Plutarch) - urn:cts:greekLit:tlg0007Chaeronea (Wikidata) (Pleiades)
Chaeronea (Wikidata) (Pleiades)
Chaeronea (Wikidata) (Pleiades)
essayist (Wikidata)
priest (Wikidata)
magistrate (Wikidata)
biographer (Wikidata)
historian (Wikidata)
writer (Wikidata)
philosopher (Wikidata)
urn:cts:greekLit:tlg0007.suda001 -
Parallel Lives
| alphaiota | 77 | [ | Αἴγυπτος· ὄνομα κύριον. καὶ ἡ χώρα τῶν Αἰγυπτίων. ὅτι ὅτε ἀφίκετο Ἑρμῆς, ὁ υἱὸς Πήκου, τοῦ καὶ Διός, Μεστρὲμ ἐβασίλευε τῶν ἐκεῖ· ὃν μετωνόμασαν Αἴγυπτον, ἀφ’ οὗ καὶ Αἴγυπτος ἡ χώρα· τοῦ γένους τοῦ Νῶε. ὅτι ἐν ταῖς μʹ ἡμέραις γεγόνασιν αἱ κατ’ Αἴγυπτον πληγαί. ὅτι Ἀναξαγόρας καὶ Πυθαγόρας εἰς Αἴγυπτον ἀφικόμενοι καὶ τοῖς Αἰγυπτίων καὶ Ἑβραίων αὐτόθι σοφοῖς ὁμιλήσαντες τὴν περὶ τῶν ὄντων γνῶσιν ἠκουτίσθησαν, ὕστερον δὲ καὶ Πλάτων, ὡς Πλούταρχος ἐν τοῖς Παραλλήλοις φησίν. οὐ μὴν δὲ ἀλλὰ καὶ θεοὺς Αἰγύπτιοι πρῶτοι τὸν ἥλιον καὶ τὴν σελήνην ὠνόμασαν καλέσαντες τὸν μὲν ἥλιον Ὄσιριν, τὴν δὲ σελήνην Ἴσιν, ἅτε ὁρῶντες αὐτοὺς δρόμῳ ἰόντας καὶ θέοντας, θεούς ἐκ τοῦ θέειν καὶ ἰέναι. | ] |
| delta | 1319 | [ | Δογματίζει· θεολογεῖ, φυσιοῦται. Δογματίζειν ἐστὶ τὸ δόξαν τιθέναι, ὡς τὸ νομοθετεῖν νόμους τιθέναι. δόγματα δὲ ἑκατέρως καλεῖται, τό τε δοξαζόμενον καὶ ἡ δόξα αὐτή. τούτων δὲ τὸ μὲν δοξαζόμενον πρότασίς ἐστιν, ἡ δὲ δόξα ὑπόληψις. ὁ τοίνυν Πλάτων περὶ μὲν ὧν κατείληφεν ἀποφαίνεται, τὰ δὲ ψευδῆ διελέγχει, περὶ δὲ τῶν ἀδήλων ἐπέχει. καὶ περὶ τῶν αὐτῷ δοκούντων ἀποφαίνεται διὰ τεσσάρων προσώπων, Σωκράτους, Τιμαίου, τοῦ Ἀθηναίου ξένου. εἰσὶ δ’ οἱ ξένοι, οὐχ ὥς τινες ὑπέλαβον, Πλάτων καὶ Παρμενίδης, ἀλλὰ πλάσματά ἐστιν ἀνώνυμα. περὶ δογμάτων. οἱ μὲν γενητόν, οἱ δὲ ἀγένητον, καὶ οἱ μὲν ἔμψυχον, οἱ δὲ ἄψυχον. Ἀναξαγόρας δὲ καὶ Πυθαγόρας εἰς Αἴγυπτον ἀφικόμενοι καὶ τοῖς Αἰγυπτίων καὶ Ἑβραίων αὐτόθι σοφοῖς ὁμιλήσαντες τὴν περὶ τῶν ὄντων γνῶσιν ἠκουτίσθησαν· ὕστερον δὲ καὶ Πλάτων, ὡς Πλούταρχος ἐν τοῖς Παραλλήλοις φησίν. οὐ μὴν δὲ ἀλλὰ καὶ θεοὺς Αἰγύπτιοι πρῶτοι τὸν ἥλιον καὶ τὴν σελήνην ὠνόμασαν καλέσαντες τὸν μὲν ἥλιον Ὄσιριν, τὴν δὲ σελήνην Ἴσιν, ἅτε ὁρῶντες αὐτοὺς δρόμῳ ἰόντας καὶ θέοντας θεοὺς ἐκ τοῦ θέειν καὶ ἰέναι. | ] |
| epsilon | 157 | [ | Ἐγγώνιος τράπεζα· ἡ μὴ στρογγύλη καὶ μὴ ἄγαν περιφερής. ἐν τῷ συνδείπνῳ τῷ τοῦ Μαικήνα τράπεζα ἐγγώνιος ἦν ὑπὸ τῇ κλισίᾳ, τὸ μέγεθος μεγίστη καὶ κάλλος ἄμαχος· καὶ οἷα εἰκὸς ἐπῄνουν ἄλλοι ἄλλως αὐτήν. ὁ δὲ Ἰόρτιος οὐκ ἔχων ὅτι παρ’ ἑαυτοῦ τερατεύσασθαι, σιγῆς γενομένης, ἐκεῖνο δὲ οὐκ ἐννοεῖτε, ὦ φίλοι συμπόται, ὡς στρογγύλη ἐστὶ καὶ ἄγαν περιφερής. ἐπὶ τοίνυν τῇ ἀκράτῳ κολακείᾳ, ὡς τὸ εἰκός, γέλως κατερράγη. Πλούταρχος. | ] |
| iota | 53 | [ | Ἰάσων, Ἀργεῖος, ἱστορικός, νεώτερος Πλουτάρχου τοῦ Χαιρωνέως, γραμματικός. ἔγραψε περὶ τῆς Ἑλλάδος βιβλία δʹ· ἔχει δὲ ἀρχαιολογίαν Ἑλλάδος καὶ τὰ ἀπὸ τῶν Μηδικῶν τά τε κατ’ Ἀλέξανδρον ἕως τελευτῆς αὐτοῦ καὶ τὰ μέχρι τῆς Ἀθηναίων ἁλώσεως, τῆς γενομένης ὑπὸ Ἀντιπάτρου τοῦ πατρὸς Κασάνδρου. | ] |
| iota | 423 | [ | Ἰόρτιος· ὄνομα κύριον. ὁ τοίνυν Ἰόρτιος οὐκ ἔχων ὅ τι παρ’ ἑαυτοῦ τερατεύσασθαι, σιγῆς γενομένης· ἐκεῖνο δὲ οὐκ ἐννοεῖτε, ὦ φίλοι συμπόται, ὡς στρογγύλη ἐστὶν ἡ τράπεζα καὶ ἄγαν περιφερής; ἐπὶ τοίνυν τῇ ἀκράτῳ κολακείᾳ ὡς τὸ εἰκὸς γέλως κατερράγη· ἐγγώνιος γὰρ ἦν καὶ οὐ στρογγύλη ἡ τοῦ Μαικήνα τράπεζα. Πλούταρχος. | ] |
| kappa | 237 | [ | Κάλλιππος, Ἀθηναῖος, φιλόσοφος, Πλάτωνος μαθητής· ὃς ἐν Συρακούσαις ἀνῃρέθη τυραννεῖν ἐπιχειρήσας· πονηρὸς οὗτος ἱστόρηται παρὰ τῷ Πλουτάρχῳ, καὶ Δίωνος τοῦ Συρακουσίου προδότης. | ] |
| lambda | 96 | [ | Λαμπρίας, Πλουτάρχου τοῦ Χαιρωνέως υἱός. ἔγραψε Πίνακα ὧν ὁ πατὴρ αὐτοῦ ἔγραψε περὶ πάσης Ἑλληνικῆς καὶ Ῥωμαϊκῆς ἱστορίας. | ] |
| mu | 321 | [ | Μαικήνας· ὄνομα κύριον. ἐν τῷ συνδείπνῳ τοῦ Μαικήνα τράπεζα ἐγγώνιος ἦν. ἀντὶ τοῦ οὐ στρογγύλη, οὐδὲ περιφερής. Πλούταρχος. καὶ ζήτει ἐν τῷ ἐγγώνιος τράπεζα. | ] |
| nu | 90 | [ | Νάφθα· τριγενὲς τοῦτο· κοινῶς μὲν γὰρ ἡ νάφθα, εὕρηται δὲ καὶ οὐδετέρως τὸ νάφθα, παρὰ Πλουτάρχῳ δὲ καὶ ὁ νάφθος. ὅτι οἱ μὲν Ἕλληνες Μηδείας ἔλαιον ταύτην καλοῦσιν, οἱ δὲ Μῆδοι νάφθαν. | ] |
| omega | 4 | [ | Ὠβάξ· παρὰ Πλουτάρχῳ. | ] |
| phi | 4 | [ | Φαβωρῖνος, Ἀρλεάτου τῆς ἐν Γαλλίᾳ πόλεως, ἀνὴρ πολυμαθὴς κατὰ πᾶσαν παιδείαν, γεγονὼς δὲ τὴν τοῦ σώματος ἕξιν ἀνδρόγυνος( ὅν φασιν ἑρμαφρόδιτον) , φιλοσοφίας μεστός, ῥητορικῇ δὲ μᾶλλον ἐπιθέμενος· γεγονὼς ἐπὶ Τραϊανοῦ τοῦ καίσαρος καὶ παρατείνας μέχρι τῶν Ἀδριανοῦ χρόνων τοῦ βασιλέως. ἀντεφιλοτιμεῖτο γοῦν καὶ ζῆλον εἶχε πρὸς Πλούταρχον τὸν Χαιρωνέα εἰς τὸ τῶν συνταττομένων βιβλίων ἄπειρον. γέγραπται γοῦν αὐτῷ φιλόσοφά τε καὶ ἱστορικά, ὧν πολὺς ἀριθμός. ἔστι δὲ καὶ τῶν βιβλίων αὐτοῦ ταῦτα· Περὶ τῆς Ὁμήρου [+] φιλοσοφίας, Περὶ Σωκράτους [+] καὶ τῆς κατ’ αὐτὸν ἐρωτικῆς τέχνης, Περὶ Πλάτωνος [+], Περὶ τῆς διαίτης τῶν φιλοσόφων· καὶ ἄλλα. οὗτος ἔγραψε καὶ γνωμολογικά. | ] |
| pi | 1793 | [ | Πλούταρχος, Χαιρωνεὺς τῆς Βοιωτίας, γεγονὼς ἐπὶ τῶν Τραιανοῦ τοῦ Καίσαρος χρόνων καὶ ἐπίπροσθεν. μεταδοὺς δὲ αὐτῷ Τραιανὸς τῆς τῶν ὑπάτων ἀξίας προσέταξε μηδένα τῶν κατὰ τὴν Ἰλλυρίδα ἀρχόντων παρὲξ τῆς αὐτοῦ γνώμης τι διαπράττεσθαι. ἔγραψε δὲ πολλά. | ] |
| sigma | 235 | [ | Σέξστος, Χαιρωνεύς, ἀδελφιδοῦς Πλουτάρχου, γεγονὼς κατὰ Μάρκον Ἀντωνῖνον τὸν Καίσαρα, φιλόσοφος, μαθητὴς Ἡροδότου τοῦ Φιλαδελφαίου. ἦν δὲ τῆς Πυρρωνείου ἀγωγῆς καὶ τοσοῦτον πρὸς τιμῆς τῷ βασιλεῖ ἦν, ὥστε καὶ συνδικάζειν αὐτῷ. ἔγραψεν Ἠθικά, Ἐπισκεπτικὰ βιβλία ιʹ. ὅτι μετὰ θάνατον Κομοδοῦ ἐτόλμησέ τις Σέξστος τε εἶναι φῆσαι καὶ πρὸς ἀνάληψιν τοῦ τε πλούτου καὶ ἀξιώματος ὁρμῆσαι καὶ πολλά γε ὑπὸ πολλῶν ἀνακριθεὶς ἐκομψεύσατο, ὡς μέντοι καὶ τῶν Ἑλληνικῶν τι αὐτὸν ὁ Περτίναξ, ὧν ἐκεῖνος διεπεφύκει, ἀνήρετο, πλεῖστον ἐσφάλη, μηδὲ συνεῖναι τὸ λεγόμενον δυνηθείς. οὕτω που τὸ μὲν εἶδος ἐκ φύσεως καὶ τ ἄλλα ἐξ ἐπιτηδεύσεως αὐτῷ ἐῴκει, τῆς δὲ δὴ παιδείας αὐτοῦ οὐ μετεσχήκει. | ] |
| sigma | 406 | [ | Σικχός· σκώπτης. ἢ ὁ ἀνόρεκτος, καὶ ἀσθενής. Πλούταρχος· τὰ ῥωμαλεώτερα τῶν ζῴων τοὺς στομάχους σκορπίους καὶ ὄφεις ἐσθίοντα καταπέττει· οἱ δὲ σικχοὶ καὶ νοσώδεις ἄρτον καὶ ὕδωρ προσφερόμενοι ναυτιῶσιν. | ] |
| sigma | 1337 | [ | Σύλλας, Σύλλου· ὄνομα κύριον. ὅτι ἐπὶ Σύλλα τοῦ ὑπάτου ὁ ἐμφύλιος Ῥωμαίων ἀνήφθη πόλεμος. ἐπισημῆναι δὲ τὴν τῶν μελλόντων κακῶν φορὰν Λίβιός φησι καὶ Διόδωρος. ἐξ ἀνεφέλου τοῦ ἀέρος καὶ αἰθρίας πολλῆς ἦχον ἀκουσθῆναι σάλπιγγος, ὀξὺν ἀποτεινούσης καὶ θρηνώδη φθόγγον. καὶ τοὺς μὲν ἀκούσαντας ἅπαντας ἔκφρονας ὑπὸ δέους γενέσθαι· τοὺς δὲ Τυρρηνῶν μάντεις μεταβολὴν τοῦ γένους καὶ μετακόσμησιν ἀποφήνασθαι σημαίνειν τὸ τέρας. εἶναι μὲν γὰρ ἀνθρώπων ηʹ γένη, διαφέροντα τοῖς βίοις καὶ τοῖς ἤθεσιν ἀλλήλων· ἑκάστῳ δὲ ἀφωρίσθαι χρόνον ὑπὸ τοῦ θεοῦ, συμπεραινόμενον ἐνιαυτοῦ μεγάλου περιόδῳ. τῆς γοῦν προτέρας περιόδου τελευτώσης καὶ ἑτέρας ἐνισταμένης, κινεῖσθαί τι σημεῖον ἐκ γῆς ἢ οὐρανοῦ θαυμάσιον, ὃ δῆλον εὐθὺς τοῖς τὰ τοιαῦτα σοφοῖς γίνεσθαι, ὅτι καὶ τρόποις ἄλλοις καὶ βίοις ἄνθρωποι χρώμενοι γεγόνασι καὶ θεοῖς ἧττον τῶν προτέρων μέλονται. ταῦτα μὲν οὖν εἴτε οὕτως εἴτε ἄλλως πως ἔχει, σκοπεῖν παρίημι. ὅτι Σύλλας ὁ ὕπατος ἀπάρας ἐξ Ἐφέσου προσσχών τε ταῖς Ἀθήναις ἐνδιέτριψε τῇ πόλει χρόνου τινὸς καὶ τὴν Ἀπελλικῶντος τοῦ Τηΐου καταλαβὼν ἐνταῦθα βιβλιοθήκην ἀνείλετο· ἐν ᾗ πλεῖστα τῶν Ἀριστοτέλους καὶ Θεοφράστου βιβλίων ἦν, οὔπω τότε τοῖς πολλοῖς, ᾗ φησι Πλούταρχος, γνωριζόμενα, ἀλλ’ ἐντεῦθεν ἐς τὴν τῶν ἀνθρώπων ἐκφοιτήσαντα γνῶσιν. ὅτι Σύλλας ὁ ὕπατος ἐπιλογισμὸν τῶν ἑαυτοῦ πράξεων ποιήσας Εὐτυχῆ ἑαυτὸν ἐκάλει καὶ ἔγραφε. καί ποτε Λαβερία, Ῥωμαία γυνὴ οὐκ ἀφανής, ἐξόπισθεν τοῦ Σύλλου πορευομένη ἐπιβάλλει τὴν χεῖρα καὶ κροκύδα τοῦ ἱματίου σπᾷ. τοῦ δὲ ἐπιστραφέντος, οὐδὲν δεινόν, εἰπεῖν, αὐτόκρατορ· ἀλλὰ βούλομαι τῆς σῆς κἀ γὼ μικρὸν εὐτυχίας μεταλαβεῖν. τὸν δὲ ὑπερησθῆναί τε τῷ ῥηθέντι καὶ μετὰ μικρὸν ἀγαγέσθαι ταύτην γυναῖκα, τῆς Μετέλλης ἤδη τεθνηκυίας. | ] |
| tau | 832 | [ | Τοῦ σελίνου δεῖται· ἐπὶ τῶν ἀσφαλῶς νοσούντων. καὶ γὰρ εἰώθαμεν τὰ μνήματα στεφανοῦν σελίνοις, ὥς φησι Πλούταρχος. | ] |
| upsilon | 319 | [ | Ὑπερκύπτω· αἰτιατικῇ. ἰστέον δέ, ὅτι τὸ ὑπερκύπτω ἡ μὲν ἔσω γραφὴ ἔχει αἰτιατικὴν καὶ ὁ Πλούταρχος, ἡ δὲ Χαρίκλεια γενικήν· ὑπερκύψαντες τοῦ ὄρους. | ] |
The Catalog of the Digital Suda project is populated with forms deriving from the linguistic extraction and annotation of expressions about names of authors and works in the Greek text of the Suda (ed. Adler).
This is the first version of the Catalog, which includes all the entries of the four volumes of the Adler edition, is based on semi-automatic methods, and linked to external resources. Results are currently checked and analyzed for correction, further disambiguation, NE relation, and coreference resolution. Forthcoming versions of the catalog will allow to search Greek forms and will be enriched with data from other sources as part of the text-based Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project.
Entries of this catalog are also searchable in the unified Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project, which collects data from different ancient Greek sources.
The text of the Suda (ed. Adler) is available as part of the Digital Suda project and provided with a CTS URN retriever: