Digital Suda
Suidae Lexicon edidit Ada Adler

Authors Catalog

Callimachus (Callimachus)

Philologus

urn:cts:greeklit:tlg0533

Works

urn:cts:greeklit:tlg0533.suda001 - Hecale
urn:cts:greeklit:tlg0533.suda002 - On Contests
urn:cts:greeklit:tlg0533.suda003 - Hymns

alpha 302[ Ἀγορανομίας: λογιστίας. εἴρηται δὲ ἐπὶ τῶν ἐπισκοπούντων τὰ τῶν πόλεων ὤνια. καὶ Ἀγορανόμοι, οἱ τὰ κατὰ τὴν ἀγορὰν ὤνια διοικοῦντες ἄρχοντες. Ἀριστοφάνης Ἀχαρνεῦσιν· ἀγορανόμους δὲ τῆς ἀγορᾶς καθίσταμαι τρεῖς τοὺς λαχόντας, τοὺς δ’ ἱμάντας ἐκ λεπρῶν. τουτέστι λώρους, φραγγέλια. τὸ γὰρ παλαιὸν φραγγέλοις ἔτυπτον οἱ λογισταὶ τῆς ἀγορᾶς. λεπρῶν δὲ οἱ μὲν ἀπὸ τοῦ λέπειν, ὅ ἐστι τύπτειν· οἱ δὲ ἀπὸ Λεπρέου πολίσματος τῆς Πελοποννήσου, ἧς μέμνηται καὶ Καλλίμαχος ἐν Ὕμνοις· Καυκώνων πτολίεθρον, ὃ Λέπρειον πεφάτισται. οἱ δὲ ἐκ λεπρῶν βοῶν, διὰ τὸ τὰ ἐκ λεπρῶν βοῶν δέρματα ἰσχυρὰ εἶναι. οἱ δὲ ὅτι οἱ Μεγαρεῖς λεπροὶ τὸ σῶμα, πρὸς οὓς σπένδεται. ἄμεινον δὲ λέγειν, ὅτι τόπος ἔξω τοῦ ἄστεος Λεπροὶ καλούμενος, ἔνθα τὰ βυρσεῖα ἦν. οὗ καὶ ἐν Ὄρνισι μέμνηται· τί δ’ οὖν τὸν ἥλιον Λέπρεον οἰκίζετε. καὶ Ἀγορανομῶ· γενικῇ. ]
alpha 495[ Ἀδμωλία: ἡ ἄγνοια παρὰ Καλλιμάχῳ. καὶ Ἀδμωλεί, χωρὶς δόλου. καὶ Ἀδμωλῶ, τὸ ἀκηδιῶ. ]
alpha 1037[ Ἄκτια: ἀγὼν παλαιὸς, ὡς Καλλίμαχος ἐν τῷ περὶ τῶν Ἀγώνων δῆλον ποιεῖ. ]
alpha 1146[ Ἀλετρίβανος: οἱ μέν δασέως παρὰ τὸ τοὺς ἅλας τρίβειν, οἱ δὲ ψιλῶς παρὰ τὸ ἀλεῖν. καὶ δοῖδυξ μὲν Ἀττικόν, ἀλετρίβανος δὲ Ἀσιανόν. λέγεται δὲ καὶ Ἁλότριψ. καὶ τοῦτον δικάρανον ἁλότριβα. καὶ Ἀλετρίς, ἡ μυλωθρὸς παρὰ Καλλιμάχῳ. ]
alpha 3071[ Ἀπεστώ· ὥσπερ Σαπφώ. παρὰ Καλλιμάχῳ ἡ ἀποδημία. ]
alpha 3259[ Ἀποβράσματα: τὰ πίτυρα παρὰ Καλλιμάχῳ. τῆς οὐδὲν ἀπέβρασε φαῦλον ἀλετρίς. ]
alpha 3419[ Ἀπολλώνιος, Ἀλεξανδρεὺς, ἐπῶν ποιητὴς, διατρίψας ἐν Ῥόδῳ, υἱὸς Σιλλέως, μαθητὴς Καλλιμάχου, σύγχρονος Ἐρατοσθένους καὶ Εὐφορίωνος καὶ Τιμάρχου, ἐπὶ Πτολεμαίου τοῦ Εὐεργέτου ἐπικληθέντος, καὶ διάδοχος Ἐρατοσθένους γενόμενος ἐν τῇ προστασίᾳ τῆς ἐν Ἀλεξανδρείᾳ βιβλιοθήκης. ]
alpha 3622[ Ἀπ’ οὔατος ἄγγελος ἔλθοι: παρὰ Καλλιμάχῳ. τουτέστι δύσφημος, μὴ ἄξιος τοῦ μὴ ἀκουσθῆναι. ]
alpha 3750[ Ἀράχνη: θηλυκῶς τὸ ὕφασμα. ἀράχνης δὲ ἀρσενικῶς, τὸ ζωΰφιον· παρὰ τὸ ἀραιὰ ἴχνη ἔχειν. τρισσαὶ θέσαν ἅλικες, ἶσον ἀράχνᾳ τεῦξαι λεπταλέον μίτον ἐπιστάμεναι. εἴρηται δὲ ἀράχνης καὶ παρ’ Ἡσιόδῳ καὶ παρὰ Πινδάρῳ καὶ παρὰ Καλλίᾳ. λέγουσι δὲ καὶ ἀραχνικὰ, ἀπὸ τῆς ἀράχνης ὀρθῆς. Καλλίας Κύκλωψιν· ὥσπερ ἀραχνικὸς τὴν ὁδὸν προφορούμενα. θηλυκῶς δὲ Σοφοκλῆς Ἰνάχῳ πάντα δ’ ἐρίθων ἀραχνᾶν βρίθει. Καλλίμαχος· ἔργον ἀράχνα. Κρατῖνος δὲ Πυτίνη· ἀραχνίων μεστὴν ἔχεις τὴν γαστέρα. Φερεκράτης Τυραννίδι· ἆρ’ ἀράχνια ὥσπερ ταῖς συκυαῖσι ταῖς κεναῖς. Νικόφρων Ἀφροδίτης γοναῖς· ἆρ’ ἀράχνιόν τι φαίνεται ἐμπεφυκέναι. ]
alpha 3933[ Ἀριστοφάνης, Βυζάντιος, γραμματικός, υἱὸς Ἀπελλοῦ ἡγουμένου στρατιωτῶν, μαθητὴς Καλλιμάχου καὶ Ζηνοδότου· ἀλλὰ τοῦ μὲν νέος, τοῦ δὲ παῖς ἤκουσε· πρὸς δὲ τούτοις καὶ Διονυσίου τοῦ Ἰάμβου καὶ Εὐφρονίδα τοῦ ΚορινθίουΣικυωνίου. γέγονε δὲ κατὰ τὴν ρμδʹ Ὀλυμπιάδα. ]
alpha 3981[ Ἁρμοῖ που: ἀρτίως, νεωστί. οὕτω που Καλλίμαχος ἐν Ἑκάλῃ ἁρμοῖ που κἀκείνῳ ἐπέτρεχεν ἀβρὸς ἴουλος. ]
alpha 4105[ Ἀρχίβιος, Ἀπολλωνίου, γραμματικός. τῶν Καλλιμάχου [+] ἐπιγραμμάτων ἐξήγησιν. ]
alpha 4208[ Ἀσπαστοί: ἄσμενοι, θεοειδεῖς. παρὰ δὲ Καλλιμάχῳ Ἀσπαστύς, ἀσπαστύος, τουτέστι προσηγορία φιλία. ]
alpha 4255[ Ἄστρια: οἱ ἀστράγαλοι. δέκα δ’ ἄστρια αἴνυτο λάτρον· παρὰ Καλλιμάχῳ. ]
alpha 4259[ Ἀστυάγης, γραμματικός. Τέχνην γραμματικὴν, Περὶ διαλέκτων, Περὶ μέτρων, Κανόνας ὀνοματικοὺς, καὶ εἰς Καλλίμαχον [+] τὸν ποιητὴν ὑπόμνημα. ]
alpha 4272[ Ἄστυρον: πόλιν. ὅς τ’ ὤκιστος ἐς ἄστυρον ἀγγελιώτης. Καλλίμαχος. ]
gamma 155[ Γέντα: τὰ μέλη· γέντα βοὸς μέλδοντες. Καλλίμαχος. ]

 

Catalog of Authors and Works

The Catalog of the Digital Suda project is populated with forms deriving from the linguistic extraction and annotation of expressions about names of authors and works in the Greek text of the Suda (ed. Adler).

This is the first version of the Catalog, which includes the entries of the first volume of the Adler edition (praefatio, alpha, beta, and gamma), is based on semi-automatic methods, and linked to external resources. Results are currently checked and analyzed for correction, further disambiguation, NE relation, and coreference resolution. Forthcoming versions of the catalog will allow to search Greek forms and will be enriched with data from other sources as part of the text-based Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project.

Entries of this catalog are also searchable in the unified Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project, which collects data from different ancient Greek sources.

The text of the Suda (ed. Adler) is available as part of the Digital Suda project and provided with a CTS URN retriever:

Search Fields

Output Fields

 

LAGL - Linked Ancient Greek and Latin     Creative Commons License