Digital Suda
Suidae Lexicon edidit Ada Adler

Authors Catalog

Alcidamas (Alcidamas) - urn:cts:greekLit:tlg0610

Place of birth (Wikidata Statement)

Elaea (Wikidata) (Pleiades)

Occupations (Wikidata Statement)

philosopher (Wikidata)

orator (Wikidata)

rhetorician (Wikidata)

Works

urn:cts:greekLit:tlg0610.suda001

alpha 1283[ Ἀλκιδάμας· Ἐλεάτης, ἀπὸ Ἐλέας τῆς Ἀσίας, φιλόσοφος, Διοκλέους υἱὸς, μουσικὰ γεγραφότος, μαθητὴς Γοργίου τοῦ Λεοντίνου. ]
gamma 388[ Γοργίας, Χαρμαντίδου, Λεοντῖνος, ῥήτωρ, μαθητὴς Ἐμπεδοκλέους, διδάσκαλος Πώλου Ἀκραγαντίνου καὶ Περικλέους καὶ Ἰσοκράτους καὶ Ἀλκιδάμαντος τοῦ Ἐλεάτου, ὃς αὐτοῦ καὶ τὴν σχολὴν διεδέξατο· ἀδελφὸς δὲ ἦν τοῦ ἰατροῦ Ἡροδίκου. Πορφύριος δὲ αὐτὸν ἐπὶ τῆς πʹ Ὀλυμπιάδος τίθησιν· ἀλλὰ χρὴ νοεῖν πρεσβύτερον αὐτὸν εἶναι. οὗτος πρῶτος τῷ ῥητορικῷ εἴδει τῆς παιδείας δύναμίν τε φραστικὴν καὶ τέχνην ἔδωκε, τροπαῖς τε καὶ μεταφοραῖς καὶ ἀλληγορίαις καὶ ὑπαλλαγαῖς καὶ καταχρήσεσι καὶ ὑπερβάσεσι καὶ ἀναδιπλώσεσι καὶ ἐπαναλήψεσι καὶ ἀποστροφαῖς καὶ παρισώσεσιν ἐχρήσατο. ἔπραττε δὲ τῶν μαθητῶν ἕκαστον μνᾶς ρʹ. ἐβίω δὲ ἔτη ρθʹ, καὶ συνεγράψατο πολλά. ]
delta 454[ Δημοσθένης, Ἀθηναῖος, υἱὸς Δημοσθένους καὶ Κλεοβούλης, ῥήτωρ, τῶν δήμων Παιανιεύς· ἐπιμελὴς μᾶλλον ἢ εὐφυής, ὡς Ἕρμιππος ἱστορεῖ· καὶ πρὸς τὰς ἡδονὰς ἀκόλαστος, ὡς καὶ τοῦτό φησιν ὁ αὐτός. ὅθεν καὶ νέος μὲν ὢν Βάταλος ἐκλήθη, ὡς καὶ γυναικείᾳ ἐσθῆτι πολλάκις χρησάμενος· Ἀργὰς δὲ μετὰ τὸ εἰς ἄνδρας τελέσαι· ὅπερ ἐστὶν ὄνομα ὄφεως. ἐπεθύμησε δὲ ῥητορικῆς Καλλίστρατον θεασάμενος τὸν ῥήτορα ὑπὲρ Ὠρωπίων λέγοντα. διήκουσε δὲ Ἰσαίου, τοῦ Ἰσοκράτους μαθητοῦ, καὶ τοῖς λόγοις ἐχρῆτο Ζωΐλου τοῦ Ἀμφιπολίτου, σοφιστεύοντος ἐν Ἀθήναις, καὶ Πολυκράτους καὶ Ἀλκιδάμαντος, τοῦ Γοργίου μαθητοῦ, καὶ αὐτοῦ μέντοι Ἰσοκράτους. συνεφιλολόγησε δὲ Αἰσίωνι τῷ Ἀθηναίῳ καὶ Θεοπόμπῳ τῷ Χίῳ φιλοσόφῳ. διηκροάσατο δὲ καὶ Εὐβουλίδου τοῦ διαλεκτικοῦ καὶ Πλάτωνος· ἐτελεύτησε δὲ φυγὼν εἰς Καλαβρίαν ἐν τῷ τοῦ Ποσειδῶνος ἱερῷ διὰ τὸν Μακεδόνα Ἀντίπατρον, προσενεγκάμενος φάρμακον τὸ ἐν τῷ δακτυλίῳ, ἔτη βιώσας δύο καὶ ἑξήκοντα. ]
alphaiota 347[ Αἰσχίνης, Ἀθηναῖος, ῥήτωρ, υἱὸς Ἀτρομήτου καὶ Γλαυκοθέας, μαθητὴς δὲ κατὰ τὴν ῥητορικὴν Ἀλκιδάμαντος τοῦ Ἐλεάτου. τινὲς δὲ καὶ δούλους τοὺς γονεῖς αὐτοῦ γεγραφήκασιν. οὗτος ἐπειδὴ συναίρων ἐν δίκῃ τινὶ διέφθειρε τοὺς δικαστάς, ἐμβληθεὶς ἅμα αὐτοῖς ἐν τῷ δεσμωτηρίῳ καὶ κώνειον πιὼν ἀπέθανεν, καὶ τὰ πράγματα αὐτῶν ὡς ἀτέκνων ἐδημοσιώθη. ᾤκησε μέντοι ἐν Ῥόδῳ καὶ ἐπαίδευσεν, ἡσσηθεὶς ὑπὸ Δημοσθένους τὸν περὶ τοῦ στεφάνου ἀγῶνα. πρῶτος δὲ πάντων τὸ θείως λέγεις ἤκουσε διὰ τὸ σχεδιάζειν, ὡς ἐνθουσιῶν. ]

 

Catalog of Authors and Works

The Catalog of the Digital Suda project is populated with forms deriving from the linguistic extraction and annotation of expressions about names of authors and works in the Greek text of the Suda (ed. Adler).

This is the first version of the Catalog, which includes the entries of the first volume of the Adler edition (praefatio, alpha, beta, and gamma), is based on semi-automatic methods, and linked to external resources. Results are currently checked and analyzed for correction, further disambiguation, NE relation, and coreference resolution. Forthcoming versions of the catalog will allow to search Greek forms and will be enriched with data from other sources as part of the text-based Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project.

Entries of this catalog are also searchable in the unified Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project, which collects data from different ancient Greek sources.

The text of the Suda (ed. Adler) is available as part of the Digital Suda project and provided with a CTS URN retriever:

Search Fields

Output Fields

 

LAGL - Linked Ancient Greek and Latin     Creative Commons License