Digital Suda
Suidae Lexicon edidit Ada Adler

Loading, please wait...

Authors Catalog

Ptolemaeus II Philadelphus (Ptolemy II Philadelphus) - urn:cts:greekLit:tlg0050

Place of birth (Wikidata Statement)

Kos (Wikidata) (Pleiades)

Place of death (Wikidata Statement)

Alexandria (Wikidata) (Pleiades)

Significant Place (Wikidata Statement)

Ancient Egypt (Wikidata) (Pleiades)

Occupation (Wikidata Statement)

sovereign (Wikidata)

kappa 227[ Καλλίμαχος, υἱὸς Βάττου καὶ Μεσάτμας, Κυρηναῖος, γραμματικός, μαθητὴς Ἑρμοκράτους τοῦ Ἰασέως, γραμματικοῦ· γαμετὴν ἐσχηκὼς τὴν Εὐφράτου τοῦ Συρακουσίου θυγατέρα. ἀδελφῆς δὲ αὐτοῦ παῖς ἦν ὁ νέος Καλλίμαχος, ὁ γράψας περὶ νήσων δι’ ἐπῶν. οὕτω δὲ γέγονεν ἐπιμελέστατος, ὡς γράψαι μὲν ποιήματα εἰς πᾶν μέτρον, συντάξαι δὲ καὶ καταλογάδην πλεῖστα. καί ἐστιν αὐτῷ τὰ γεγραμμένα βιβλία ὑπὲρ τὰ ὀκτακοσία· ἐπὶ δὲ τῶν χρόνων ἦν Πτολεμαίου τοῦ Φιλαδέλφου. πρὶν δὲ συσταθῇ τῷ βασιλεῖ, γράμματα ἐδίδασκεν ἐν Ἐλευσῖνι, κωμυδρίῳ τῆς Ἀλεξανδρείας. καὶ παρέτεινε μέχρι τοῦ Εὐεργέτου κληθέντος Πτολεμαίου, ὀλυμπιάδος δὲ ρκζʹ, ἧς κατὰ τὸ δεύτερον ἔτος ὁ Εὐεργέτης Πτολεμαῖος ἤρξατο τῆς βασιλείας. τῶν δὲ αὐτοῦ βιβλίων ἐστὶ καὶ ταῦτα· Ἰοῦς ἄφιξις, Σεμέλη, Ἄργους οἰκισμός, Ἀρκαδία, Γλαῦκος, Ἐλπίδες, σατυρικὰ δράματα, τραγῳδίαι, κωμῳδίαι, μέλη, Ἴβος [+]( ἔστι δὲ ποίημα ἐπιτετηδευμένον εἰς ἀσάφειαν καὶ λοιδορίαν, εἴς τινα Ἴβον, γενόμενον ἐχθρὸν τοῦ Καλλιμάχου· ἦν δὲ οὗτος Ἀπολλώνιος, ὁ γράψας τὰ Ἀργοναυτικά] · Μουσεῖον, Πίνακες τῶν ἐν πάσῃ παιδείᾳ διαλαμψάντων, καὶ ὧν συνέγραψαν, ἐν βιβλίοις κʹ καὶ ρʹ, Πίναξ καὶ ἀναγραφὴ τῶν κατὰ χρόνους καὶ ἀπἀρχῆς γενομένων διδασκάλων, Πίναξ τῶν Δημοκράτους [+] γλωσσῶν καὶ συνταγμάτων, Μηνῶν προσηγορίαι κατὰ ἔθνος καὶ πόλεις, Κτίσεις νήσων καὶ πόλεων καὶ μετονομασίαι, Περὶ τῶν ἐν Εὐρώπῃ ποταμῶν, Περὶ τῶν ἐν Πελοποννήσῳ καὶ Ἰταλίᾳ θαυμασίων καὶ παραδόξων, Περὶ μετονομασίας ἰχθύων, Περὶ ἀνέμων, Περὶ ὀρνέων, Περὶ τῶν ἐν τῇ οἰκουμένῃ ποταμῶν, Θαυμάτων τῶν εἰς ἅπασαν τὴν γῆν κατὰ τόπους ὄντων συναγωγή. ]
kappa 268[ Κάλυμνος· ὁ ἐν Αἰγύπτῳ σῖτος. ἀντὶ τοῦ Καλύμνιος. ὁ γὰρ Φιλάδελφος ἐκ Καλυδῶνος μετήγαγε τὸ σπέρμα. ὡς ὁ Ἀπολλόδωρός φησι λέγεσθαι καλύδνας, ὡς καλύβας. ]
phi 114[ Φάρος· ἀρσενικῶς λεγόμενος, τὸν ἐν Ἀλεξανδρείᾳ Φάρον σημαίνει· ὃν ἀνέστησεν ἐπὶ Πτολεμαίου βασιλέως Αἰγύπτου Σώστρατος Δεξιφάνους, Κνίδιος, ἐν Φάρῳ τῇ νήσῳ Πρωτέως· ὅτε καὶ Πύρρος ὁ ὑπὸ Ἀχιλλέως τὴν δυναστείαν τῆς Ἠπείρου παρείληφεν. ]
phi 332[ Φιλήτας, Κῷος, υἱὸς Τηλέφου, ὢν ἐπί τε Φιλίππου καὶ Ἀλεξάνδρου, γραμματικὸς κριτικός· ὃς ἰσχνωθεὶς ἐκ τοῦ ζητεῖν τὸν καλούμενον Ψευδόμενον λόγον ἀπέθανεν. ἐγένετο δὲ καὶ διδάσκαλος τοῦ δευτέρου Πτολεμαίου. ἔγραψεν ἐπιγράμματα, καὶ ἐλεγείας καὶ ἄλλα. ]
phi 358[ Φιλίσκος, Κερκυραῖος, Φιλώτου υἱός, τραγικὸς καὶ ἱερεὺς τοῦ Διονύσου ἐπὶ τοῦ Φιλαδέλφου Πτολεμαίου γεγονώς. καὶ ἀπ’ αὐτοῦ τὸ Φιλίσκιον μέτρον προσηγορεύθη, ἐπείπερ αὐτῷ ἐνεδαψιλεύετο. ἔστι δὲ τῆς δευτέρας τάξεως τῶν τραγικῶν, οἵτινές εἰσιν ζʹ καὶ ἐκλήθησαν Πλείας. αἱ δὲ τραγῳδίαι αὐτοῦ εἰσι μβʹ. ]
phi 441[ Φιλόχορος, Κύκνου, Ἀθηναῖος, μάντις καὶ ἱεροσκόπος· γυνὴ δὲ ἦν αὐτῷ Ἀρχεστράτη. κατὰ δὲ τοὺς χρόνους γέγονεν ὁ Φιλόχορος Ἐρατοσθένους, ὡς ἐπιβαλεῖν πρεσβύτῃ νέον ὄντα Ἐρατοσθένει. ἐτελεύτησε δὲ ἐνεδρευθεὶς ὑπὸ Ἀντιγόνου, ὅτι διεβλήθη προσκεκλικέναι τῇ Πτολεμαίου βασιλείᾳ. ἔγραψεν Ἀτθίδος βιβλία ιζʹ· περιέχει δὲ τὰς Ἀθηναίων πράξεις καὶ βασιλεῖς καὶ ἄρχοντας, ἕως Ἀντιόχου τοῦ τελευταίου τοῦ προσαγορευθέντος θεοῦ· ἔστι δὲ πρὸς Δήμωνα· Περὶ μαντικῆς δʹ, Περὶ θυσιῶν αʹ, Περὶ τῆς Τετραπόλεως, Σαλαμῖνος κτίσιν, Ἐπιγράμματα Ἀττικά, Περὶ τῶν Ἀθήνησιν ἀγώνων, βιβλία ιζʹ, Περὶ τῶν Ἀθήνησιν ἀρξάντων ἀπὸ Σωκρατίδου καὶ μέχρι Ἀπολλόδωρον, Ὀλυμπιάδας ἐν βιβλίοις βʹ, Πρὸς τὴν Δήμωνος [+] Ἀτθίδα, Ἐπιτομὴν τῆς ἰδίας Ἀτθίδος, Ἐπιτομὴν τῆς Διονυσίου [+] πραγματείας περὶ ἱερῶν, Περὶ τῶν Σοφοκλέους [+] μύθων βιβλία εʹ, Περὶ Εὐριπίδου [+], Περὶ Ἀλκμᾶνος [+], Περὶ μυστηρίων τῶν Ἀθήνησι, Συναγωγὴν ἡρωΐδων ἤτοι Πυθαγορείων [+] γυναικῶν, Δηλιακὰ βιβλία βʹ, Περὶ εὑρημάτων, Περὶ καθαρμῶν, Περὶ συμβόλων. ]
sigma 1185[ Στράτων, Λαμψακηνός, φιλόσοφος, Θεοφράστου γνώριμος καὶ διάδοχος, υἱὸς δὲ Ἀρκεσιλάου ἢ Ἀρκεσίου· ὃς ἐπεκλήθη Φυσικὸς διὰ τὸ παρ’ ὁντιναοῦν ἐπιμεληθῆναι τῆς φυσικῆς θεωρίας. καθηγήσατο δὲ καὶ Πτολεμαίου τοῦ ἐπικληθέντος Φιλαδέλφου. καὶ ἔγραψε βιβλία πολλά. ]

 

Catalog of Authors and Works

The Catalog of the Digital Suda project is populated with forms deriving from the linguistic extraction and annotation of expressions about names of authors and works in the Greek text of the Suda (ed. Adler).

This is the first version of the Catalog, which includes all the entries of the four volumes of the Adler edition, is based on semi-automatic methods, and linked to external resources. Results are currently checked and analyzed for correction, further disambiguation, NE relation, and coreference resolution. Forthcoming versions of the catalog will allow to search Greek forms and will be enriched with data from other sources as part of the text-based Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project.

Entries of this catalog are also searchable in the unified Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project, which collects data from different ancient Greek sources.

The text of the Suda (ed. Adler) is available as part of the Digital Suda project and provided with a CTS URN retriever:

Search Fields

Output Fields

 

LAGL - Linked Ancient Greek and Latin     Creative Commons License