Digital Suda
Suidae Lexicon edidit Ada Adler

Loading, please wait...

Authors Catalog

David (David) - urn:cts:greekLit:lagl0383

Place of birth (Wikidata Statement)

Bethlehem (Wikidata) (Pleiades)

Place of death (Wikidata Statement)

Jerusalem (Wikidata) (Pleiades)

Occupations (Wikidata Statement)

herder (Wikidata)

ruler (Wikidata)

poet (Wikidata)

warlord (Wikidata)

instrumentalist (Wikidata)

monarch (Wikidata)

alpha 35[ Ἀβεσαλώμ: ὄνομα κύριον. ὃς τοῦ ἰδίου πατρὸς Δαβὶδ κατεξανέστη καὶ ἀνῃρέθη ὑπ’ αὐτοῦ ἐν τῷ πολέμῳ. ]
alpha 104[ Ἄβυσσον: ἣν οὐδὲ βυθὸς χωρῆσαι δύναται· Ἴωνες δὲ τὸν βυθὸν βυσσόν φασιν. ὅθεν δοκεῖ λέγεσθαι καὶ βυσσοδομεύειν, παρὰ τὸ δύνω, τὸ ὑπεισέρχομαι, κατὰ τροπὴν βύω, βύσω, βέβυσμαι, βέβυσαι, βυσὸς καὶ ἀβύσσος, οὗ οὐδεὶς εἰσέρχεται διὰ τὸ βάθος. Ἀριστοφάνης Βατράχοις· εὐθὺς γὰρ ἐπὶ λίμνην μεγάλην ἥξεις πάνυ ἄβυσσον. καὶ οὐδετέρως φησὶν ὁ αὐτός· ἕως ἂν ᾖ τὸ ἀργύριον τὸ ἄβυσσον παρὰ τῇ θεῷ, οὐκ εἰρηνεύσουσιν. ἐν γὰρ τῇ ἀκροπόλει χίλια τάλαντα ἀπέκειτο. Ἄβυσσον καλεῖ τὴν ὑγρὰν οὐσίαν ἡ θεία γραφή. ἐπεὶ οὖν ἡ γῆ πανταχόθεν ὕδασι περιέχεται μεγάλοις καὶ μικροῖς πελάγεσιν, εἰκότως περιβόλαιον αὐτῆς εἴρηκεν ὁ Δαβίδ. καὶ, ἄβυσσος ἄβυσσον ἐπικαλεῖται, ὁ αὐτὸς προφήτης φησίν· τὰ στρατιωτικὰ λέγων τάγματα καὶ τὴν τοῦ πλήθους ὑπερβολὴν τροπικῶς. ὡς ἔν ἀβύσσῳ τινὶ ὑποβρύχιος ἐγενόμην. Ἄβυσσος οὖν ὑδάτων πλῆθος πολύ. ]
alpha 234[ Ἁγίασμα: ὁ θεῖος νεώς. Δαβίδ· ἐγενήθη Ἰουδαία ἁγίασμα αὐτοῦ. καὶ Ἁγιαστία, ἡ ἁγιωσύνη. ἀγιστεία δὲ διφθόγγῳ. ]
alpha 449[ Ἄδερ· ὁ ἀλιτήριος, ὁ ἐπαναστὰς Σολομῶντι. παῖς οὗτος ἦν, Ἰδουμαῖος γένος, ἐκ βασιλικῶν σπερμάτων. καταστρεψαμένου δὲ τὴν Ἰδουμαίαν Ἰωάβου τοῦ Δαβὶδ στρατηγοῦ καὶ πάντας τοὺς ἐν ἀκμῇ καὶ φέρειν ὅπλα δυναμένους διαφθείραντος μησὶν ἓξ, φυγὼν οὗτος ἧκε πρὸς Φαραὼ τὸν Αἰγύπτου βασιλέα. ὁ δὲ φιλοφρόνως αὐτὸν ὑποδεξάμενος οἶκόν τε αὐτῷ δίδωσι καὶ χώραν εἰς διατροφήν καὶ γένομενον ἐν ἡλικίᾳ λίαν ἠγάπα, ὡς καὶ τῆς αὐτοῦ γυναικὸς αὐτῷ δοῦναι πρὸς γάμον τὴν ἀδελφὴν, ὄνομα Θαφίνην, ἐξ ἧς υἱὸς αὐτῷ γενόμενος τοῖς τοῦ βασιλέως παισὶ συνανετράφη. ἀκούσας οὖν τὸν Δαβὶδ θάνατον ἐν Αἰγύπτῳ καὶ τὸν Ἰωάβου, προσελθὼν ἐδεῖτο τοῦ Φαραῶ ἐπιτρέπειν αὐτῷ βαδίζειν εἰς τὴν πατρίδα. τοῦ δὲ βασιλέως ἀνακρίνοντος, τίνος ἐνδεὴς ὢν ἢ τί παθῶν ἐσπούδακε καταλείπειν αὐτὸν, τότε μὲν οὐκ ἀφείθη, ὕστερον δὲ καθ’ ὃν ἤδη καιρὸν Σολομῶνι τὰ πράγματα κακῶς εἶχε διὰ τὰς προειρημένας αἰτίας καὶ παρανομίας καὶ τὴν ὀργὴν τὴν ἐπ’ αὐτοῖς, τοῦ θεοῦ συγχωρήσαντος τῷ Φαραῶνι ὁ Ἄδερος ἧκεν εἰς τὴν Ἰδουμαίαν. ὃς τῆς Συρίας βασιλεύσας κατέτρεχε τὴν τῶν Ἰσραηλιτῶν χώραν, ἐπιτίθεται δὲ Σολομῶνι. ]
alpha 797[ Ἄκανθα: ἡ ἁμαρτία. Δαβίδ· ἐν τῷ ἐμπαγῆναι μοι ἄκανθαν. ὡς ἄχρηστον βλάστημα καὶ ὡς κεντεῖν πεφυκός. ]
alpha 862[ Ἀκηδία: ῥᾳθυμία, ἀχθηδὼν, λύπη. Δαβίδ· καὶ ἠκηδίασεν ἐπ’ ἐμὲ τὸ πνεῦμα μου. ]
alpha 1348[ Ἀλλοτρίως: πολεμίως. καὶ ὁ Δαβίδ· καὶ ἀπὸ ἀλλοτρίων φεῖσαι τοῦ δούλου σου. τουτέστι τῶν δυσμενῶν. ]
alpha 1637[ Ἄμωμος: ὁ καθαρός. καὶ ἀναίτιος. Δαβίδ· τοῦ κατατοξεῦσαι ἐν ἀποκρύφοις ἄμωμον. ]
alpha 1801[ Ἀναβάσεις: αἱ προκοπαί, εἰς τὸ ἐναντίον δὲ καταβάσεις. καὶ Ἀναβάσεις καρδίας, οἱ εὐσεβεῖς περὶ θεοῦ λογισμοί. Δαβίδ· ἀναβάσεις ἐν τῇ καρδίᾳ αὐτοῦ διέθετο. ]
alpha 2517[ Ἀνθομολογησόμεθα: ἀντὶ τοῦ εὐχαριστήσομεν. Δαβίδ· ἀνθομολογησόμεθά σοι ὁ θεός. ὑπὲρ τῆς εὐεργεσίας ὁμολογοῦμεν χάριτας καὶ ἀναγράπτους ταύτας ποιήσομεν. καὶ Ἀνθωμολογεῖτο, διηγεῖτο. ὁ δὲ ἀνθωμολογεῖτο πρός τινας τῶν ἐν Ῥώμη μετὰ ταῦτα μηδὲν ἑωρακέναι φοβερώτερον καὶ δεινότερον φάλαγγος Μακεδονικῆς. καὶ αὖθις· ταῦτα μὲν οὖν ἀνθωμολογήσαντο πρὸς ἀλλήλους. ἀντὶ τοῦ συνέθεντο, συνεφώνησαν. καὶ αὖθις· περὶ Σωκράτους τάδε ἐγράψατο καὶ ἀνθωμολογήσατο Μέλητος. ]
alpha 2826[ Ἀξίωμα: ἡ ἱκετεία. Δαβίδ· εἰσέλθοι τὸ ἀξίωμά μου ἐνώπιον σοῦ, Kύριε. ]
alpha 3431[ Ἀπολύων· αἰτιατικῇ. τῷ θανάτῳ παραπέμπων. ὁ Δαβίδ· κύριε, ἀπολύων ἀπὸ γῆς διαμέρισον αὐτοὺς ἐν τῇ ζωῇ αὐτῶν. ἄλλος δὲ ἑρμηνεὺς ἀπὸ ὀλίγων φησίν. ]
alpha 3531[ Ἀποσκορακίζει: εὐτελίζει, ἐξορίζει, διώκει. οἱ δὲ εἶπον ἀντὶ τοῦ ἀπορρίψει. Δαβίδ· βοηθός μου γενοῦ, μὴ ἀποσκορακίσῃς με. ἀπὸ ἱστορίας· τὸ γὰρ ἐς κόρακας ὕβρις ἦν παρὰ τοῖς παλαιοῖς. ]
alpha 4138[ Ἀσεβῶν: παρὰ τῷ Δαβὶδ τῶν τὸν θεὸν ἀγνοούντων. ]
alpha 4177[ Ἀσκὸς ἐν πάχνῃ· ὁ Δαβὶδ λέγει, ὅτι ἐγενήθην ὡς ἀσκὸς ἐν πάχνῃ. ὁ ἀσκὸς θερμαινόμενος χαυνοῦται καὶ φυσώμενος ἐξογκοῦται, ἐν δὲ τῇ πάχνῃ σκληρύνεται καὶ πήγνυται. οὕτω καὶ τοῦ σώματος ἡ φύσις χαυνοῦται μὲν τῇ τρυφῇ καὶ ἐξογκοῦται, τῇ δὲ ἀσκητικῇ ἀγωγῇ ταπεινοῦται καῖ πιέζεται. καὶ τούτου μάρτυς ὁ Παῦλος βοῶν· ἀλλ’ ὑποπιέζω μου τὸ σῶμα καὶ δουλαγωγῶ, μή πως ἄλλοις κηρύξας αὐτὸς ἀδόκιμος γένωμαι. τοιγάρτοι καὶ ὁ προφήτης, ἐπειδὴ διωκόμενος ὑπὸ τοῦ Σαοὺλ κρείττων ἦν τῶν παθῶν, εἰρήνης δὲ ἀπολαύσας τοῖς ἀπὸ τῆς τρυφῆς ἐβλάβη σκιρτήμασι, ταπεινώσας τὸ σῶμα τῶν θείων νόμων τὴν μνήμην ἀνενεώσατο. καὶ Ἀσκὸς Κτησιφῶντος· Ἀριστοφάνης· κατὰ τὰ πάτρια τοὺς χοὰς πίνειν ὑπὸ τῆς σάλπιγγος· ὃς δ’ ἂν ἐκπίῃ πρώτιστος, ἀσκὸν Κτησιφῶντος λήψεται. ἐν γὰρ ταῖς Χοαῖς ἀγὼν ἦν περὶ τοῦ ἐκπιεῖν πρῶτόν τινα χοᾶ, καὶ ὁ νικῶν ἐστέφετο φυλλίνῳ στεφάνῳ καὶ ἀσκὸν οἴνου ἐλάμβανε. πρὸς σάλπιγγας δὲ ἔπινον. ὁ δὲ Κτησιφῶν ὡς παχὺς καὶ προγάστωρ ἐσκώπτετο. ἐτίθετο δὲ ἀσκὸς πεφυσημένος ἐν τῇ τῶν Χοῶν ἑορτῇ ἐφ’ οὗ τοὺς πίνοντας πρὸς ἀγῶνας ἑστάναι, τὸν προπιόντα δὲ ὡς νικήσαντα λαμβάνειν ἀσκόν. ἔπινον δὲ μέτρον τι οἷον χοᾶ. καὶ Ἀσκοφορεῖν. ἐν ταῖς Διονυσιακαῖς πομπαῖς, τὰ μὲν ὑπὸ τῶν ἀστῶν ἐπράττετο, τὰ δὲ τοῖς μετοίκοις ποιεῖν ὑπὸ τῶν νομοθετησάντων προσετέτακτο. οἱ μὲν οὖν μέτοικοι χιτῶνας ἐνεδύοντο χρῶμα ἔχοντας φοινικοῦν καὶ σκάφος ἔφερον· ὅθεν σκαφηφόροι προσηγορεύοντο. οἱ δὲ ἀστοὶ ἐσθῆτα εἷχον, ἣν ἐβούλοντο, καὶ ἀσκοὺς ἐπ’ ὤμων ἔφερον· ὅθεν ἀσκοφόροι ἐκαλοῦντο. καὶ παροιμία· Ἀσκῷ μορμολύττεσθαι, ἐπὶ τῶν εἰκῆ καὶ διακενῆς δεδιττομένων. καὶ Ἀσκωλίαζον· ἑορτὴν οἱ Ἀθηναῖοι ἦγον τὰ Σκώλια, ἐν ᾗ ἥλλοντο τοῖς ἀσκοῖς εἰς τιμὴν τοῦ Διονύσου. δοκεῖ δὲ ἐχθρὸν εἶναι τῇ ἀμπέλῳ τὸ ζῷον. ἀμέλει γοῦν καὶ ἐπίγραμμα φαίνεται πρὸς τὴν αἶγα οὕτως ἔχον· κἤν με φάγῃς ἐπὶ ῥίζαν, ὅμως δ’ ἔτι καρποφορήσω, ὅσσον ἐπιλεῖψαι σοὶ, τράγε, θυομένῳ. Ἀσκωλίαζε δὲ ἀντὶ τοῦ ἅλλου· κυρίως ἀσκωλιάζειν ἔλεγον τὸ ἐπὶ τῶν ἀσκῶν ἅλλεσθαι ἕνεκα τοῦ γελωτοποιεῖν. ἐν μέσῳ δὲ τοῦ θεάτρου ἐτίθεντο ἀσκοὺς πεφυσημένους καὶ ἀληλιμμένους, εἰς οὓς ἐναλλόμενοι ὠλίσθαινον· καθάπερ Εὔβουλος ἐν Δαμαλίᾳ φησὶν οὕτως· καὶ πρός γε τούτοις ἀσκὸν ἐς μέσον καταθέντες ἐνάλλεσθε καὶ καγχάζετε ἐπὶ τοῖς καταρρέουσιν ἀπὸ κελεύσματος. καὶ Ἀσκωλιάζοντς, ἐφ’ ἑνὸς ποδὸς ἐφαλλόμενοι, ὑστερούμενοι τῶν κατὰ φύσιν. ὃ δὲ ἐμοὶ δοκεῖν, ὁρμῇ τῇ παρὰ τοῦ Ἀσκληπιοῦ ἐς τὸν δεσπότην την ἀσκωλιάζων θάτερον τῶν ποδῶν ἔρχεται, καὶ ὄρθριον ᾀδομένου τοῦ παιᾶνος τῷ Ἀσκληπιῷ ἑαυτὸν ἀποφαίνει τῶν χορευτῶν, ἕνα καὶ ἐν τάξει στὰς ὥσπερ οὖν παρά τινος λαβὼν χοροδέκτου τὴν στάσιν, ὡς οἷός τε ἦν συνᾴδειν ἐπειρᾶτο τῷ ὀρνιθείῳ μέλει. καὶ Ἀσκωλιασμὸς ὁμοίως, τὸ ἐφ’ ἑνὸς ποδὸς βαίνειν. ὅτι οἱ ἀσκοὶ ἁλσὶ σμηχόμενοι βελτίονες γίνονται. ]
alpha 4333[ Ἀτεκνία: ἡ λήθη. Δαβίδ· ἀνταπεδίδοσάν μοι πονηρὰ ἀντὶ ἀγαθῶν καὶ ἀτεκνίαν τῇ ψυχῇ μου. ὡς διὰ τῶν τέκνων φυλαττομένης τῆς μνήμης. ]
alpha 4657[ Ἄφρων καὶ ἄνους: διαφέρει ἄφρων καὶ ἄνους. ἀνόητόν φασι τὸν καλούμενον σοφὸν, ὡς συνιέναι τὸ δέον οὐκ ἐθελήσαντα, ἀμαθῆ δὲ τὸν τῆς σοφίας ἀμύητον, κακίᾳ δὲ ὅμως συζήσαντα. ὁ Δαβὶδ δὲ ἔφησεν· ἐπὶ τὸ αὐτὸ ἄφρων καὶ ἄνους ἀπολοῦνται. ]
alpha 4694[ Ἀχίας· προφήτης οὗτος ἐπὶ Ἱεροβοὰμ βασιλέως τῶν Ἑβραίων ἦν. κάμνοντος δ’ αὐτῷ κατ’ ἐκεῖνον καιρὸν τοῦ παιδὸς, τὴν γυναῖκα αὐτοῦ προσέταξεν ἥκειν, ἔνθα διέτριβεν ὁ Ἀχίας, περὶ τῆς τοῦ παιδὸς ὑγείας, μετασχηματισαμένης τὴν στολήν. μελλούσης δὲ αὐτῆς εἰς τὴν οἰκίαν εἰσιέναι τὰς ὄψεις ἠμαυρωμένου διὰ τὸ γῆρας, ἐπιφανεὶς ὁ θεὸς ἀμφότερα αὐτῷ μηνύει, τήν τε τοῦ Ἱεροβοὰμ γυναῖκα, καὶ τί μέλλει λέγειν αὐτῇ. καὶ παριούσης ὡς ξένης ἀνεβόησεν· εἴσελθε, ὦ γύναι· τί κρύπτεις σαυτήν; τὸν γὰρ θεὸν οὐ λανθάνεις. ἄπελθε δὲ πρὸς τὸν ἄνδρα· τάδε λέγει κύριος· ἐπεί σε μέγαν ἐκ μικροῦ καὶ μηδενὸς ὄντος ἐποίησα, καὶ ἀποσχίσας τὴν βασιλείαν ἀπὸ τοῦ Δαβὶδ γένους σοὶ ταύτην ἔδωκα, σὺ δὲ τούτων ἠμνημόνησας καὶ τὴν ἐμὴν θρησκείαν καταλιπὼν χωνευτοὺς θεοὺς κατεσκεύασας καὶ τούτους τιμᾶς, σὲ πάλιν καθαιρήσω καὶ πᾶν ἐξολοθρεύσω σου τὸ γένος καὶ κυσὶ καὶ ὄρνισι βορὰν γενέσθαι ποιήσω. μεθέξει δὲ τῆς τιμωρίας καὶ τὸ πλῆθος ἐκπεσὸν τῆς ἀγαθῆς γῆς διασπαρὲν εἰς τοὺς πέραν Εὐφράτου τόπους, διότι τοῖς σοῖς ἀσεβήμασι κατηκολούθησε. τὸν δὲ σὸν υἱὸν καταλήψῃ τεθνηκότα. ἅπερ καὶ γέγονεν. ]
alphaiota 255[ Αἰών· ὁ νωτιαῖος μυελός· ἢ χρόνος ἀΐδιος. σημαίνει δὲ εʹ. Αἰὼν καὶ ὁ παρὼν βίος. Δαβίδ· ὁ αἰὼν ἡμῶν εἰς φωτισμὸν τοῦ προσώπου σου. ]
alphaiota 363[ Αἴτημα· ἡ ἐπιθυμία. Δαβίδ· καὶ ἔδωκεν αὐτοῖς τὸ αἴτημα αὐτῶν. ]
beta 136[ Βασάν: αἰσχύνη. εἶπε Κύριος, ἐκ Βασὰν ἐπιστρέψω. ὁ Δαβίδ φησι. ]
beta 276[ Βίβλοι θεοῦ: ἡ γνῶσις αὐτὴ καὶ ἡ ἄληστος μνήμη. Δαβίδ· καὶ ἐπὶ τὸ βιβλίον σου πάντες γραφήσονται. ]
beta 523[ Βραχίων: τροπικῶς ἡ δύναμις, ἐπειδὴ δι’ αὐτοῦ ἐργάζεσθαι πεφύκασιν οἱ ἄνθρωποι. Δαβίδ· ὅτι βραχίονες ἁμαρτωλῶν συντριβήσονται. ]
chi 238[ Χεῖρα· τὸ χειρόγραφον. Ὑπερίδης. Χεῖρας θεοῦ ὁ Δαβὶδ τὴν τοῦ θεοῦ προμήθειαν φησίν. εἰς χεῖράς σου παρατίθημι τὸ πνεῦμά μου. λύσις ὀνείρου· χεῖρας καθαίρειν φροντίδων δηλοῖ λύσιν. ]
chi 315[ Χιόνος. καὶ Χιονωθήσονται, ψυχρανθήσονται, ἢ λαμπρυνθήσονται. Δαβίδ· χιονωθήσονται ἐν Σελμών. ]
chi 409[ Χορός· τὸ σύστημα τῶν ἐν ταῖς ἐκκλησίαις ᾀδόντων. διῃρέθησαν δὲ οἱ χοροὶ τῶν ἐκκλησιῶν εἰς δύο μέρη ἐπὶ Κωνσταντίου τοῦ υἱοῦ Κωνσταντίνου τοῦ μεγάλου καὶ Φλαβιανοῦ, ἐπισκόπου Ἀντιοχείας, διχῆ τοὺς Δαυιτικοὺς ψαλμοὺς ᾄδοντες. ὅπερ ἐν Ἀντιοχείᾳ πρῶτον ἀρξάμενον εἰς πάντα περιῆλθε τῆς οἰκουμένης τὰ πέρατα. ]
chi 419[ Χοῦς θανάτου· ὁ τάφος, ἅτε δὴ χωννυμένων τῶν θαπτομένων. Δαβίδ· καὶ εἰς χοῦν θανάτου κατήγαγές με. ]
chi 521[ Χρῖσις· τὸ χρῖσμα τοῦ τῆς βασιλείας ἐλαίου, ὅπερ οἱ προφῆται διὰ κέρατος ἐπιφερόμενοι, ἔχριον τοῖς βασιλεῦσι. καὶ ὁ Δαβὶδ τῆς μὲν χρίσεως ἠξιώθη διὰ Σαμουήλ· τὰς δὲ τοῦ λαοῦ ἀναγορεύσεις ἡ ἱστορία χρίσεις ἀδιαφόρως ὠνόμασε. καὶ αὖθις· νέκταρι δ’ εἰνάλιαι Νηρηΐδες ἐχρίσαντο( ἀντὶ τοῦ ἔχρισαν) καὶ νέκυν ἀκταίῃ θῆκαν ὑπὸ σπιλάδι. ]
chi 522[ Χρῖσμα· τὸ τῆς βασιλείας. ὅτι ὁ Δαβὶδ εἰς βασιλείαν τρίτον ἐχρίσθη. καὶ σημαίνει καὶ τὸν ἐλαίῳ κεχρισμένον, καὶ τὸν προφήτην. Χριστήρια δέ, μεθ’ ὧν οἱ ἱερεῖς ἐχρίοντο τοπαλαιόν. ]
delta 94[ Δαυίδ, προφήτης, προπάτωρ τοῦ κυρίου καὶ θεοῦ ἡμῶν. ὃς μετὰ τὸ βασιλεῦσαι ἐπορεύετο μεγαλυνόμενος, καὶ κύριος παντοκράτωρ ἦν μετ’ αὐτοῦ. εἶχε δὲ δυνατοὺς ἄνδρας λζʹ, ὥστε τὸν μικρὸν αὐτῶν ποιεῖν πρὸς ρʹ, τὸν δὲ μέγαν πρὸς χιλίους ἄνδρας. δυνατοὶ καὶ ἀκαταγώνιστοι πρὸς τοὺς ἐναντίους, θυρεοὺς αἴροντες καὶ δόρατα μέγιστα, κοῦφοι τοῖς ποσίν, ὡς δορκάδες ἐπὶ τῶν ὀρέων τρέχοντες. ἡ κατασκευὴ αὐτῶν ἔκπληκτος, τὰ πρόσωπα αὐτῶν ὡς λεόντων. τοὺς δὲ πολεμιστάς, οὓς εἶχε Δαβὶδ μετ’ αὐτοῦ, μυριάδες τλβʹ καθὼς ἠριθμήθη ὑπὸ Ἰωὰβ τοῦ ἀρχιστρατήγου αὐτοῦ. καὶ τοῦτο πονηρὸν ἐφάνη ἔναντι κυρίου, καὶ ἀπέστειλε κύριος Γὰδ τὸν προφήτην πρὸς Δαβὶδ καὶ εἶπε· τάδε λέγει κύριος ὁ θεός· ἔκλεξαι σεαυτῷ γενέσθαι σοι ἓν τῶν τριῶν, ἢ τρία ἔτη λιμὸν ἐν τῇ γῇ, ἢ μῆνας τρεῖς φεύγειν ἔμπροσθεν τῶν ἐχθρῶν σου, ἢ τρεῖς ἡμέρας θάνατον ἐν τῇ γῇ σου. καὶ εἶπε Δαβίδ· στενά μοι πάντοθεν τὰ τρία· πλὴν ἐμπεσοῦμαι εἰς χεῖρας κυρίου. καὶ ἐξελέξατο τὸν θάνατον, καὶ ἀπέθανον ἀπὸ πρωΐθεν μέχρι ὥρας ἀρίστου χιλιάδες οʹ. καὶ εἶπε Δαβίδ· ἐγώ εἰμι ὁ ποιμὴν ὁ κακοποιήσας, οὗτοι τὰ πρόβατα· γενέσθω δὴ ἡ χείρ σου ἐπ’ ἐμοί. καὶ παρακληθεὶς ὁ κύριος ἀπέστειλε τὴν χεῖρα αὐτοῦ καὶ συνέσχεν ἡ θραῦσις, καὶ ᾠκοδόμησεν ἐκεῖ Δαβὶδ θυσιαστήριον. ]
delta 95[ Δαυίδ, βασιλεὺς Ἰσραήλ. διώκοντος αὐτὸν τοῦ Σαούλ, ἐμπεσόντος δὲ τοῦ Σαοὺλ εἰς χεῖρας τοῦ Δαβὶδ καὶ ἅπαξ καὶ δίς, καὶ μηδὲν ἀδικηθέντος, ἔφη Δαβὶδ ὁ πραότατος πρὸς Σαοὺλ τὸν ἀπανθρωπότατον· ἵνα τί καταδιώκεις, ὦ βασιλεῦ, τοῦ λαβεῖν τὴν ψυχήν μου; δικάσαι κύριος ἀναμέσον ἐμοῦ καὶ σοῦ καὶ ἐκδικήσει με ἐκ χειρός σου. ἡ δὲ χείρ μου οὐκ ἔσται ἐπὶ σέ, καθὼς λέγεται τῇ ἀρχαίᾳ παραβολῇ, ὅτι ἐξ ἀνόμων ἐξελεύσεται πλημμέλεια. καὶ ὁ μὲν οἶκος Δαβὶδ ἐπορεύετο καὶ ἐκραταιοῦτο, ὁ δὲ οἶκος Σαοὺλ ἐπορεύετο καὶ ἠσθένει. εἶτα τῶν ἀλλοφύλων κατὰ Σαοὺλ ἐστρατοπεδευκότων, τοῦ δὲ πρὸς τὴν ἐγγαστρίμυθον ἀπελθόντος καὶ τὴν ἀπόφασιν δεξαμένου, προθύμως εἰσῆλθεν εἰς τὸν πόλεμον καὶ τοξευθεὶς τὰ ὑποχόνδρια ἐτελεύτησεν. οὗτος ἐν πολέμοις ἄριστος ἦν καὶ τῶν νόμων ἀκριβὴς φύλαξ καὶ πάντας πολεμίους ἐχειρώσατο ὀλίγοις τέ τισι πταίσμασι τὸ σῶμα πιεσθεὶς θείαις ἐπαιδεύετο μάστιξι. πρὸς γὰρ τῶν ἑαυτοῦ παίδων μικροῦ δεῖν τῆς βασιλείας ἐξέπεσε γέλως τε τοῖς πολεμίοις ἀπεδείχθη. καὶ ταῦτα μετανοίαις καὶ δάκρυσιν ἐθεράπευσεν. ἦν δὲ ὁ Δαβὶδ ἐνάρετος καὶ ἀνδρεῖος ὡς οὐκ ἄλλος τις, ἐν δὲ τοῖς ὑπὲρ τῶν ὑπηκόων ἀγῶσι πρῶτος ἐπὶ τοὺς κινδύνους ὥρμα, τῷ πονεῖν καὶ μάχεσθαι παρακελευόμενος τοὺς στρατιώτας ἐπὶ τὰς πράξεις, ἀλλ’ οὐχὶ τῷ προστάττειν ὡς δεσπότης, νοῆσαί τε καὶ συνιδεῖν περὶ τὰς τῶν μελλόντων καὶ τῶν ἐνεστηκότων οἰκονομίας ἱκανώτατος, σώφρων, ἐπιεικής, χρηστὸς πρὸς τοὺς ἐν συμφοραῖς ὑπάρχοντας, μὴ ἐξαμαρτών, εἰ μὴ περὶ τὴν τοῦ Οὐρίου γυναῖκα. κατέλιπε δὲ πλοῦτον, ὅσον οὐκ ἄλλος βασιλεὺς οὔτε Ἑβραίων οὔτε ἄλλων ἐθνῶν. ὅτι ὁ Δαβὶδ εἰς βασιλέα τρίτον ἐχρίσθη. ]
delta 96[ Δαυίδειος σορός· καὶ Δαυίδειον μέλος, τὸ τοῦ Δαβίδ. ]
delta 564[ Διαθήκη καὶ ὁ νόμος. Δαβίδ· ἐβεβήλωσαν τὴν διαθήκην αὐτοῦ. εἴρηκε γάρ, ἀγαπήσεις τὸν πλησίον σου ὡς ἑαυτόν. οἱ δὲ οὐκ ἤκουσαν αὐτοῦ. ]
delta 577[ Διακενῆς· ἄνευ τινὸς προφάσεως. Δαβίδ· αἰσχυνθήτωσαν οἱ ἀνομοῦντες διακενῆς. ]
delta 636[ Διαλογή· διάλεξις, ὁμιλία· Δαβίδ· ἡδυνθείη αὐτῷ ἡ διαλογή μου. ]
delta 933[ Διεξόδους ὑδάτων· ἀντὶ τοῦ κρουνηδὸν ἐφέροντο τὰ δάκρυα. Δαβίδ· διεξόδους ὑδάτων κατέδυσαν οἱ ὀφθαλμοί μου. Διέξοδοι οὖν ὑδάτων οἱ ὀχετοί. ]
delta 965[ Διέστειλεν· ἀντὶ τοῦ οὐκ ἀναμφιβόλως ἐχρήσατο τοῖς λόγοις. περὶ Μωσέως δέ ἐστι. Δαβίδ· καὶ διέστειλεν ἐν τοῖς χείλεσιν αὐτῶν. ]
delta 1075[ Δικαιοσύνη καὶ ἡ τελεία ἀρετὴ καὶ ἡ δικαία αἴτησις, ὡς ὁ ψάλλων· Δαυίδ· εἰσάκουσον, κύριε, δικαιοσύνης μου. ]
delta 1352[ Δομετιανός, βασιλεὺς Ῥωμαίων, ἀδελφὸς Τίτου, οὗ διάδοχος γενόμενος οὐ τὴν πατρικὴν καὶ ἀδελφικὴν ἐζήλωσεν ἄριστον πολιτείαν, ἀλλὰ τὴν Τιβερίου καὶ Νέρωνος ἀνοσιουργίαν ἐκ διαμέτρου. καὶ δὴ πᾶν εἶδος κακίας ἐπελθὼν μιαιφονίας τε καὶ γυναικομανίας ἅμα καὶ ἀνδρομανίας ἀνάπλεως γενόμενος ἑαυτὸν ὁ ἄθεος τελευταῖον ἀπεθέωσε. κἀντεῦθεν οὖν ἔχθιστον ἅπασι καὶ ἀπόβλητον διὰ τὸ φονικόν τε καὶ θηριῶδες τῆς μιαρᾶς γνώμης ἑαυτὸν ὁ τάλας ἀποφήνας, εἰκότως μάλα τὰ ἐπίχειρα τῆς οἰκείας δυσμενείας κομισάμενος αἰσχίστῳ μόρῳ τὸν μυσαρὸν καὶ βέβηλον καταστρέφει βίον. οὗτος σὺν τῷ βασκάνῳ δαίμονι νεμεσήσας τῷ ἀδελφῷ τοῦτον ἀναιρεῖ φαρμάκῳ, ἔρωτι τῆς ἀρχῆς. καὶ πονηρῶς τὰ πράγματα Ῥωμαίων διαθεὶς οὐδὲν ὠμότητος οὐδὲ πλεονεξίας οὐδὲ φονικῆς ἐνεργείας ἢ ἑτέρου τινὸς παραλέλοιπεν εἶδος ἢ σπούδασμα, μετὰ τοῦ καὶ ἀκρατὴς εἶναι καὶ ἀκόλαστος τὰ περὶ τὸ σῶμα. οὗτος καὶ Νέρβαν μετέστησεν ὡς ἐπιβουλεύοντα τῇ βασιλείᾳ, καὶ Ἀπολλώνιον τὸν Τυανέα ὡς φίλον Νέρβᾳ, συλλαβὼν ἀπέκειρε καὶ δέσμιον εἰς δικαστήριον ἤγαγε. καὶ ἐπεὶ ὁ φιλόσοφος οὐκ ἐνεδίδου ἐπεγγελῶν τὰ γινόμενα παρ’ αὐτοῦ καὶ ἐπιπλήττων τοῖς πραττομένοις, αἰσχυνθεὶς διαφῆκεν αὐτόν. τότε φασὶ καὶ τὸ πολυθρύλητον ἔπος εἰπεῖν τὸν Ἀπολλώνιον· οὐ μέν με κτενέεις, ἐπεὶ οὔ τοι μόρσιμός εἰμι· ἄφαντον γενέσθαι παραχρῆμα. οὗτος καὶ τοὺς φιλοσόφους καὶ μαθηματικοὺς ἐφυγάδευσεν ἀπὸ Ῥώμης. ἐπὶ τούτου καὶ ἸωάννηςΕὐαγγελιστὴς εἰς Πάτμον ἐξορίζεται. καὶ τοὺς ἀπὸ τοῦ γένους Δαβὶδ ἀναιρεῖσθαι προσέταξε, καὶ Χριστιανοὶ πολλοὶ ἐπ’ αὐτοῦ μαρτυροῦσι. Νέρβας δὲ ἀπολύει τῆς ἐξορίας Ἰωάννην τὸν Θεολόγον. Ἀδριανὸς δὲ πολλὰ ἀνορθώσας καὶ Λαζοῖς ἤτοι Κόλχοις βασιλέα ἐπέστησεν. οὐκ εὐβούλως δὲ τῆς Μεσοποταμίας παραχωρεῖ Πέρσαις δεηθεῖσιν αὐτοῦ, κτηθείσης ὑπὸ Τραιανοῦ Ῥωμαίοις, καὶ τὸν Εὐφράτην ὅρον ποιεῖται τῆς ἀρχῆς. οὗτος διὰ τὸ φονικὸν καὶ θηριῶδες ἔχθιστος ὢν πρὸς τῶν οἰκείων συστάντων ἐπ’ αὐτῷ κατακτείνεται καὶ παρασκευασαμένους εἰσπέμψαι ξὺν ξιφιδίῳ Στέφανον τὸν ἀπελεύθερον· καὶ τοῦτον προσπεσόντα Δομετιανῷ καθεύδοντι τὸ μεθημερινὸν πατάξαι μέν, οὐ μὴν καιρίαν, ἀναπηδήσαντος γοῦν ἐκείνου. ]
delta 1577[ Δυνάστην ἡ θεία γραφὴ τὸν διάβολον ἐκάλεσε· φησὶ γὰρ ὁ Δαβίδ· ὅτι ἐρρύσατο πτωχὸν ἐκ δυνάστου. τουτέστι τὴν ἀνθρωπείαν φύσιν, ὡς ἔρημον γεγενημένην τηνικαῦτα θεοῦ. ]
epsilon 50[ Ἐγενήθη· ἐπὶ τῆς ποιήσεως δι’ ἑνὸς ν, ἐπὶ δὲ τῆς κυήσεως διὰ δύο. καὶ Δαβίδ· ἐγενήθη τὰ δάκρυά μου ἐμοὶ ἄρτος. τουτέστιν οἷόν τινα τροφὴν ποιοῦμαι τὰ δάκρυα. ]
epsilon 67[ Ἐγκάθηται· ἐνεδρεύει. Δαβίδ· ἐγκάθηται ἐνέδρα μετὰ πλουσίων. ἢ ἐν ἕδρᾳ. ]
epsilon 623[ Ἔκστασις· ἡ ἁμαρτία. Δαβίδ· ἐγὼ δὲ εἶπα ἐν τῇ ἐκστάσει μου, ἀπέρριμμαι. ᾤμην, φησί, τῇ ἁμαρτίᾳ περιπεσὼν πόρρω τῆς σῆς γεγενῆσθαι κηδεμονίας· τὴν γὰρ τῆς δικαιοσύνης ὁδεύων ὁδὸν ἐξέστη μὲν ἐκείνης καὶ ἐξετράπη. προσέπταισε δὲ καὶ περιέπεσε τοῖς ὠμοβόροις γενέσθαι. ]
epsilon 888[ Ἐλογίσατο· ἐλάλησεν. ἐφθέγξατο. Δαβίδ· ὅλην τὴν ἡμέραν ἀδικίαν ἐλογίσατο ἡ γλῶσσά σου. ]
epsilon 1230[ Ἐνεκότουν· Δαβίδ· καὶ ἐν ὀργῇ ἐνεκότουν μοι. τουτέστι μετ’ ὀργῆς ἠναντιώθησάν μοι. ]
epsilon 1479[ Ἐντός· οἱ λογισμοὶ καὶ αἱ ἐνθυμήσεις καὶ πάντα τὰ τῆς ψυχῆς κινήματα. Δαβίδ· καὶ πάντα τὰ ἐντός μου. ]
epsilon 1549[ Ἐξάπινα· ἐξαίφνης. ἢ κυκλόθεν. Δαβίδ· ἐξάπινα κατατοξεύσουσιν. ]
epsilon 1785[ Ἐξόδων· ἀνατολῶν. Δαβίδ· οὔτε ἐξ ἐξόδων οὔτε ἀπὸ δυσμῶν. ]
epsilon 1915[ Ἐπαγγέλλει· ἀντὶ τοῦ ἐπιτάσσει, ἐντέλλεται, διακελεύεται. ἐπαγγέλλει τε τὴν ἐπὶ Ἰταλίας ἔξοδον. καὶ αὖθις· ὁ δὲ βασιλεὺς φιλοφρόνως δέχεται αὐτόν, καὶ κελεύει θαρρεῖν, καὶ εἴ τι θέλοι ἐπαγγέλλειν. ( ἀντὶ τοῦ αἰτεῖσθαι. ) ὁ δὲ δεῖται ὑπὲρ Βονώνου τοῦ Πραάτου, ὃς ἦν λʹ ἔτη ἐν σκότῳ καθειργμένος. καὶ αὖθις Ἐπαγγέλλοντος, ἀντὶ τοῦ ἐπιτάσσοντος. εἰθισμένον δὲ ὂν γράμματα οἰκεῖα τοῖς βιβλίοις ἐντιθέναι τὸν βασιλέα, ὅσα ἂν ἐπαγγέλλοντος αὐτοῦ γένοιτο, Ἰουστῖνος ὁ βασιλεὺς οὔτε ἐπήγγειλεν οὔτε τοῖς πραττομένοις ξυνεπίστασθαι οἷός τε ἦν. ἐν τῷ σπηλαίῳ καθειργμένος ὁ Δαβὶδ καὶ τοὺς πολεμίους ὁρῶν τὸν θεῖον ἔλεον ἐπαγγέλλει, ἐλέησόν με, ὁ θεός, ἐλέησόν με. ]
epsilon 2009[ Ἐπαινεῖσθε· ἀντὶ τοῦ καυχᾶσθε. Δαβίδ· ἐπαινεῖσθε ἐν τῷ ὀνόματι τῷ ἁγίῳ αὐτοῦ. ]
epsilon 2964[ Ἐρημικῷ· ἐν ἐρήμοις διάγοντι. Δαβίδ· ὡμοιώθην πελεκᾶνι ἐρημικῷ. ]
epsilon 3330[ Ἐτυρώθη· ἐσκληρύνθη. Δαβίδ· ἐτυρώθη ὡς γάλα ἡ καρδία αὐτῶν. ]
epsilon 3487[ Εὐθέος· φανεροῦ, εὐθοῦς. καὶ ὁ Δαβίδ· τοῖς εὐθέσι πρέπει αἴνεσις. τουτέστι τοῖς τὸν θεὸν ἐπεγνωκόσι καὶ πλάνης ἀπηλλαγμένοις. Εὐθέως δὲ τὸ ἐπιρρηματικόν. ]
epsilon 3687[ Εὐρίζῳ· Δαβίδ· εὐρίζῳ ἀγαλλιάματι πάσης τῆς γῆς. ἀντὶ τοῦ ἐπιμόνῳ, καλῶς ἐρριζωμένῳ. ]
epsilon 4026[ Ἐχθρὸς καὶ ἐκδικητής· παρὰ τῷ Δαβὶδ ὁ διάβολος. ]
epsiloniota 93[ Εἰκών, εἰκόνος· ὁμοίωμα. Δαβίδ· κύριε, ἐν τῇ πόλει σου τὴν εἰκόνα αὐτῶν ἐξουδενώσεις. ἡ γὰρ εἰκὼν πρόσκαιρον ἔχει τὸ ἄνθος. εἰκόνας δύο κειμένας τῆς πόλεως ἐν πάνυ καλῷ. ]
epsiloniota 240[ Εἰσβολή· ἐπὶ τοῦ νοὸς τρία θεωρεῖται· εἰσβολή, παραδοχή, συγκατάθεσις. τοῦτο καὶ παρὰ τῷ Δαβὶδ εἴρηται, ἐνώτισις, σύνεσις, προσοχή. τὰ ῥήματά μου ἐνώτισαι, καὶ τὰ ἑξῆς. καὶ ἐνώτισις μέν ἐστι σύνοψις τῶν ῥημάτων, σύνεσις δὲ ἐπίληψις τῶν πραγμάτων, προσοχὴ δὲ τελείωσις τῆς ἐφέσεως. ]
eta 296[ Ἡμέρα δυνάμεως· ἡ δευτέρα τοῦ Χριστοῦ ἐπιφάνεια. Δαβίδ· μετὰ σοῦ ἡ ἀρχὴ ἐν ἡμέρᾳ τῆς δυνάμεώς σου. ]
eta 299[ Ἡμέρα πονηρά· ἡ τῆς κρίσεως ἡμέρα, ἡ αἰωνία κόλασις. Δαβίδ· τοῦ πραῧναι αὐτὸν ἀφ’ ἡμερῶν πονηρῶν. ὁ γὰρ μικρὰν παιδείαν κατὰ τὸν παρόντα δεχόμενος πραότερον τὸ κριτήριον ἕξει. ]
gamma 68[ Γαστήρ: ἡ κοιλία. Ὅμηρος διαπαντὸς γαστέρας καλεῖ οὐ κοιλίας. καὶ παροιμία· γαστέρα μοι προφέρεις, κάλλιστον ὄνειδος ἁπάντων, ἡ πλήρης μὲν ἐλαφροτέρη, κενεὰ δὲ βαρεῖα· ἐπὶ τῶν γαστριμαργούντων. Γαστέρα δὲ ὁ Δαβὶδ τὸ τῶν λογισμῶν ταμεῖον ἐκάλεσεν. ἐταράχθη ἐν θυμῷ ὁ ὀφθαλμός μου, ἡ ψυχή μου καὶ ἡ γαστήρ μου. ]
gamma 229[ Γῆ ζώντων: ὁ προσδοκώμενος βίος, ὡς τοῦ θανάτου κεχωρισμένος καὶ ἐλεύθερος λύπης. Δαβίδ· ὑψώσει σε τοῦ κατακληρονομῆσαι γῆν. ]
gamma 319[ Γλυπτόν: παρὰ τῷ Δαβὶδ τὸ εἴδωλον. ]
gamma 421[ Γραμματίας: ἐξαριθμήσεις. Δαβίδ· ὅτι οὐκ ἔγνων γραμματίας· ὅμως εἰσελεύσομαι ἐν δυναστείᾳ κυρίου. ]
iota 172[ Ἱεροβοάμ, ἀδελφὸς Γεδεών, πλείστας εἶχε γυναῖκας, ἐξ ὧν υἱοὺς οʹ πεποίητο καὶ ἕνα ἐκ παλλακῆς. ὅτι Ἰωνάθαν εἰς Γαριζὶν ἀνελθὼν( ὅπερ ἅγιον ὄρος ἑρμηνεύεται) μῦθόν τινα διηγησάμενος προεδήλωσε τοῦ τε Ἀβιμέλεχ καὶ τῶν ὑπηκόων τὴν μέλλουσαν ἔχθραν ἀποβήσεσθαι. ὅτι Ἱεροβοὰμ ὑπονοήσας, εἰ ἀνέρχοιτο ὁ λαὸς εἰς Ἱερουσαλὴμ προσκυνήσων, ἐπιστρέψειν αὐτοὺς ἀπὸ τῆς ἀποστασίας ἐπὶ τὸ Δαβὶδ γένος, δαμάλεις δύο χρυσᾶς, τὴν μὲν ἐν Βεθήλ, τὴν δὲ ἐν φυλῇ Δὰν ἀναθείς, ἐκέλευε τούτους ἡγεῖσθαι θεούς, οἳ ἐξήγαγον τοὺς πατέρας ἐκ γῆς Αἰγύπτου· κἀνταῦθα προσκυνεῖν ἐδικαίου παραιτουμένους Ἱερουσαλήμ, προφάσει πορείας τῆς πολλῆς· ἱερεῖς τε ὡς ἔτυχεν ἐπέστησε· τοὺς γὰρ Λευίτας ἐξέωσεν εἰς Ἱερουσαλήμ, ἑορτὰς δὲ τὰς αὐτὰς ἔταξε ταῖς ἐν τῷ ναῷ. καὶ ὁ λαὸς εὐδιάφθορος ὢν ἐξηκολούθησεν οὐκ ἄκων. ]
iota 463[ Ἰωάννης, Ἀντιοχεύς, ὁ ἐπικληθεὶς Χρυσόστομος· πρεσβύτερος μὲν ἐν πρώτοις Ἀντιοχείας, Εὐσεβίου δὲ τοῦ Ἐμεσηνοῦ φιλοσόφου καὶ Διοδώρου ἀκόλουθος. οὗτος πολλὰ συγγράψαι λέγεται, ἀφ’ ὧν οἱ περὶ ἱερωσύνης ὑπερβάλλουσι λόγοι τῷ τε ὕψει καὶ φράσει καὶ τῇ λειότητι καὶ τῷ κάλλει τῶν ὀνομάτων. τούτοις ἐφάμιλλοι καὶ οἱ εἰς τοὺς ψαλμοὺς τοῦ Δαβὶδ [+] λόγοι καὶ ἡ τοῦ κατὰ Ἰωάννην Εὐαγγελίου σημασία καὶ τὰ εἰς Ματθαῖον [+] καὶ Μάρκον [+] καὶ Λουκᾶν [+] ὑπομνήματα. τὰ δὲ λοιπὰ αὐτοῦ συγγράμματα κρείττονα ἀριθμοῦ τυγχάνει· ἅπασαν γὰρ Ἰουδαϊκὴν γραφὴν καὶ Χριστιανικὴν ὑπεμνημάτισεν ὡς ἄλλος οὐδείς. τὰς τῶν μαρτύρων δὲ πανηγύρεις ἐπηύξησεν ἐν τῷ σχεδιάζειν ἀνεμποδίστως, καὶ τὴν γλῶσσαν αὐτοῦ καταρρεῖν ὑπὲρ τοὺς Νειλῴους καταρράκτας. οὐδεὶς οὖν τῶν ἀπ’ αἰῶνος τοιαύτην λόγου ηὐπόρησεν εὔροιαν, ἣν μόνος αὐτὸς ἐπλούτησε, καὶ μόνος ἀκιβδήλως τὸ χρυσοῦν τε καὶ θεῖον παρὰ πάντας ἐκληρονόμησεν ὄνομα. τῶν δὲ συγγραμμάτων αὐτοῦ καταλέγειν τὸν ἀριθμὸν οὐκ ἀνθρώπου, θεοῦ δὲ μᾶλλον τοῦ τὰ πάντα γινώσκοντος. οὗτος ὁ ἅγιος ἸωάννηςΧρυσόστομος ἀσκητὴς ἦν ἄκρως καὶ πολυάγρυπνος καὶ φιλήσυχος λίαν καὶ διὰ ζῆλον σωφροσύνης εὐπαρρησίαστος καὶ ἀκρόχολος· θυμῷ γὰρ μᾶλλον ἢ αἰδοῖ ἐχαρίζετο καὶ ἐλευθεροστομίᾳ πρὸς τοὺς ἐντυγχάνοντας ἀμέτρως ἐκέχρητο. καὶ ἐν μὲν τῷ διδάσκειν πολὺς ἦν πρὸς ὠφέλειαν, ἐν δὲ ταῖς συντυχίαις ἀλαζονικός τις καὶ ὑπερόπτης ἐνομίζετο τοῖς αὐτὸν ἀγνοοῦσι. διὸ καὶ ἐπὶ τὴν ἐπισκοπὴν προβληθεὶς μείζονι ὀφρύϊ κατὰ τῶν ὑπηκόων ἐκέχρητο πρὸς διόρθωσιν ἑκάστου καὶ σωτηρίαν καὶ τοὺς τρόπους καὶ τοὺς λόγους μεταλλάττων. οὐ τοίνυν εἰ μή τις εἴη κόλαξ, τοῦτον ἀλαζόνα εἶναι νομιστέον, οὐδ’ αὖ πάλιν, εἰ κόλαξ εἴη καὶ ἀγεννής, τοῦτον μετριόφρονα λεκτέον, ἀλλὰ τὸν ἐν τῇ προσηκούσῃ τάξει τῇ ἐλευθέροις πρεπούσῃ ἑαυτὸν φυλάττοντα· μεγαλόψυχον μὲν εἶναι προσήκει οὐχ ὑπερήφανον, ἀνδρεῖον οὐ θρασύν, ἐπιεικῆ οὐ δουλοπρεπῆ, μετριόφρονα οὐ ταπεινοφροσύνην ὑποκρινόμενον, ἐλευθέριον οὐκ ἀνδραποδώδη· ὡς καὶ αὐτὸς λέγει· διὰ τοῦτο ποικίλον εἶναι δεῖ τὸν ποιμένα καὶ διδάσκαλον. ποικίλον δὲ λέγω, οὐχ ὕπουλον οὐδὲ κόλακα καὶ ὑβριστήν, ἀλλὰ πολλῆς ἐλευθερίας καὶ παρρησίας ἀνάμεστον, εἰδότα καὶ συγκατιέναι χρησίμως, ὅταν ἀπαιτῇ τοῦτο ἡ τῶν πραγμάτων ὑπόθεσις, καὶ χρηστὸν εἶναι ὁμοῦ καὶ αὐστηρόν. οὐ γὰρ ἑνὶ τρόπῳ χρῆσθαι τοῖς ἀρχομένοις ἅπασι δέον, ἐπεὶ μηδὲ ἰατρῶν παισὶν ἑνὶ μόνῳ φαρμάκῳ πᾶσι τοῖς κάμνουσι προσφέρεσθαι καλόν, μηδὲ κυβερνήτῃ μίαν ὁδὸν εἰδέναι τῆς πρὸς τὰ πνεύματα μάχης. ἐννόησον οὖν ὁποῖόν τινα εἶναι χρὴ τὸν μέλλοντα πρὸς χειμῶνα τοσοῦτον ἀνθέξειν καὶ τοιαύτην ζάλην καὶ τοσαῦτα κύματα πρὸς τὸ γενέσθαι τοῖς πᾶσι πάντα, ἵνα πάντας κερδήσῃ. καὶ γὰρ σεμνὸν εἶναι δεῖ τὸν τοιοῦτον καὶ ἄτυφον καὶ φοβερὸν καὶ προσηνῆ καὶ ἀρχοντικὸν καὶ κοινωνικὸν καὶ ἀδέκαστον καὶ θεραπευτικὸν καὶ ταπεινὸν καὶ ἀδούλωτον καὶ φαιδρὸν καὶ ἥμερον, ἵνα ταῦτα εὐκόλως δύναται μάχεσθαι. οὐκοῦν δεῖ τὸν ἐνεργέστατον καὶ ἐχέφρονα φεύγειν τὸ κολακεύειν καὶ κολακεύεσθαι, μήτε ἀλαζονικὸν εἶναι μήτε κόλακα, ἀλλ’ ἀμφοτέρων τῶν κακῶν τούτων κολάζειν τὴν ἀμετρίαν, καὶ ἐλεύθερον εἶναι μήτε εἰς αὐθάδειαν ἀποκλίνοντα μήτε εἰς δουλοπρέπειαν καταπίπτοντα. πρὸς μὲν γὰρ χρηστοὺς ταπεινὸν ὑπάρχειν δεῖ, πρὸς δὲ θρασεῖς ὑψηλόν. ἐπείπερ οἱ μὲν ἀρετὴν εἶναι τὴν ἐπιείκειαν ἡγοῦνται, οἱ δὲ ἀνδρείαν τὴν θρασύτητα, ἐκείνοις μὲν τὴν ταπεινοφροσύνην προσφέρειν, τούτοις δὲ τὴν ἀνδρείαν σβεννύουσαν αὐτῶν τὴν ἀπὸ τῆς θρασύτητος δόξαν· ἵνα τοὺς μὲν ὠφελήσῃς, τῶν δὲ ταπεινώσῃς τὸ φρόνημα. καιρὸς γὰρ τῷ παντὶ πράγματι, φησὶ Σολομῶν· τουτέστι ταπεινότητος, ἐξουσίας, ἐλέγχου, παρακλήσεως, φειδοῦς, παρρησίας, χρηστότητος, ἀποτομίας καὶ ἁπαξαπλῶς παντὸς πράγματος· ὥστε ποτὲ μὲν τὸ τῆς ταπεινότητος δεικνύειν καὶ μιμεῖσθαι ἐν ταπεινώσει τὰ παιδία κατὰ τὴν κυριακὴν φωνήν, ποτὲ δὲ τῇ ἐξουσίᾳ κεχρῆσθαι, ἣν ἔδωκεν ὁ κύριος εἰς οἰκοδομὴν καὶ οὐκ εἰς καθαίρεσιν, ὅταν ἡ χρεία ἐπιζητῇ τὴν παρρησίαν· καὶ ἐν καιρῷ μὲν παρακλήσεως τὸ χρηστὸν ἐνδείκνυσθαι, ἐν καιρῷ δὲ ἀποτομίας τὸν ζῆλον ἐμφαίνειν καὶ ἐφ’ ἑκάστου τῶν ἄλλων ὁμοίως τὸν ἔγκριτον καὶ δίκαιον λογισμὸν ἀποφέρεσθαι. λογισμοὶ γὰρ δικαίων κρίματα. καὶ Ἰσίδωρος· τὸν ἄρχοντα δίκαιον εἶναι δεῖ καὶ φοβερόν, ἵν’ οἱ μὲν εὖ βιοῦντες θαρροῖεν, οἱ δ’ ἁμαρτάνοντες ὀκνοῖεν. θάτερον γὰρ θατέρου χωρὶς ἀναρχία μᾶλλόν ἐστιν ἢ ἀρχή. εἰ μὲν γὰρ πάντες ἦσαν εὐπειθεῖς καὶ φιλάρετοι, ἀγαθότητος ἔδει μόνης· εἰ δὲ φιλαμαρτήμονες, φόβου. ἐπειδὴ δὲ καὶ ἀγαθοί εἰσι καὶ κακοί, ἀμφότερα καταχειριστέον τῷ ἄρχοντι καὶ προϊσταμένῳ. ]
kappa 408[ Καρωθείς· βαρηθεὶς τῇ κεφαλῇ. ὁ δὲ Δαβὶδ βάλλει ἐπὶ τὸν Γολιὰθ εἰς τὸ μέτωπον, καὶ διῆλθεν ἕως τοῦ ἐγκεφάλου· ὡς εὐθὺς καρωθέντα πεσεῖν ἐπὶ τὴν ὄψιν. καὶ Κεκαρωμένος· ὁ δὲ τὴν καρδίαν ταῖς τιμαῖς ἤδη κεκαρωμένος παρέδωκεν ἑαυτὸν εἰς τὴν ὁδόν. ]
kappa 451[ Κασσία· ὄνομα πόλεως. σημαίνει δὲ καὶ κύριον ὄνομα θυγατρὸς τοῦ Ἰώβ. ἔστι δὲ καὶ εἶδος ἀρωματικοῦ. καὶ Δαβίδ· σμύρνα καὶ στακτὴ καὶ κασσία. ]
kappa 678[ Κατανυγείς· λυπηθείς, μεταγνούς. καὶ ἀντὶ τοῦ σιωπῶ. Δαβίδ· ὅπως ἂν ψάλῃ σοι ἡ δόξα μου, καὶ οὐ μὴ κατανυγῶ. ἀντὶ τοῦ σιωπήσω. ]
kappa 696[ Κατάπαυσις· ἡ γῆ τῆς ἐπαγγελίας. Δαβίδ· εἰσελεύσονται εἰς τὴν κατάπαυσίν μου. ]
kappa 1010[ Κατεύθυνεν· ἐπέτυχεν. Δαβίδ· λαλῶν ἄδικα οὐ κατεύθυνεν ἐνώπιον τῶν ὀφθαλμῶν μου. καὶ Κατευθύνθη. ]
kappa 1228[ Κέδροι· δένδρη ὑψίκομα καὶ ἄκαρπα· αἷς ἀπεικάζει Δαβὶδ τὴν εἰδωλολατρίαν. ]
kappa 1264[ Κεκράξομαι· οὐκ ἐπὶ φωνῆς, ἀλλ’ ἐπὶ προθυμίας καὶ συντόνου καὶ σπουδαίας εὐχῆς. Δαβίδ· πρὸς σέ, κύριε, κεκράξομαι. ]
kappa 1370[ Κέρας· ἰσχυρόν τι δηλοῖ καὶ μόνιμον. Δαβίδ· ἐκεῖ ἐξανατελῶ κέρας τῷ Δαβίδ. ]
kappa 1677[ Κισσῶ· τὸ μεθ’ ἡδονῆς συλλαμβάνω. Δαβίδ· ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. ]
kappa 1784[ Κλῆρος· μέτρον γῆς. ὅθεν καὶ οἱ κληροῦχοι, ἀντὶ τοῦ οἱ τοὺς κλήρους καὶ τὰ μέτρα τῆς γῆς κατέχοντες. φωσφόρος, ὦ σώτειρ’ , ἐπὶ Παλλάδος ἕσταθι κλήρων, Ἄρτεμι. ὅτι Ἰακὼβ τοὺς ιβʹ ἐσχηκὼς υἱοὺς ἀπὸ τοῦ Βενιαμὶν ἀρξάμενος ἀριθμεῖν καὶ εὑρὼν τὸν Λευὶ δέκατον τῷ θεῷ τοῦτον προσήγαγεν, ἀποδεκατώσας καὶ τὰ τέκνα καὶ πάντα ὅσα ἦν αὐτῷ κατὰ τὴν ὑπόσχεσιν ἐν τῷ ἀποδιδράσκειν αὐτόν· πάντα ὅσα ἄν μοι δῷς, δεκάτην ἀποδεκατώσω σοι. διὰ τοῦτο ἐνδύσας τὸν Λευὶ στολὴν ἱερατείας θυσίας προσήνεγκε τῷ θεῷ ἐν Βεθήλ. κἀντεῦθεν οἱ μὲν τῇ κατὰ νόμον θυσίᾳ τε καὶ λειτουργίᾳ προσεδρεύοντες Λευίται κέκληνται, οἱ δὲ κατὰ τὴν τῆς θείας χάριτος ἱερουργίαν κληρικοὶ προσηγορεύθησαν, διὰ τὸ γεγράφθαι· οὐκ ἔσται τοῖς Λευίταις κλῆρος ἐν υἱοῖς Ἰσραήλ. ὁ γὰρ κύριος μερὶς αὐτῶν καὶ κλῆρος. Κλήρους δὲ ὁ Δαβὶδ τὰς τῶν πραγμάτων μεταβολὰς καλεῖ, πλοῦτον καὶ πενίαν, δουλείαν καὶ δεσποτείαν, εἰρήνην καὶ πόλεμον. ἐν ταῖς χερσί σου οἱ κλῆροί μου. ]
kappa 2303[ Κωτίλη· ἡ λόγοις ἀπατῶσα, καὶ Κωτίλος, πανοῦργος, ἢ κόλαξ, ἀπατεών. ἐσβέσθη δὲ τὰ φίλτρα τὰ κωτίλα, χὠ μετ’ ἀοιδᾶς ψαλμός. καὶ Δαβὶδ κωτίλοις κέχρηται λόγοις φενακίσαι πειρώμενος· φησὶ γάρ· τῷ στόματι αὐτῶν ηὐλόγουν καὶ τῇ καρδίᾳ αὐτῶν κατηρῶντο. ]
kappa 2307[ Κωφῆς· Δαβίδ· ὡσεὶ ἀσπίδος κωφῆς. οὐ τῆς κατὰ φύσιν κωφευούσης, ἀλλὰ βυούσης τὰ ὦτα καὶ ἀπωθουμένης τὴν ἐπῳδήν. ]
kappa 2422[ Κρίματα· αἱ οἰκονομίαι. Δαβίδ· γινώσκεται κύριος κρίματα ποιῶν. τουτέστι δικαίως οἰκονομῶν. καὶ τὰ ὑπὸ θεοῦ γινόμενα θαύματα. ζήτει ἐν τῷ δικαιώματα. ]
kappa 2508[ Κρύφιοι· οἱ πονηροὶ λογισμοί. Δαβίδ· ἐκ τῶν κρυφίων μου καθάρισόν με. καὶ κρύφιον. ]
lambda 12[ Λάγανα· πλακουντάρια, ὡς καπυρώδη. παρὰ τὸ λαγαρύ. καί, λαγαριζόμενον καὶ τρώγοντα τὸ μηδέν. καὶ Δαβὶδ θύσας ἐπὶ τῇ τῆς κιβωτοῦ μεταθέσει γυναιξὶ καὶ ἀνδράσι καὶ νηπίοις διέδωκε κολλουρίδα ἄρτου καὶ ἐσχαρίτην καὶ λαγανιστὸν καὶ μερίδα θύματος. ]
lambda 61[ Λάκκος· ὁ θάνατος· ἐπειδὴ λάκκῳ παραπλησίως ὁ τάφος ὀρύττεται. Δαβίδ· καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. καὶ τοὺς μεγάλους κινδύνους οὕτως ἔθος ὀνομάζειν τῇ θείᾳ γραφῇ. καὶ ἀνήγαγέ με ἐκ λάκκου ταλαιπωρίας. λύσις ὀνείρου· λάκκῳ καθεῖναι σαυτὸν οὐ καλὸν τόδε. ]
lambda 461[ Ληνὸς καὶ προλήνιον· αἱ ἐκκλησίαι παρὰ τῷ Δαβίδ. καὶ Ληνοβάται, οἱ ἱερεῖς. ]
lambda 643[ Λογίαι· ἐκλογαί, καρποφορίαι. καὶ Λόγιον, ἡ ὑπόσχεσις ἡ θεία, καὶ ἡ θεόπνευστος γραφή. καὶ Λόγος. Δαβίδ· ὑπέμεινεν ἡ ψυχή μου εἰς τὸν λόγον σου. Λόγιος δὲ ὁ φρόνιμος. ]
lambda 876[ Λυτρωτής· ὁ Δαβίδ φησι· κύριε, βοηθέ μου καὶ λυτρωτά μου. κύριος ὡς ποιητὴς καὶ δημιουργός, βοηθὸς δὲ ὡς τὴν ἐκ τοῦ νόμου βοήθειαν δεδωκώς· νόμον γάρ, φησίν, εἰς βοήθειαν δέδωκε. λυτρωτὴς δὲ ὡς διὰ τῆς παλιγγενεσίας τοῦ βαπτίσματος τῆς προτέρας ἐλευθερώσας φθορᾶς καὶ τῆς τῶν δαιμόνων δουλείας λυτρούμενος καὶ ἀφθαρσίαν καὶ ἀθανασίαν δωρούμενος. ὅτι ὁ ἀφεδρὼν καὶ λυτρώνων βάρβαρα. καὶ ζήτει ἐν τῷ ἀφεδρών. ]
mu 800[ Μετοχή· ὁ περίβολος. Δαβίδ· ἧς ἡ μετοχὴ αὐτῆς ἐπιτοαυτό. ]
mu 902[ Μὴ καταπραΰνῃς· μὴ μακροθυμήσῃς, μὴ ἠρεμήσῃς. Δαβίδ· μὴ σιγήσῃς, μηδὲ καταπραΰνῃς ὁ θεός. ]
mu 1224[ Μονογενῆ· τὴν μονότητα. Δαβίδ· καὶ ἐκ χειρὸς κυνὸς τὴν μονογενῆ μου. ]
mu 1228[ Μονόκερως· ζῷον, ὃ παρὰ τῆς φύσεως ἓν κέρας ἔλαβεν. οὕτω καὶ οἱ τῆς εὐσεβείας τρόφιμοι μίαν προσκυνοῦσι θεότητα. Δαβίδ· καὶ ὑψωθήσεται ὡς μονοκέρωτος τὸ κέρας μου. ]
omega 1[ Ὦα· μηλωτή, διφθέρα· καὶ τὸ λῶμα τοῦ ἐνδύματος περὶ τὴν πέζαν· ἢ τὸ περιστόμιον. Ὦαν ἐκάλεσεν ὁ Δαβὶδ ὃ καλοῦμεν περιτραχήλιον· οἱ δὲ στόμα ἐνδύματος εἰρήκασιν· οἱ δὲ τὴν ἀνάκλασιν τοῦ ἱματίου. ἐπὶ τὴν ὦαν τοῦ ἐνδύματος αὐτοῦ. ]
omega 24[ Ὠδῖνες θανάτου καὶ παγίδες· οἱ θανατηφόροι κίνδυνοι. Δαβίδ· ὠδῖνες ᾅδου περιεκύκλωσάν με· προέφθασάν με παγίδες θανάτου. Ὠδῖνες καλοῦνται αἱ πρὸ τοῦ τοκετοῦ τῆς τικτούσης ὀδύναι. τοιγαροῦν ἐκ τῆς μεταφορᾶς ταύτης ὠδῖνες ᾅδου προσαγορεύονται αἱ αὐτῷ προσπελάζειν τῷ θανάτῳ παρασκευάζουσαι συμφοραί. ]
omega 215[ Ὡσαννά· δόξα σημαίνει. καὶ γὰρ ἄλλος εὐαγγελιστὴς λέγει· εἰρήνη τῷ υἱῷ Δαβίδ. καὶ ὁ ἕτερος· δόξα τῷ υἱῷ Δαβίδ. ὥστε τὸ ὡσαννὰ τὸ δόξα σημαίνει. παρά τισι δὲ σῶσον δή. οὐκ ὀρθῶς. ]
omicron 48[ Ὁδοῦ παρούσης τὴν ἀτραπὸν ζητεῖς· τὸ λεγόμενον. Ἀριστοφάνης Ἀναγύρῳ· ὅρμου παρόντος, τὴν ἀτραπὸν κατερρύην. καὶ ὁδῷ· βίῳ, ἔργῳ, πίστει. Δαυίδ· καὶ ἐν ὁδῷ ἁμαρτωλῶν οὐκ ἔστη. ]
omicron 65[ Ὀζᾶν· ὅτι Δαβὶδ μετὰ τὸ νικῆσαι τοὺς Παλαιστίνους συναθροίσας πάντας τοὺς ἐν ἀκμῇ παραγίνεται ἐπὶ τὴν κιβωτόν, ἣ ἔκειτο εἰς Καριαθαμά· ἣν βαστάσαντες ἐκ τῆς Ἀμιναδάβου οἰκίας, ἐπιθέντες ἐφ’ ἅμαξαν καινὴν ἕλκειν ἀδελφοῖς τε καὶ παισὶν ἐπέτρεψαν μετὰ βοῦν. προῆγε δ’ ὁ βασιλεὺς καὶ σὺν αὐτῷ τὸ πλῆθος, ὑμνοῦντες τὸν θεὸν καὶ ᾄδοντες πᾶν εἶδος ἐπιχώριον, σύν τε ὄχλῳ ποικίλῳ κρουμάτων καὶ ὀρχήσεων καὶ ψαλμῶν, κατάγοντες τὴν κιβωτὸν εἰς Ἱεροσόλυμα. ὡς δ’ ἧκον ἄχρι Χείδονος ἅλωνος, οὕτω καλουμένου τόπου, τελευτᾷ Ὀζᾶς κατ’ ὀργὴν θεοῦ· τῶν βοῶν γὰρ ἐπινευσάντων τὴν κιβωτόν, ἐκτείναντος τὴν χεῖρα καὶ κατασχεῖν θελήσαντος, ὅτι μὴ ὢν ἱερεὺς ἥψατο ταύτης, ἀποθανεῖν ἐποίησεν. ὁ δὲ λαὸς καὶ ὁ βασιλεὺς ἐδυσφόρησαν ἐπὶ τῷ θανάτῳ τοῦ Ὀζᾶ. ]
omicron 375[ Ὀνόματα· γνῶσις. Δαβίδ· ὁ ἀριθμῶν πλήθη ἄστρων καὶ πᾶσιν αὐτοῖς ὀνόματα καλῶν. τουτέστι διαφορὰς καὶ τὴν τούτων θέσιν τε καὶ διάταξιν καὶ τὴν πρὸς ἄλληλα σχέσιν· οὐ γὰρ ὀνόμασι κεχρημένος ὁ θεὸς τοὺς ἀστέρας καλεῖ· ἄψυχα γὰρ ταῦτα καὶ λόγου ἐστερημένα· ἄνθρωποι δὲ ταῦτα ἔθεσαν. ]
omicron 485[ Ὅπως καὶ Ὁπωσοῦν. Δαβίδ· ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς. τὸ ὅπως οὐκ ἔστιν αἰτίας δηλωτικὸν, ἀλλ’ ἐκβάσεως. καὶ Ὁπωστιοῦν. τὸ γὰρ Λουκούλλου στράτευμα στασιάζον ἀεί, τοῦτο παραλαβὼν ὁ Πομπήϊος οὐδ’ ὁπωστιοῦν στασιάζοντας ἔσχεν. ]
omicron 870[ Οὐκ ἐξελεύσῃ· ἀντὶ τοῦ οὐ στρατηγήσεις ἡμῶν. Δαβίδ· καὶ οὐκ ἐξελεύσῃ ὁ θεὸς ἐν ταῖς δυνάμεσιν ἡμῶν. ]
omicron 974[ Οὔτοι· ἀντὶ τοῦ οὐ μήν. Δαβὶδ εἶπεν ὑπὸ κυρίου πειραζόμενος· στενά μοι πάντοθεν τὰ τρία ἐπιτίμια· πλὴν ἐμπεσοῦμαι εἰς χεῖρας κυρίου. καὶ ἐξελέξατο τὸν θάνατον, καὶ ἀπέθανον ἀπὸ πρωΐθεν μέχρι ὥρας ἀρίστου χιλιάδες οʹ. καὶ εἶπε Δαβίδ· ἐγώ εἰμι ὁ ποιμὴν ὁ κακοποιήσας, οὔτοι τὰ πρόβατα. ἀντὶ τοῦ οὐδαμῶς. ]
omicroniota 133[ Οἶνος· ἐπὶ θεοῦ ἡ τιμωρία. Δαβίδ· ὅτι ποτήριον ἐν χειρὶ κυρίου οἴνου ἀκράτου πλῆρες κεράσματος. ]
phi 23[ Φακαῖ· τὸ ἕψημα τοῦ φακοῦ. θηλυκῶς ἡ ἑψηθεῖσα, ἀρσενικῶς δὲ ὁ ἀνέψητος. καὶ παροιμία· ἔπειτα πλουτῶν οὐκ ἔθ’ ἥδεται φακῇ· προτοῦ δ’ ὑπὸ τῆς πενίας ἅπαντά γ’ ἤσθιεν. ἐπὶ τῶν πλουσίων γεγονότων ἀπὸ πενήτων. καὶ Φακός, τὸ ὠμὸν ὄσπριον. Φακὸς ὕδατος, εἶδος ὑδατοδόχου ἀγγείου ἐνοδίου, ὃ ἀγροικικῶς παρ’ ἡμῖν ἀσκοδαῦλα λέγεται. καὶ ἐπεφέρετο παρὰ τοῦ Σαούλ, ὅτε ἐδίωκε τὸν Δαβίδ. ὅτι Φακᾶς Διοσκουρίδης ὁ ἰατρὸς ἐπεκλήθη, διὰ τοὺς ἐπὶ τῆς ὄψεως φακούς. παροιμία· Φακοῦ γωνίαν κρατεῖς· ἐπὶ τῶν ἀδυνάτων. παροιμία· Φακὸν κόπτεις· ἐπὶ τῶν ἀνηνύτων καὶ μὴ ὄντων λέγεται. ]
phi 270[ Φημί· λέγω, ὑπολαμβάνω. ὅτι Ἀρκεσίλαος ὁ φιλόσοφος φυσικῶς ἐν τῷ διαλέγεσθαι ἐχρῆτο τῷ φήμ’ ἐγώ, οὐ συγκαταθήσεται τούτοις ὁ δεῖνα· εἰπὼν τοὔ νομα. καὶ Δαβίδ· φησὶν ὁ παράνομος. ἀντὶ τοῦ ἡγεῖται ὑπολαμβάνει. ]
phi 671[ Φώς· ὀξυτόνως ὁ ἄνθρωπος· Φῶς δὲ περισπωμένως. ὅπερ ἐστὶν ἐνέργεια καὶ τελειότης τοῦ δυνάμει διαφανοῦς. τὸ δὲ φῶς οὐδενὶ ἄλλῳ κρίνεται ἢ τῇ ὄψει. φῶς οὖν ἡ τοῦ διαφανοῦς ἐνέργεια, καθό ἐστι διαφανές, τουτέστι τὸ εἶδος καὶ ἡ τελειότης αὐτοῦ. δυνάμει γὰρ ὄντος τοῦ διαφανοῦς, ἐπιγενόμενον τὸ φῶς καὶ εἰδοποιῆσαν καὶ τελειῶσαν αὐτὸ ἐποίησεν ἐνεργείᾳ διαφανές. τὸ δὲ οὔτε σῶμά ἐστιν οὔτε κατ’ ἐκπομπὴν σωμάτων τινῶν γίνεται. πῶς γὰρ οἷόν τε ἦν ἀναβλέψαντας ἡμᾶς ἀθρόον τοῦ οὐρανοῦ ἀντιλαβέσθαι; πῶς γὰρ οἷόν τε ἐστὶν ἀχρόνως σώματος τοσαύτην κινηθῆναι διάστασιν; δέδεικται γὰρ δύο ζῳδίων διάστημα εἶναι· καὶ τριπλασιοεπιέβδομός ἐστιν ἡ περίμετρος τῆς διαμέτρου· ἔστι δὲ τὸ ἀπὸ τοῦ κέντρου τὸ ἥμισυ τῆς διαμέτρου. δῆλον οὖν ὡς τῆς ὅλης διαμέτρου τέσσαρα ἐχούσης ζῴδια καὶ πρός, ἐπειδὴ ἡ περίμετρος ιβʹ ἔχει, τὸ ἥμισυ τῆς διαμέτρου δύο ἂν ἔχοι ζῴδια καὶ πρός. πῶς οἷόν τε σῶμα ἀχρόνως τοσοῦτον κινηθῆναι διάστημα; αὕτη γοῦν ἡ ὀξυτάτη τῶν κινήσεων, λέγω δὴ ἡ τῆς ἀπλανοῦς, ἐν δύο ὥραις τὸ ἑκτημόριον τοῦ παντός, λέγω δὴ τὰ δύο ζῴδια, κινεῖται. πῶς οὖν οὐκ ἄλογον τὰ ἐκπεμπόμενα σώματα, τὰ ἐκ τῶν ὄψεων, καὶ τῆς ἀπλανοῦς ὀξυκινητότερα ὑποτίθεσθαι; καὶ πλεῖστα ἕτερα ἄττα περὶ φωτός, ὅτι μή ἐστι σῶμα, συλλογίζεται, ἃ παρήκαμεν δι’ ἀπειρίαν· ἅ τις ζητησάτω. Φῶς καὶ ἡ θεία κηδεμονία. Δαβίδ· καὶ τὸ φῶς τῶν ὀφθαλμῶν μου, καὶ αὐτὸ οὐκ ἔστι μετ’ ἐμοῦ. ὅτι πᾶν σῶμα τὴν τοῦ φωτὸς δεχόμενον ἐνάργειαν, εἰ προσπέσοι λεῖόν τι καὶ στιλπνὸν σῶμα, δρᾶν αὐτὸ οὕτως ὥστε καὶ αὐτὸ τὴν ὁμοίαν ἐνάργειαν ἀντιπέμπειν, ὥσπερ ἐν ἀργύρῳ καὶ ἐν τοῖς ἐσόπτροις, καὶ ἐν ὕδατι καὶ ἐν ἄλλοις πλείστοις. διὰ τοῦτο γοῦν καὶ ἡ σελήνη δεχομένη τὸ τοῦ ἡλίου φῶς φωτίζει τὰ τῇδε καὶ τοῦτο φαμὲν φωτὸς ἀντανάκλασιν, τὴν ἀπὸ τῶν δεχομένων καὶ δυναμένων ὁμοίαν ἐνεργεῖν ἐνέργειαν. ]
phi 697[ Φρέαρ διαφθορᾶς· ἡ διηνεκὴς τιμωρία παρὰ τῷ Δαβίδ. ]
pi 338[ Παραζήλου· παρερεθίζου, παροξύνου εἰς μίμησιν τῶν κακίᾳ συζώντων. Δαβίδ· μὴ παραζήλου ἐν τῷ κατευοδουμένῳ. ]
pi 732[ Παροικία· ἡ παροῦσα ζωή. Δαυίδ. ὅτι πάροικος ἐγὼ καὶ παρεπίδημος. ]
pi 850[ Παῖδες· οὐ μόνον οἱ δοῦλοι, ἀλλὰ καὶ οἱ νέοι. Δαβίδ· αἰνεῖτε παῖδες κύριον. ἀντὶ τοῦ οἱ δοῦλοι. ]
pi 1083[ Περιβόλαιον· περιβολή, ἔνδυμα. ἄβυσσον καλεῖ τὴν ὑγρὰν οὐσίαν ἡ θεία γραφή. ἐπεὶ οὖν ἡ γῆ πανταχόθεν ὕδασι περιέχεται, μεγάλοις καὶ μικροῖς πελάγεσιν, εἰκότως περιβόλαιον αὐτῆς εἴρηκεν ὁ Δαβίδ. ]
pi 1229[ Περιοχή· περιπέτεια καὶ ὑπόθεσις, θλίψις, συνοχή. καὶ ὁ Δαβίδ· ἐν πόλει περιοχῆς. τουτέστι περιβόλῳ. ]
pi 2221[ Πραότης· ἀοργησία. ἂν δέ τις τῆς πραότητος γένος ἀποδῷ τὴν ἐγκράτειαν καὶ ὁρίσηται αὐτὴν ἐγκράτειαν ὀργῆς, οὐκ ὀρθῶς ἀποδίδωσιν· οὐ γὰρ τὸ ἐξ ὑποθέσεώς τινι ἀκολουθοῦν εἴη ἂν καὶ γένος. τὸ γὰρ γένος ἀχώριστον. Πραότης, ἐπὶ θεοῦ ἡ μικρὰ τιμωρία. Δαβίδ· ὅτι ἐπῆλθε πραότης ἐφ’ ἡμᾶς, καὶ παιδευθησόμεθα. Πρᾶος δὲ ἀπὸ τοῦ ῥᾷον, ῥᾷος, καὶ πρᾶος. ]
pi 2318[ Προανατάξωμαι· Δαβίδ· ἐὰν μὴ προανατάξωμαι τὴν Ἱερουσαλὴμ ὡς ἐν ἀρχῇ τῆς εὐφροσύνης μου. ]
pi 2682[ Προσήλυτοι· οἱ ἐξ ἐθνῶν προσεληλυθότες καὶ κατὰ τοὺς θείους πολιτευόμενοι νόμους. Δαβίδ· καὶ προσήλυτον ἐφόνευσαν. ]
pi 2774[ Προσωπεῖον· πρόσχημα. Πρόσωπον ἐπὶ θεοῦ ἡ ἐπιφάνεια αὐτοῦ. Δαβίδ· πρόσωπον δὲ κυρίου ἐπὶ ποιοῦντας κακά. καὶ ἡ λύσις τῶν πονηρῶν καὶ τῶν ἀγαθῶν ἡ χορηγία. ]
pi 2944[ Πρωΐ· παρὰ τῇ θείᾳ γραφῇ αἱ τῶν συμφορῶν μεταβολαί. Δαβίδ· ἐνεπλήσθημεν τὸ πρωῒ τοῦ ἐλέους σου, κύριε. Πρωῒ δὲ ἐστὶ πᾶν τὸ διάστημα τὸ μετὰ τὴν ἀλεκτοροφωνίαν. ὅτε δὲ λέγει, ἀναστὰς πρωΐ, ὡς ἂν μὴ ἐναντία δόξῃ λέγειν, ἀδήλου τῆς ἀναστάσεως καὶ ἀγνώστου οὔσης, στικτέον, ἀναστὰς δέ· καὶ οὕτως ἐπαγαγεῖν· πρωΐ, πρώτῃ σαββάτων, ἐφάνη Μαρίᾳ. ]
pi 2945[ Πρωΐ, πρωΐ· οὕτως ὁ Δαβὶδ τὸ ταχὺ καὶ ὀξὺ προσηγόρευσε. βοηθήσει αὐτῇ ὁ θεὸς τὸ πρὸς πρωΐ, πρωΐ. ]
pi 3146[ Πυκάζουσι· τουτέστι πεπυκνωμένοις, στενοχωρουμένοις. Δαβίδ· ἐν τοῖς πυκάζουσιν ἕως τῶν κεράτων τοῦ θυσιαστηρίου. ]
pi 3162[ Πύλαι δικαιοσύνης· αἱ διάφοροι τῆς ἀρετῆς ἰδέαι· δι’ ἐκείνων γὰρ δυνατὸν ἀξίως ὑμνῆσαι τὸν τῶν ὅλων θεόν. καὶ Δαβίδ· ἀνοίξατέ μοι πύλας δικαιοσύνης. ]
psi 59[ Ψεῦδος· ἡ ἀνθρωπίνη εὐημερία. καὶ ὁ Δαβίδ· ἐγὼ εἶπα ἐν τῇ ἐκστάσει μου, πᾶς ἄνθρωπος ψεύστης. ]
psi 118[ Ψόα· τὸ μέρος τοῦ σώματος. ἐν ταύταις ἔγκεινται οἱ νεφροί, δι’ ὧν αἱ ὀρέξεις κινεῖσθαι πεφύκασι. καὶ Δαβίδ· ὅτι αἱ ψόαι μου ἐπλήσθησαν ἐμπαιγμάτων. ]
sigma 96[ Σαούλ, βασιλεὺς τῶν Ἰουδαίων, ὃς ὑπὸ δαίμονος κατείχετο καὶ οὔτε ἐκάθευδεν οὔτε ἐκοιμᾶτο· ὅντινα ὁ Δαβὶδ ταῖς μελῳδίαις κατέθελγε. ζήτει περὶ τοῦ Σαοὺλ ἐν τῷ Δαβίδ. ]
sigma 205[ Σελήνη· τὸ ἄστρον. φασὶ τὴν σελήνην μὴ μόνον ὑγρὰν εἶναι, ἀλλὰ καὶ θερμαίνειν ὁμοίως τῷ ἡλίῳ τὰ σώματα. Δαβίδ· ἡμέρας ὁ ἥλιος οὐ συγκαύσει σε οὐδὲ ἡ σελήνη τὴν νύκτα. καὶ Σεληναία. καὶ Σεληναῖος, ὁ τῆς σελήνης. λύσις ὀνείρου· φωστῆρας ἰδεῖν πραγμάτων δηλοῖ φάος. ]
sigma 682[ Σκότος· αἱ θλίψεις, φῶς δὲ ἡ τούτων ἀπαλλαγή· Δαβίδ· φωτιεῖς τὸ σκότος μου. ]
sigma 772[ Σολομῶν, βασιλεὺς Ἱερουσαλήμ, υἱὸς Δαβὶδ ἐκ τῆς Οὐρίου γυναικὸς Βηρσαβέε· ὅστις γυναῖκας ἐξ ἐθνῶν ἠγάγετο παρὰ τὴν ἐντολὴν τοῦ θεοῦ. αἱ δὲ ἦσαν αὐτῷ αἱ σύμπασαι γαμεταὶ μὲν ἅμα ταῖς Ἰσραηλίτισι ψʹ, παλλακαὶ δὲ τʹ. ἤδη δὲ προβεβηκὼς τὴν ἡλικίαν ὑπὸ τῶν ἐθνικῶν γυναικῶν διεστρέφετο τὸν νοῦν πρὸς εἰδωλολατρίαν· ἐλάτρευσε γὰρ τῇ Ἀστάρτῃ, θεῷ Σιδωνίων, καὶ τῷ Χαμώς, θεῷ Ἀμμανιτῶν. κἀκ τῶν χιλίων αὐτῷ γυναικῶν μόνος ἄρσεν ἐγένετο Ῥοβοὰμ υἱός, καὶ αὐτὸς ἐξ ἀλλοφύλου Νααμμὰς τῆς Ἀμμανίτιδος, ἀνάξιος τῆς ἀρχῆς. οὐ γὰρ ἡ πολυγαμία τὴν εὐτεκνίαν ποιεῖ. ]
sigma 773[ Σολομῶν, υἱὸς Δαβίδ, βασιλεὺς Ἰουδαίων, φρονήσει καὶ δυνάμει καὶ πλούτῳ δυνατὸς καὶ περιφανής, δικάζων τε τὸν λαὸν ἐν φρονήσει καὶ σοφίᾳ τοῦ κρείττονος οὐ διέλειπεν ἤσκει τε πᾶσαν σοφίαν θείας χάριτος γέμουσαν καὶ τῆς διδασκαλίας ἀκροατὰς πλείστους ἐποιεῖτο. ταῦτά τε καὶ τὰ τοιαῦτα διαπραττόμενος, τῷ τῆς φύσεως εὐαλώτῳ περὶ τὰς τοῦ σώματος ἡδονὰς ὑπαγόμενος ἄγεται μὲν γυναῖκας χιλίας τὸν ἀριθμόν, πείθεται δὲ ὑπ’ αὐτῶν εἰδωλολάτρης γενέσθαι. διὸ προσέταξεν ὁ θεὸς μερισθῆναι τὴν αὐτοῦ βασιλείαν, οὐκ ἐπὶ τῶν χρόνων αὐτοῦ, διὰ μνήμην Δαβὶδ τοῦ πατρὸς αὐτοῦ, ἀλλὰ μετὰ τὴν αὐτοῦ τελευτήν. ὅτι τοῖς κραταιοῖς, ὥς φησι Σολομῶν, ἰσχυρὰ ἐφίσταται ἔρευνα. τουτέστι τοὺς ἐν ἀρετῇ τελείους τὴν ἀκρίβειαν ἀπαιτεῖ· καὶ τοῖς ἄλλοις ἀνθρώποις μεγάλα παρανομοῦσι μακροθυμεῖ· τοῖς δὲ ἁγίοις ταύτης οὐ μεταδίδωσι τῆς συγγνώμης. καὶ αὖθις ὁ Σολομῶν· ὁ μὲν γὰρ ἐλάχιστος συγγνωστός ἐστιν ἐλέους· δυνατοὶ δὲ δυνατῶς ἐτασθήσονται. Σολομῶν οὖν Σολομῶντος κλίνεται, Σολομῶν δὲ Σολομῶνος παρ’ ἡμῖν. ὅτι ἡ παλαιὰ τὸν Σολομῶντα Σαλομῶντα καλεῖ, ἀπὸ τῆς Σαλὴμ πόλεως, ὅ ἐστιν εἰρήνη· ἐν γὰρ τοῖς χρόνοις αὐτοῦ εἰρήνη ἦν. ]
sigma 819[ Σοφός· ὁ θηρεπῳδός. Δαβίδ· φαρμακοῦται φαρμακευομένη παρὰ σοφοῦ. ὡς τό, σοφοί εἰσι τοῦ κακοποιῆσαι. καί, ποῦ σοφός; ποῦ γραμματεύς; οὐ γὰρ τοὺς ὡς ἀληθῶς σοφοὺς ὀνομάζει, ἀλλὰ τούς τισιν εἶναι δοκοῦντας. ]
sigma 1016[ Στέαρ· παρὰ τῷ Δαβὶδ εὔνοια καὶ φιλαδελφία. τὸ στέαρ αὐτῶν συνέκλεισαν· τὸ στόμα αὐτῶν ἐλάλησεν ὑπερηφανίαν. ]
sigma 1035[ Στενά μοι πάντοθεν. ζήτει ἐν τῷ Δαυίδ. ]
sigma 1629[ Συντέλειᾳ· αἱ παντοδαπαὶ τιμωρίαι. Δαβίδ· καὶ ἐξ ἀρᾶς καὶ ψεύδους διαγγελήσονται ἐν συντελείᾳ. ]
sigma 1689[ Συστροφή· ἡ ὁμόνοια, καὶ ἡ ἐπὶ κακῷ συμφωνία. Δαβίδ· σκέπασόν με ἀπὸ συστροφῆς πονηρευομένων. ]
sigma 1809[ Σχοινία· αἱ ἐπιβουλαὶ παρὰ τῷ Δαβίδ. ]
tau 654[ Τίς· ἀντὶ τοῦ οὐδείς. Δαβίδ· ὁ θεός, τίς ὁμοιωθήσεταί σοι; σημαίνει δὲ τὸ τίς διάφορα· τίς ἔγνω νοῦν κυρίου; καί, τίς ἐμέτρησε τῇ χειρὶ τὸ ὕδωρ; τίς ἔστησε τὰ ὄρη σταθμῷ; τὸ τίς ἐνταῦθα οὐ τὸ ἄπορον παντελῶς, ἀλλὰ τὸ σπάνιον δηλοῖ. ὡς ἐπὶ τοῦ, τίς ἀναστήσεταί μοι ἐπὶ πονηρευομένοις; καί, τίς ἐστιν ἄνθρωπος ὁ θέλων ζωήν; καὶ παροιμία· Τίς ἐν Κύδωνος· ἐπὶ τῶν φιλοφρόνως δεχομένων τοὺς ξένους. ἀπὸ Κύδωνος Κορινθίου, φιλοξένως διατεθέντος. ὑπερβαλλόντως. ἀεί τις ἐν Κύδωνος τὸ πλῆρες. ]
tau 721[ Τὸ ἀντάλλαγμα· τοὺς κατὰ σάρκα προγόνους τοῦ Χριστοῦ ἴχνη καὶ ἀντάλλαγμα ἐκάλεσαν οἱ οʹ ἑρμηνευταί. Δαβίδ· τὸ ἀντάλλαγμα τοῦ Χριστοῦ σου. ]
tau 1043[ Τρῖψις· τῶν ποταμῶν ἡ πορεία. Δαβίδ· ἀροῦσιν οἱ ποταμοὶ ἐπιτρίψεις αὐτῶν. ]
tau 1074[ Τροχός· Δαβίδ· φωνὴ τῆς βροντῆς σου ἐν τῷ τροχῷ. περὶ τῆς ἐρυθρᾶς θαλάσσης· φησὶ γὰρ ἡ ἱστορία, ὅτι νότου πνεύσαντος διῃρέθη τὸ πέλαγος, τοῦ δὲ ἀέρος συστρεφομένου καὶ τῶν νεφῶν συνισταμένων ὁ ἄνεμος τίκτεται. αἱ δὲ τιμωρίαι σου, φησί, δίκην βελῶν κατὰ τῶν πολεμίων ἐχώρουν. τῷ δὲ κτύπῳ τῆς βροντῆς τοὺς τῶν Αἰγυπτίων τροχοὺς συνεπόδισας. ὅτε δὲ λέγει, ὁ θεός μου, θοῦ αὐτοὺς ὡς τροχόν· ἀντὶ τοῦ ἐν παντοδαπαῖς συμφοραῖς κέλευσον αὐτοὺς στρέφεσθαι καὶ κακοῖς ἐπαλλήλοις περίβαλε. ]
theta 54[ Θαρσεῖς τὴν Καρχηδόνα, τὴν τῆς Λιβύης προκαθημένην, Ἠσαΐας καὶ Ἰεζεκιὴλ ὀνομάζουσι. Σαβὰ δὲ Αἰθιοπικὸν ἔθνος. ἀλλὰ Λίβυες μέν, οἱ καὶ Ἄφροι προσαγορευόμενοι, τὰ ἑσπέρια τῆς οἰκουμένης κατέχουσι τμήματα, Αἰθίοπες δὲ τὰ ἑῷα καὶ νότια, Ἄραβες δὲ τὴν μέσην ἤπειρον, οἱ δὲ Νησιῶται τῆς θαλάσσης τὰ μέσα. τούτους ἔφης προπεσεῖσθαι ἐνώπιον τοῦ θεοῦ. ἐνώπιον τοῦ θεοῦ προπεσοῦνται Αἰθίοπες. Δαβίδ. ]
theta 179[ Θεός· Δαβίδ φησι· πρὸς τὸν θεὸν τὸν ἰσχυρόν, τὸν ζῶντα. ἔνθεν καὶ τὸ τρισάγιον ἡμῖν ἐξύμνηται. ]
theta 190[ Θεοί· οἱ κατ' εἰκόνα θείαν γεγενημένοι καὶ ἀκήρατον τὴν εἰκόνα φυλάξαντες. ὁ τούτων θεὸς συνάγει τὴν οἰκουμένην εἰς τὸ κριτήριον. καὶ Δαβίδ· θεὸς θεῶν κύριος ἐλάλησε καὶ ἐκάλεσε τὴν γῆν, καὶ τὰ ἑξῆς. ]
theta 469[ Θραῦσις· φθορά, ἧττα ἐν πολέμῳ, θάνατος, ἀρρωστία, συντριβή, πληγή. Δαβίδ· καὶ ἐκόπασεν ἡ θραῦσις. ]
theta 508[ Θρόνος· φησὶν ἡ γραφή· κεκάθικεν ἐπὶ θρόνου Δαβὶδ τὸ σπέρμα Ἰεχονίου. θρόνον δηλονότι τὸ βασιλικὸν ἀξίωμα λέγων. καὶ Θρόνος ἀνομίας, οἱ ἄδικοι κριταί. ]
theta 604[ Θύραι οὐρανοῦ· ἡ ἄνωθεν χορηγία. μεταφορικῶς ἀπὸ τῶν ταμιείων. Δαβίδ· καὶ θύρας οὐρανοῦ ἠνέῳξε. ]
upsilon 54[ Ὕδωρ διαπορευόμενον· ἀντὶ τοῦ ἐσκεδασμένον καὶ παντελῶς ἄχρηστον. Δαβίδ. ]
upsilon 192[ Ὑπελάβομεν· προσδεχόμεθα, φησί, ταύτην σου τὴν ἐπικουρίαν. Δαβίδ· ὑπελάβομεν ὁ θεὸς τὸ ἔλεός σου ἐν μέσῳ τοῦ λαοῦ σου. ]
upsilon 375[ Ὑπὲρ τοῦ μηθενός· ἀντὶ τοῦ ῥᾳδίως, καὶ εὐχερῶς. Δαβίδ· ὑπὲρ τοῦ μηθενὸς ὤσεις αὐτούς. ]
upsilon 443[ Ὕπνος· ἐπὶ θεοῦ ἡ μακροθυμία. Δαβίδ· ἐξηγέρθητι ἵνα τί ὑπνοῖς, Κύριε; καί, ἐξηγέρθη ὡς ὁ ὑπνῶν κύριος. Ὕπνος δ’ ἀπέστω γλυκύθυμος ὀμμάτων· ἡ παροιμία ἐπὶ τῶν βουλομένων φιλοσοφεῖν. λύσις ὀνείρου· ὄναρ καθ’ ὕπνους νητρεκὲς λαλεῖν τόδε. ]
upsilon 575[ Ὑποσκέλισον· τῆς ὁρμῆς κώλυσον. Δαβίδ· ἀνάστηθι, κύριε, πρόφθασον αὐτοὺς καὶ ὑποσκέλισον αὐτούς. ]
upsilon 681[ Ὕσσωπος· βοτάνη ῥυπτική. Δαβίδ· ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι. οὐδεμίαν γὰρ ἄφεσιν ἁμαρτημάτων εἰργάζετο. αἴνιγμα δέ τι σημαίνει. ὑσσώπῳ τὸ αἷμα τοῦ προβάτου καὶ ταῖς φλιαῖς ἐπιρράναντες τοῦ ὀλοθρεύοντος τὰς χεῖρας διέφευγον. τύπος δὲ ἐκεῖνα τῶν σωτηρίων παθημάτων· αἷμα γὰρ ἐνταῦθα, καὶ ξύλον, σωτηρία. ]
upsilon 695[ Υἱοὶ θεοῦ· οἱ ἀπόστολοι, ὡς ἀδελφοὶ τοῦ Χριστοῦ χρηματίσαντες. εἴπατε γάρ, φησί, τοῖς ἀδελφοῖς μου, προάγω ὑμᾶς εἰς τὴν Γαλιλαίαν. υἱοὺς δὲ κριῶν, τοὺς ἐξ ἐθνῶν πεπιστευκότας, ἅτε δὴ φύντας ἐξ ἀλόγων πατέρων. Δαβίδ· ἐνέγκατε τῷ κυρίῳ υἱοὺς κριῶν. Υἱοὶ δὲ τῶν ἐκτετιναγμένων, οἱ σφόδρα ταλαιπωρούμενοι. Δαβίδ φησιν· ὡσεὶ βέλη ἐν χειρὶ δυνατοῦ, οὕτως υἱοὶ τῶν ἐκτετιναγμένων. ]
upsilon 767[ Ὕψος· ἔπαρμα. καὶ Ὕψος ἡμερῶν, ἡ εὐημερία. Δαβίδ· οἱ πολεμοῦντές με ἀπὸ ὕψους. ]
upsilon 769[ Ὑψοῦτε· ἀντὶ τοῦ ὑψηλὸν αὐτὸν κηρύττετε. Δαβίδ· ὑψοῦτε κύριον τὸν θεὸν ἡμῶν καὶ προσκυνεῖτε τῷ ὑποποδίῳ τῶν ποδῶν αὐτοῦ. ὑποπόδιον τοῦ θεοῦ πάλαι μὲν ὁ θεῖος ἐνενόμιστο νεώς, νῦν δὲ αἱ κατὰ πᾶσαν γῆν καὶ θάλατταν ἐκκλησίαι, ἐν αἷς τῷ θεῷ τὴν προσκύνησιν ἀπονέμουσιν. ]
upsilon 770[ Ὑψώθητι· ἀντὶ τοῦ δεῖξον πᾶσιν ἀνθρώποις τὸ ὕψος σοῦ. Δαβίδ· ὑψώθητι ἐπὶ τοὺς οὐρανοὺς ὁ θεός. ]
upsilon 771[ Ὑψώθητι· ἀντὶ τοῦ ὑψηλὸς δείχθητι καὶ πάντων ὑπέρτερος. Δαβίδ φησι πρὸς τὸν θεόν. ]
zeta 188[ Ζυγός· ὁ νόμος παρὰ τῇ θείᾳ γραφῇ. καὶ ὁ Χριστός· ἄρατε τὸν ζυγόν μου, ὅτι χρηστός ἐστι, καὶ τὸ φορτίον μου ἐλαφρόν. καὶ ζυγὸν τὴν τοῦ νόμου βαρύτητά φησιν ὁ Δαβίδ. ]

 

Catalog of Authors and Works

The Catalog of the Digital Suda project is populated with forms deriving from the linguistic extraction and annotation of expressions about names of authors and works in the Greek text of the Suda (ed. Adler).

This is the first version of the Catalog, which includes all the entries of the four volumes of the Adler edition, is based on semi-automatic methods, and linked to external resources. Results are currently checked and analyzed for correction, further disambiguation, NE relation, and coreference resolution. Forthcoming versions of the catalog will allow to search Greek forms and will be enriched with data from other sources as part of the text-based Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project.

Entries of this catalog are also searchable in the unified Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project, which collects data from different ancient Greek sources.

The text of the Suda (ed. Adler) is available as part of the Digital Suda project and provided with a CTS URN retriever:

Search Fields

Output Fields

 

LAGL - Linked Ancient Greek and Latin     Creative Commons License