Α | Ἀγορανόμοι | [ | Ἀγορανόμοι: οἱ τὰ κατὰ τὴν ἀγορὰν ὤνια διοικοῦντες ἄρχοντες· Δημοσθένης ἐν τῷ κατὰ Τιμοκράτους. Ἀριστοτέλης δ' ἐν Ἀθηναίων πολιτείᾳ κληροῦσθαί φησι εʹ μὲν εἰς Πειραιᾶ, εʹ δὲ εἰς ἄστυ. | ] |
Α | Ἀγύρριος | [ | Ἀγύρριος: δημαγωγὸς οὗτος οὐκ ἀφανής· Δημοσθένης ἐν τῷ κατὰ Τιμοκράτους. | ] |
Α | Ἀκινάκης | [ | Ἀκινάκης: Δημοσθένης ἐν τῷ κατὰ Τιμοκράτους. Περσικὸν ξίφος ἐστί. καὶ Ἀναξιμένης ἐν αʹ τῶν περὶ Ἀλέξανδρον. | ] |
Α | Ἀστυνόμος | [ | Ἀστυνόμος: Δημοσθένης κατὰ Τιμοκράτους. δέκα φησὶν εἶναι τοὺς ἀστυνόμους Ἀριστοτέλης ἐν τῇ Ἀθηναίων πολιτείᾳ, πέντε μὲν ἐν Πειραιεῖ, πέντε δ' ἐν ἄστει. τούτοις δέ φησι μέλειν περί τε τῶν αὐλητρίδων καὶ ψαλτριῶν καὶ τῶν κοπρολόγων καὶ τῶν τοιούτων. | ] |
Δ | Διαχειροτονία | [ | Διαχειροτονία: διάκρισις τῆς χειροτονίας ἐν πλήθει γινομένης· Δημοσθένης ἔν τε τῷ κατὰ Τιμοκράτους καὶ κατ’ Ἀνδροτίωνος. | ] |
Δ | Διεγγύησιν | [ | Διεγγύησιν: ἀντὶ τοῦ κατάστασιν ἐγγυητῶν Δημοσθένης κατὰ Τιμοκράτους. ἐν δὲ τῷ κατὰ Νεαίρας, εἰ γνήσιος ὁ λόγος, φησὶ διεγγυηθεῖσα ὑπὸ τοῦ Στεφάνου. | ] |
Ε | Ἐξεγγύησις | [ | Ἐξεγγύησις: τὸ ἐξελέσθαι τινὰ δι' ἐγγυητῶν καταστάσεως· Δημοσθένης ἐν τῷ κατὰ Τιμοκράτους. | ] |
Ε | Ἐπώνυμοι | [ | Ἐπώνυμοι: Δημοσθένης ἐν τῷ κατὰ Τιμοκράτους. διττοί εἰσιν οἱ ἐπώνυμοι, οἱ μὲν ιʹ τὸν ἀριθμὸν, ἀφ' ὧν αἱ φυλαὶ, ἕτεροι δὲ βʹ καὶ μʹ, ἀφ' ὧν αἱ ἡλικίαι προσαγορεύονται τῶν πολιτῶν καθ' ἕκαστον ἔτος, ἀπὸ ιηʹ ἐτῶν μέχρι ξʹ. | ] |
Ε | Ἑτερόφθαλμος | [ | Ἑτερόφθαλμος: ὁ ἐν Λοκροῖς νομοθετήσας· Δημοσθένης ἐν τῷ κατὰ Τιμοκράτους. | ] |
Ζ | Ζητητής | [ | Ζητητής: ἀρχή τις Ἀθήνησι κατὰ καιροὺς καθισταμένη, εἴ ποτε τοὺς ἀδικοῦντάς τι δημοσίᾳ δέοι ζητεῖν· Δημοσθένης ἐν τῷ κατὰ Τιμοκράτους καὶ Ἀνδοκίδης ἐν τῷ περὶ ἐνδείξεως. οὗτος δὲ ὁ ῥήτωρ καὶ ζητητής ποτε ἐγένετο, ὥς φησι Λυσίας καὶ Ἰσοκράτης καὶ Πλάτων ὁ κωμικὸς Πρέσβεσιν. | ] |
Ι | Ἱερομηνία | [ | Ἱερομηνία: Δημοσθένης κατὰ Τιμοκράτους. αἱ ἑορτώδεις ἡμέραι ἱερομηνίαι καλοῦνται. | ] |
Κ | Κακώσεως | [ | Κακώσεως: δίκης ὄνομά ἐστι ταῖς τε ἐπικλήροις κατὰ τῶν γεγαμηκότων, καὶ κατὰ τῶν παίδων τοῖς γονεῦσι, καὶ κατὰ τῶν ἐπιτρόπων τοῖς ὑπὲρ τῶν ὀρφανῶν ἐπεξιοῦσι διδομένη· Δημοσθένης κατὰ Τιμοκράτους καὶ Λυσίας ἔν τε τῷ περὶ τοῦ Ἡγησάνδρου κλήρου καὶ ἐν τῷ ὑπὲρ * [+] [+] καὶ Ὑπερείδης περὶ τοῦ Πυρράνδρου κλήρου. ὅτι δὲ ἐξῆν καὶ παντὶ τῷ βουλομένῳ γράφεσθαι κακώσεως γονέων καὶ ταῖς ἐπικλήροις βοηθεῖν δηλοῦται ἔν τε τῷ προειρημένῳ λόγῳ Ὑπερείδου καὶ ἐν τῷ Λυσίου κατὰ Φιλωνίδου βιαίων, εἰ γνήσιος. ἦν δὲ καὶ ἄνευ ὕδατος. | ] |
Κ | Κατὰ δήμους δικαστάς | [ | Κατὰ δήμους δικαστάς: Δημοσθένης ἐν τῷ κατὰ Τιμοκράτους. περὶ τῶν κατὰ δήμους δικαστῶν, ὡς πρότερον μὲν ἦσαν λʹ καὶ κατὰ δήμους περιιόντες ἐδίκαζον, εἶτα ἐγένοντο μʹ, εἴρηκεν Ἀριστοτέλης ἐν τῇ Ἀθηναίων πολιτείᾳ. | ] |
Κ | Κυνόσαργες | [ | Κυνόσαργες: Δημοσθένης ἐν τῷ κατὰ Τιμοκράτους. ἓν τῶν παρ' Ἀθηναίοις γυμνασίων τὸ Κυνόσαργες. | ] |
Λ | Λογισταὶ καὶ λογιστήρια | [ | Λογισταὶ καὶ λογιστήρια: ἀρχή τις παρ' Ἀθηναίοις οὕτω καλουμένη· εἰσὶ δὲ τὸν ἀριθμὸν δέκα, οἳ τὰς εὐθύνας τῶν διῳκημένων ἐκλογίζονται ἐν ἡμέραις τριάκοντα, ὅταν τὰς ἀρχὰς ἀποθῶνται οἱ ἄρχοντες· Δημοσθένης ἐν τῷ ὑπὲρ Κτησιφῶντος. διείλεκται περὶ τούτων Ἀριστοτέλης ἐν τῇ Ἀθηναίων πολιτείᾳ, ἔνθα δείκνυται ὅτι διαφέρουσι τῶν εὐθύνων. μέμνηνται τῆς ἀρχῆς καὶ οἱ κωμικοί· Εὔπολις Πόλεσιν ἄνδρες λογισταὶ τῶν ὑπευθύνων χορῶν. λογιστήρια δ' ἐστὶ τὰ τῶν λογιστῶν ἀρχεῖα, ὡς Δείναρχος ἐν τῷ κατὰ Τιμοκράτους καὶ Ἀνδοκίδης ἐν τῷ περὶ τῶν μυστηρίων δηλοῦσιν. | ] |
Λ | Λύκειον | [ | Λύκειον: Δημοσθένης ἐν τῷ κατὰ Τιμοκράτους. ἓν τῶν παρ' Ἀθηναίοις γυμνασίων ἐστὶ τὸ Λύκειον, ὃ Θεόπομπος μὲν ἐν τῇ καʹ Πεισίστρατον ποιῆσαι, Φιλόχορος δ' ἐν τῇ δʹ Περικλέους φησὶν ἐπιστατοῦντος αὐτὸ γενέσθαι. | ] |
Μ | Μαύσωλος | [ | Μαύσωλος: Δημοσθένης ἐν τῷ κατὰ Τιμοκράτους. ὄνομα κύριον, ἄρχων Καρῶν. φησὶ δὲ αὐτὸν Θεόπομπος μηδενὸς ἀπέχεσθαι πράγματος χρημάτων ἕνεκα. | ] |
Ν | Ναυκραρικά | [ | Ναυκραρικά: Δημοσθένης ἐν τῷ κατὰ Τιμοκράτους. μήποτε δὲ βέλτιον φέρεται ἐν τοῖς Ἀττικιανοῖς Ναυκρατιτικά, ἵν' ᾖ ἀπὸ Ναυκρατιτικοῦ πλοίου ἢ Ναυκρατιτῶν ἐμπλεόντων· ἡ γὰρ Ναύκρατις τὸ παλαιὸν ἐμπόριον ἦν τῆς Αἰγύπτου. ἐὰν δὲ ᾖ ναυκραρικὰ, εἴη ἂν τὰ τῶν ἀρχόντων· ναυκράρους γὰρ τὸ παλαιὸν τοὺς ἄρχοντας ἔλεγον, ὡς καὶ ἐν τῇ εʹ Ἡρόδοτος δηλοῖ. Ἀριστοτέλης δ' ἐν Ἀθηναίων πολιτείᾳ φησὶ κατέστησαν δὲ δημάρχους τὴν αὐτὴν ἔχοντας ἐπιμέλειαν τοῖς πρότερον ναυκράροις. [ δήμους ἀντὶ τῶν ναυκραριῶν ἐποίησαν. ] | ] |
Ο | Ὅσιον | [ | Ὅσιον: Ὑπερείδης ἐν τῷ πρὸς Ἀριστογείτονά φησι καὶ τὰ χρήματα τά τε ἱερὰ καὶ τὰ ὅσια, ὅ τε Ἰσοκράτης Ἀρεοπαγιτικῷ καὶ τοῖς ἱεροῖς καὶ τοῖς ὁσίοις. ὅτι δὲ τὰ ὅσια τὰ δημόσια δηλοῖ Δημοσθένης ἐν τῷ κατὰ Τιμοκράτους σαφῶς διδάσκει περὶ τούτων· καὶ τὰ μὲν ἱερὰ, τὰς δεκάτας τῆς θεοῦ καὶ τὰς πεντηκοστὰς τῶν ἄλλων θεῶν, σεσυληκότες καὶ μετ' ὀλίγα τὰ δὲ ὅσια ἃ ἐγίνετο ἡμέτερα κεκλοφότες. Δίδυμος δὲ διχῶς φησὶν ἔλεγον τὸ ὅσιον, τό τε ἱερὸν καὶ τὸ ἰδιωτικόν. | ] |
Π | Παράσημος ῥήτωρ | [ | Παράσημος ῥήτωρ: Δημοσθένης ἐν τῷ ὑπὲρ Κτησιφῶντος. ἐκ μεταφορᾶς εἴρηται ἀπὸ τῶν νομισμάτων, ἃ καλοῦσι παράσημα ἤτοι ὅτι ὑποχαράττεται ὑπὸ τῶν ἀργυραμοιβῶν σημείῳ τινὶ ὃ τὴν φαυλότητα δηλοῖ, ἢ ἐπειδὴ παρατετύπωται καὶ παρακεχάρακται. ὅτι γὰρ ἐπὶ νομισμάτων λέγεται τὸ παράσημον δεδήλωκεν ὁ ῥήτωρ ἐν τῷ κατὰ Τιμοκράτους. | ] |
Π | Ποδοκάκκη | [ | Ποδοκάκκη: Δημοσθένης κατὰ Τιμοκράτους. τὸ ξύλον τὸ ἐν τῷ δεσμωτηρίῳ οὕτως ἐκαλεῖτο, ἤτοι παρεμβεβλημένου τοῦ ἑτέρου κ, ποδῶν τις κάκωσις οὖσα, ἢ κατὰ συγκοπὴν, ὥς φησι Δίδυμος, οἷον ποδοκατοχή. Λυσίας δ' ἐν τῷ κατὰ Θεομνήστου, εἰ γνήσιος, ἐξηγεῖται τοὔνομα· φησὶ γὰρ ἡ ποδοκάκκη αὐτό ἐστιν ὃ νῦν καλεῖται ἐν τῷ ξύλῳ δεδέσθαι. | ] |
Π | Προστιμήματα | [ | Προστιμήματα: ἔστι μέν τινα ἐν τοῖς νόμοις ὡρισμένα κατὰ τῶν ἀδικούντων, ὥσπερ ἡ ἐπωβελία παρ' Ἰσαίῳ ἐν τῷ κατὰ Διοκλέους, ἔστι δὲ καὶ ἄλλα ἃ προστιμᾶται τὸ δικαστήριον, ὡς δείκνυσι Δημοσθένης ἐν τῷ κατὰ Τιμοκράτους. | ] |
Φ | Φιλέψιος | [ | Φιλέψιος: Δημοσθένης κατὰ Τιμοκράτους· Φιλεψίου μνημονεύουσιν οἱ τῆς ἀρχαίας κωμῳδίας ποιηταὶ ἐπὶ τῷ μεταξὺ τῶν δημηγοριῶν μύθους λέγειν· κεκωμῴδηται δὲ καὶ εἰς πανουργίαν. | ] |
The Catalog of the Digital Harpocration project is populated with forms deriving from the linguistic extraction and annotation of expressions about names of authors and works in the Greek text of the Lexicon of the Ten Orators of Valerius Harpocration (ed. Dindorf).
This is the first version of the Catalog, which is complete, based on semi-automatic methods, and linked to external resources. Results are currently checked and analyzed for correction, further disambiguation, NE relation, and coreference resolution. Forthcoming versions of the catalog will allow to search Greek forms and will be enriched with data from other sources as part of the text-based Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project.
* As of May 2024, authors who were originally and experimentally assigned the prefix harp are now identified with the prefix lagl. Read below for further instructions.
* As of June 2024, entries of this catalog are also searchable in the unified Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project, which collects data from different ancient Greek sources.
The text of the Lexicon of the Ten Orators of Harpocration (ed. Dindorf) is available as part of the Digital Harpocration project and provided with a CTS URN retriever: