Digital Suda
Suidae Lexicon edidit Ada Adler

Loading, please wait...

Authors Catalog

Theaetetus (Theaetetus) - urn:cts:greekLit:lagl0437

Place of birth (Wikidata Statement)

Athens (Wikidata)

Place of death (Wikidata Statement)

Athens (Wikidata)

Occupations (Wikidata Statement)

mathematician (Wikidata)

philosopher (Wikidata)

alpha 1523[ Ἀμβλίσκουσιν: ἀποβάλλουσιν. ὃ συμβαίνει ταῖς διαφθειρούσαις καὶ προβαλλούσαις τὰ κυήματα. Πλάτων Θεαιτήτῳ [+]. καὶ Ἀλμβλίσκειν καὶ Ἐξαμβλοῦν, τὸ διαφθείρειν καὶ ἀφανίζειν. ]
alpha 1930[ Ἀναλαμβάνειν· αἰτιατικῇ. ἐπὶ τοῦ ἀνέχειν. ὅτι ἔμελλε τοῖς φιλοσόφοις καὶ τοῦ κοσμίως ἀναλαμβάνειν τὴν ἐσθῆτα καὶ τοὺς μὴ τοῦτο ποιοῦντας ἔσκωπτον. Πλάτων ἐν Θεαιτήτῳ [+]· πάντα δυναμένους ὀξέως τε καὶ τορῶς διακονεῖν, ἀναλαβέσθαι δ’ οὐκ ἐπισταμένους ἐπιδεξιελευθέρως οὐδὲ ἁρμονίαν λόγων λαβόντας ὑπαντῆσαι θεῶν. Ἄλεξις δέ φησι περὶ ἐσθῆτος οὕτως· ἓν γὰρ νομίζω τοῦτο τῶν ἀνελευθέρων εἶναι, τὸ βαδίζειν ἀρρύθμως ἐν ταῖς ὁδοῖς, ἐξὸν καλῶς· οὗ μήτε πράττεται τέλος, μηδὲν γὰρ ἡμᾶς, μήτε δι’ ἑτέρων λαβεῖν τιμὴν δόντας, φέρει δὲ τοῖς μὲν χρωμένοις δόξης τιν’ ὄγκον, τοῖς δ’ ὁρῶσιν ἡδονήν, κόσμον δὲ τῷ βίῳ. τὸ τοιοῦτον γέρας τίς οὐκ ἂν αὐτὸ κτῷτο φάσκων νοῦν ἔχειν. Ἀναλαμβάνειν, ἀντὶ τοῦ ἀνακτάσθαι. Ἀππιανός· τότε δὲ ἔθει τις δρόμῳ δηλώσων τῷ Πέρσῃ λουομένῳ καὶ τὸ σῶμα ἀναλαμβάνοντι. ὁ δὲ ἐξήλατο τοῦ ὕδατος, βοῶν ὅτι ἑαλώκοι πρὸ τῆς μάχης. ]
alpha 2258[ Ἄνεμος: τὸ πνεῦμα τοῦ ἀνέμου. καὶ τὸ στοιχεῖον, ἐν ᾧ πνέει ὁ ἄνεμος. καὶ Ἀνεμίδιον. Πλάτων ἐν Θεαιτήτῳ [+]· γόνιμον ἀνεμίδιον τυγχάνει. ]
alpha 3561[ Ἀποστοματίζειν: ἀπὸ μνήμης λέγειν. καὶ Ἀπὸ στόματος, ἄνευ γραμμάτων. ὁ δὲ κελεύει ἀπὸ στόματος φράζειν τοῖς ἡγεμόσι τῶν Μάρδων. καὶ Ἀπὸ στόματος, ὡς ἡμεῖς τὸ μὴ διὰ γραμμάτων, ἀλλ’ ἀπὸ μνήμης. Φιλήμων Νεμομένοις· ἀπὸ στόματος ἅπαντʹ, ἐὰν βούλησθʹ, ἐρῶ. Κρατῖνος δὲ ταυτὸ τοῦτ’ ἀπὸ γλώττης, Νόμοις· ἀλλὰ, μὰ Δί, οὐκ οἶδ’ ἔγωγε γράμματ’ οὐδ’ ἐπίσταμαι, τὰ ἄλλα ἀπὸ γλώττης φράσω σοι· μνημονεύω γὰρ καλῶς. Θουκυδίδης ζʹ· καὶ ἥκοντες εἰς τὰς Ἀθήνας οἱ ἀπὸ τοῦ Νικίου, ὅσα τε ἀπὸ γλώττης εἴρητο αὐτοῖς εἶπον. Πλάτων Θεαιτήτῳ [+]· ἀτὰρ τίνες ἦσαν οἱ λόγοι; ἔχοις ἂν διηγήσασθαι; οὐ μὰ τὸν Δί’ οὔκουν, οὔγε ἀπὸ στόματος, ἀλλ’ ἐγραψάμην μὲν τοῦτ’ εὐθὺς οἴκαδ’ ἐλθὼν ὑπομνήματα. καὶ Ἀποστοματίζειν φασὶ τὸν διδάσκαλον, ὅταν κελεύῃ τὸν παῖδα λέγειν ἄττα ἀπὸ στόματος. ]
beta 198[ Βδέλλεται: ἀμέλγει. Πλάτων εἰς τὸν Θεαίτητον [+] βδάλλεται λέγει. ]
chi 564[ Χρυσῆν σειρήν· οὕτως ὑπὸ Ὁμήρου τὸν ἥλιον λεγόμενον ἐν Θεαιτήτῳ [+] Πλάτων φησί. ]
omega 84[ Ὦ μέλε· παρὰ τοῖς νεωτέροις ὑπὸ τῶν γυναικῶν λέγεται μόνον· ὡς τὸ ὦ τάλαν· παρὰ δὲ τοῖς παλαιοῖς καὶ ὑπ’ ἀνδρῶν. καὶ ἐν Ἱππεῦσιν Ἀριστοφάνους καὶ ἐν Θεαιτήτῳ [+] Πλάτωνος. Μένανδρος Συνερώσῃ· ἄφες τὸν ἄνθρωπον. τί κόπτεις, ὦ μέλε; σημαίνει δὲ ὦ δείλαιε, ὦ πονηρέ. ἔνιοι δὲ ὦ ἐπιμελείας ἄξιε καὶ οἷον μεμελημένε. πρόσφθεγμα, τουτέστι κάκιστε, κακοδαιμονέστατε, οἰκτρότατε. ]
omega 163[ Ὠργασμένος· ἀντὶ τοῦ μεμαλαγμένος, ἀναδεδευμένος. Πλάτων Θεαιτήτῳ [+]· ὅταν μὲν ὁ καιρός του ἐν τῇ ψυχῇ βαθύς τε καὶ πολὺς καὶ λεῖος καὶ μετρίως ὠργασμένος. Ὀργάζειν δὲ κυρίως τὸ ταῖς χερσὶ τὸν πηλὸν ἀναδεύειν καὶ φυρᾶν. ]
tau 513[ Τηνάλλως· μάτην. καὶ οὐ τηνάλλως, μετὰ τῆς ἀποφάσεως λέγεται. ὁ δὲ Φιλήμων Νυκτί· τὸ κανοῦν δὲ ὁ παῖς περίεισι τηνάλλως ἔχων. ἔστι καὶ παρὰ τοῖς περὶ Δημοσθένην καὶ ἐν Θεαιτήτῳ [+] Πλάτωνος. ὡς δὲ λόγους τηνάλλως ταῦτα ἤκουσαν ὄντα, χωροῦσιν ἐς σύμβασιν πρὸς Ζήνωνα πάλιν. ]
theta 93[ Θεαίτητος, Ἀθηναῖος, ἀστρολόγος, φιλόσοφος, μαθητὴς Σωκράτους, ἐδίδαξεν ἐν Ἡρακλείᾳ. πρῶτος δὲ τὰ πέντε καλούμενα στερεὰ ἔγραψε. γέγονε δὲ μετὰ τὰ Πελοποννησιακά. ]
theta 94[ Θεαίτητος, Ἡρακλείας Πόντου, φιλόσοφος, ἀκροατὴς Πλάτωνος. ]
upsilon 77[ Ὑεικόν· ὑὸς ἴδιον, χοίρου ἔργον. λέγεται τὸν Σωκράτην ἄλλων τε πολλῶν παρόντων καὶ τοῦ Εὐθυδήμου εἰπεῖν, ὅτι ὑεικὸν αὐτῷ δοκοίη πάσχειν ὁ Κριτίας, ἐπιθυμῶν Εὐθυδήμῳ προσκνήσασθαι, ὥσπερ τὰ ὑΐδια τοῖς λίθοις. Ξενοφῶν φησιν. ὑηνῶν θρεμμάτων· καὶ ἔδοξέ μοι τοῦτο οὐκ ἀνθρώπινον, ἀλλ’ ὑηνῶν τινων μᾶλλον εἶναι θρεμμάτων. Πλάτων Νόμων ζʹ. ὑηνεῖς· ὗς δὲ δὴ καὶ κυνοκεφάλους λέγων, οὐ μόνον αὐτὸς ὑηνεῖς, ἀλλὰ καὶ τοὺς ἀκούοντας τοῦτο δρᾶν πρὸς τὰ συγγράμματά μου ἀναπείθεις, οὐ καλῶς ποιῶν. Πλάτων Θεαιτήτῳ [+]. ]
upsilon 424[ Ὑπηνέμια· ὑπηνέμια καλεῖται τὰ δίχα συνουσίας καὶ μίξεως. σύνηθες δὲ λέγειν αὐτοῖς ἀνεμίδιον. Πλάτων ἐν Θεαιτήτῳ [+]· γόνιμον ἀνεμίδιον τυγχάνει. ]
upsilon 425[ Ὑπηνέμια· ὑπηνεμία ὡς ἡμεῖς λέγουσιν. Ἀριστοφάνης Δαιδάλῳ· ἐνίοτε πολλοὶ τῶν ἀλεκτρυόνων βίᾳ ὑπηνέμια τίκτουσιν ᾠὰ πολλάκις. Πλάτων δὲ ὁ φιλόσοφος ἐν Θεαιτήτῳ [+] ἀνεμιαῖα. καὶ Μένανδρος Δακτυλίῳ· ἀνεμιαῖον ἐγένετο. τὰ δίχα σπέρματος ἄρρενος. ]

 

Catalog of Authors and Works

The Catalog of the Digital Suda project is populated with forms deriving from the linguistic extraction and annotation of expressions about names of authors and works in the Greek text of the Suda (ed. Adler).

This is the first version of the Catalog, which includes all the entries of the four volumes of the Adler edition, is based on semi-automatic methods, and linked to external resources. Results are currently checked and analyzed for correction, further disambiguation, NE relation, and coreference resolution. Forthcoming versions of the catalog will allow to search Greek forms and will be enriched with data from other sources as part of the text-based Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project.

Entries of this catalog are also searchable in the unified Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project, which collects data from different ancient Greek sources.

The text of the Suda (ed. Adler) is available as part of the Digital Suda project and provided with a CTS URN retriever:

Search Fields

Output Fields

 

LAGL - Linked Ancient Greek and Latin     Creative Commons License