένοις, ἀλλὰ μέχρι τούτου πολεμῶν καὶ φιλονεικῶν ἕως τοῦ λαβεῖν ἀφορμὰς πρὸς ἀπόδειξιν τῆς αὐτοῦ πραότητος καὶ καλοκαγαθίας. τοιγαροῦν χωρὶς λύτρων ἀποστείλας τοὺς αἰχμαλώτους καὶ κηδεύσας τῶν Ἀθηναίων τοὺς τετελευτηκότας, ἔτι δὲ καὶ συνθεὶς Ἀντιπάτρῳ τὰ τούτων ὀστᾶ καὶ τῶν ἀπαλλαττομένων τοὺς πλείστους ἀμφιέσας, διὰ τὴν ἀγχίνοιαν μεγίστην πρᾶξιν ἀπειργάσατο· τὸ γὰρ Ἀθηναίων φρόνημα καταπληξάμενος τῇ μεγαλοψυχίᾳ πρὸς πᾶν ἑτοίμους αὐτοὺς ἔσχε συναγωνιστὰς ἀντὶ πολεμίων. | ] |
| theta | 199 | [ | Θεόφραστος, Μελάντα γναφέως, οἱ δὲ Λέοντος· ἀπὸ Ἐρεσσοῦ, ἀκουστὴς Ἀριστοτέλους καὶ διάδοχος τῆς σχολῆς τῆς ἐν τῷ περιπάτῳ ὑπ' αὐτοῦ καταλειφθείσης εἰς Χαλκίδα ἐκδημήσαντος. οὗτος πρότερον ἐκαλεῖτο Τύρταμος· διὰ δὲ τὸ θείως φράζειν ὑπ' Ἀριστοτέλους ἐκλήθη Εὔφραστος, εἶτα Θεόφραστος· ὥσπερ Πλάτων διὰ τὸ ἐν τοῖς λόγοις πλάτος τοῦτο ἐπωνομάσθη, πρότερον καλούμενος Ἀριστοκλῆς. μαθητὰς δὲ ἔσχε πλεῖον ἢ ͵βʹ, ἐρώμενον δὲ τὸν Ἀριστοτέλους υἱὸν τοῦ φιλοσόφου Νικόμαχον. ἐτιμήθη δὲ παρὰ Κασσάνδρῳ τῷ Ἀντιπάτρου, καὶ τελευτᾷ κατάπονος ὑπὸ τοῦ ἀεὶ γράφειν γενόμενος, εἶτα ἐνδοὺς ἐπὶ βραχείας ἡμέρας διὰ μαθητοῦ γάμους. βιβλία δὲ αὐτοῦ πάμπλειστα, ὧν καὶ ταῦτα· Ἀναλυτικῶν προτέρων τρία, Ἀναλυτικῶν ὑστέρων ζʹ, Ἀναλύσεως συλλογισμῶν, Ἀναλυτικῶν ἐπιτομήν, Ἀνηγμένων τόπων, Περὶ λίθων, Περὶ φυτῶν, Περὶ μετάλλων, Περὶ ὀδμῶν· καὶ ἄλλα. | ] |
| upsilon | 294 | [ | Ὑπερίδης, υἱὸς Γλαυκίππου τοῦ ῥήτορος, οἱ δὲ Πυθοκλέους, Ἀθηναῖος, ῥήτωρ, τῶν πρώτων κεκριμένων δέκα εἷς· μαθητεύσας ἅμα Λυκούργῳ[ καὶ] Πλάτωνι τῷ φιλοσόφῳ[ καὶ] Ἰσοκράτει τῷ ῥήτορι. καὶ ἀπέβη μὲν δεξιὸς ῥήτωρ, γυναικῶν δὲ ἡττήθη· ἀνῃρέθη δὲ καὶ αὐτὸς ὑπὸ Ἀντιπάτρου τοῦ βασιλέως, ἐξαγαγόντος αὐτὸν τοῦ ἐν Ἑρμιόνῃ ναοῦ τῆς Δήμητρος, δι’ Ἀρχίου τοῦ ἐπικληθέντος Φυγαδοθήρα, καὶ ἀποτμηθεὶς τὴν γλῶτταν ἀπέθανεν. ὁ δὲ υἱὸς αὐτοῦ Γλαύκιππος τὰ ὀστᾶ λαβὼν εἰς τὸ πατρῷον ἔθαψε μνῆμα. εἰσὶ δὲ οἱ πάντες λόγοι αὐτοῦ νϛʹ. | ] |
The Catalog of the Digital Suda project is populated with forms deriving from the linguistic extraction and annotation of expressions about names of authors and works in the Greek text of the Suda (ed. Adler).
This is the first version of the Catalog, which includes all the entries of the four volumes of the Adler edition, is based on semi-automatic methods, and linked to external resources. Results are currently checked and analyzed for correction, further disambiguation, NE relation, and coreference resolution. Forthcoming versions of the catalog will allow to search Greek forms and will be enriched with data from other sources as part of the text-based Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project.
Entries of this catalog are also searchable in the unified Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project, which collects data from different ancient Greek sources.
The text of the Suda (ed. Adler) is available as part of the Digital Suda project and provided with a CTS URN retriever: