Alcaeus of Mytilene) - urn:cts:greekLit:tlg0383Mytilene (Wikidata) (Pleiades)
poet (Wikidata)
politician (Wikidata)
writer (Wikidata)
| alpha | 1274 | [ | Ἀλκαῖος· Μιτυληναῖος, εἶτα Ἀθηναῖος, κωμικὸς τῆς ἀρχαίας κωμῳδίας πέμπτος· υἱὸς δὲ Μίκκου. ἔγραψε δράματα δέκα. | ] |
| alpha | 3843 | [ | Ἀρήϊος: ὁ πολεμικός. καὶ Ἀρήιοι. Ἀλκαῖος· ἀνδρες πόλεως πύργοι ἀρήϊοι. καὶ Ἀρηΐοις, τοῖς τοῦ πολέμου. εἶναι ἔλεγε νεότητα ἐπίλεκτον καὶ ἀρηΐοις ὅπλοις πεφράχθαι. | ] |
| beta | 340 | [ | Βληχρόν: ἀσθενὲς παρὰ Ὁμήρῳ καὶ Ἀλκαίῳ· Πίνδαρος δὲ ἀντὶ τοῦ ἰσχυροῦ αὐτὸ λέγει. | ] |
| chi | 477 | [ | Χρήματα χρήματ’ ἀνήρ, πενιχρὸς δ’ οὐδέποτ’ ἐσθλός· ἐπὶ τῶν διὰ πλοῦτον εὐημερούντων. Ἀριστόδημός φησι. μέμνηται τοῦ Ἀριστοδήμου καὶ Ἀλκαῖος· ὡς γὰρ δή ποτ’ Ἀριστόδαμον φασὶν ἐν Σπάρτᾳ οὐκ ἀπάλαμνον λόγον εἰπεῖν, χρήματα, χρήματα· καὶ τὰ ἑξῆς. καὶ αὖθις Ἀριστοφάνης· οὐκ οἶδ’ ὅ τι χρῆμά με ποιεῖς. σκέψαι τοίνυν, ὡς ἐξόν σοι πλουτεῖν καὶ τοῖσιν ἅπασιν ὑπὸ τῶν ἀεὶ δημιζόντων. Σοφοκλῆς· τί χρῆμα δρᾷς, Αἶαν; τί τῷδ’ ἄκλητος οὐδ’ ὑπ’ ἀγγέλων κληθεὶς ἀφορμᾷς πεῖραν, οὔτε του κλύων σάλπιγγος; ἀλλὰ νῦν γε πᾶς εὕδει στρατός. ὁ δ’ εἶπε πρός με βαιά, ἀεὶ δ’ ὑμνούμενα, γύναι, γυναιξὶ κόσμον ἡ σιγὴ φέρει. κἀ γὼ μαθοῦσ’ ἔληξα· ὁ δ’ ἐσσύθη μόνος. | ] |
| chi | 478 | [ | Χρήματα, χρήματ’ ἀνήρ· αὕτη ἀποφθεγματική ἐστιν, ὡς τὰ παραγγέλματα τῶν ἑπτὰ σοφῶν. μέμνηται αὐτῆς Πίνδαρος καὶ Ἀλκαῖος. ὁμοία τῇ ὡς καὶ ἀρχὴ ἄνδρα δείκνυσι, καὶ τὴν κατὰ σαυτὸν ἔλα, καὶ τὸ γνῶθι σαυτόν. λεχθῆναι δὲ αὐτὴν Ἀλκαῖος μὲν ὑπὸ Ἀριστοδήμου τοῦ Σπαρτιάτου φησί, Πίνδαρος δὲ ὑπό τινος Ἀργείου τὸ ὄνομα, οὕτως λέγων. ὁ δ’ Ἀριστόδημος ἐγκαταριθμεῖται τοῖς σοφοῖς ὑπό τινων. | ] |
| delta | 1496 | [ | Δράκων, Στρατονικεύς, γραμματικός. Τεχνικά, Ὀρθογραφίαν, Περὶ τῶν κατὰ συζυγίαν ὀνομάτων, Περὶ ἀντωνυμιῶν, Περὶ μέτρων, Περὶ σατύρων, Περὶ τῶν Πινδάρου [+] μελῶν, Περὶ τῶν Σαπφοῦς [+] μέτρων, Περὶ τῶν Ἀλκαίου [+] μελῶν. | ] |
| epsilon | 4049 | [ | Ἐχύμισαν· ἀντὶ τοῦ ἔγχυμον ἐποίησαν. Ἀριστοφάνης Θεσμοφοριαζούσαις· Ἀνακρέων, Ἀλκαῖος, οἵπερ ἁρμονίαν ἐχύμισαν. | ] |
| kappa | 1598 | [ | Κίκις· ὄνομα κύριον. ὁ ἀδελφὸς Ἀλκαίου. | ] |
| omega | 159 | [ | Ὡραπόλλων, Φαινεβύθεως, κώμης τοῦ Πανοπολίτου νομοῦ, γραμματικός, διδάξας ἐν Ἀλεξανδρείᾳ καὶ ἐν Αἰγύπτῳ, εἶτα ἐν Κωνσταντινουπόλει ἐπὶ Θεοδοσίου. ἔγραψε Τεμενικά, ὑπόμνημα Σοφοκλέους [+], Ἀλκαίου [+], εἰς Ὅμηρον [+]. λαμπρὸς μὲν ἐπὶ τῇ τέχνῃ ἄνθρωπος καὶ τῶν πάλαι λογιμωτάτων γραμματικῶν οὐδέν τι μεῖον κλέος ἀπενεγκάμενος. Αἰγύπτιος, ἐπὶ Ζήνωνος βασιλέως. ζητῶν δὲ ὁ Νικομήδης τὸν Ἁρποκρᾶν ἦν καὶ μὴ εὑρίσκων αὐτόν. ὁ δὲ Ἰσίδωρος ὁ φιλόσοφος τοῦτο μαθὼν πέμπει διὰ γραμμάτων δηλούντων τοὺς ἐπιόντας. ἑάλω δὲ ὁ γραμματηφόρος καὶ ὡμολόγει τὸν πέμψαντα· καὶ τὸν Ὡραπόλλωνα καὶ τὸν Ἡραΐσκον αἱροῦσι καὶ νεύροις ἀνακρεμάσαντες ἀπὸ τῆς χειρὸς ἑκάτερον ἀπῄτουν τὸν Ἁρποκρᾶν καὶ Ἰσίδωρον. ὁ δὲ Ὡραπόλλων οὐκ ἦν τὸ ἦθος φιλόσοφος, ἀλλά τι καὶ ἐν βυθῷ τῆς περὶ θεοῦ δόξης ὧν ᾔδει ἀποκρυπτόμενος. ὁ γὰρ Ἡραΐσκος προεῖπεν ὡς αὐτομολήσει πρὸς ἑτέρους, καὶ καταπροήσεται τοὺς πατρίους νόμους ὁ Ὡραπόλλων· ὃ καὶ συνέβη γενέσθαι. ἀπ’ οὐδεμιᾶς γὰρ ἀναγκαίας τύχης εἶναι δοκούσης αὐθαίρετον εἵλετο τὴν μεταβολήν, ἔτι ἐπὶ ἐλπίσιν ἴσως ἀπλήστου τινὸς ἐπιθυμίας. οὐ γὰρ ἄλλο τί ἐστι προχειρίσασθαι ῥᾳδίως εἰς ἀπολογίαν τῆς μεταστάσεως. ὡς ἔοικε, Χριστιανὸς ἐγεγόνει. ἢ καὶ ἀνάπαλιν ἴσως. | ] |
| pi | 1668 | [ | Πιτυάνη εἰμί· αὕτη παρ’ Ἀλκαίῳ κεῖται. λέγεται καὶ κατὰ τῶν πυκναῖς συμφοραῖς χρωμένων ἅμα καὶ εὐπραξίαις, παρόσον καὶ τῇ Πιτάνῃ τοιαῦτα συνέβη πράγματα, ὧν καὶ Ἑλλάνικος μέμνηται· φησὶ γὰρ αὐτὴν ὑπὸ Πελασγῶν ἀνδραποδισθῆναι καὶ πάλιν ὑπὸ Ἐρυθραίων ἐλευθερωθῆναι. | ] |
| sigma | 107 | [ | Σαπφώ, Σίμωνος, οἱ δὲ Εὐμήνου, οἱ δὲ Ἠεριγύου, οἱ δὲ Ἐκρύτου, οἱ δὲ Σήμου, οἱ δὲ Κάμωνος, οἱ δὲ Ἐτάρχου, οἱ δὲ Σκαμανδρωνύμου· μητρὸς δὲ Κλειδός· Λεσβία ἐξ Ἐρεσσοῦ, λυρική, γεγονυῖα κατὰ τὴν μβʹ Ὀλυμπιάδα, ὅτε καὶ Ἀλκαῖος ἦν καὶ Στησίχορος καὶ Πιττακός. ἦσαν δὲ αὐτῇ καὶ ἀδελφοὶ τρεῖς, Λάριχος, Χάραξος, Εὐρύγιος. ἐγαμήθη δὲ ἀνδρὶ Κερκύλᾳ πλουσιωτάτῳ, ὁρμωμένῳ ἀπὸ Ἄνδρου, καὶ θυγατέρα ἐποιήσατο ἐξ αὐτοῦ, ἣ Κλεὶς ὠνομάσθη. ἑταῖραι δὲ αὐτῆς καὶ φίλαι γεγόνασι τρεῖς, Ἀτθίς, Τελεσίππα, Μεγάρα· πρὸς ἃς καὶ διαβολὴν ἔσχεν αἰσχρᾶς φιλίας. μαθήτριαι δὲ αὐτῆς Ἀναγόρα Μιλησία, Γογγύλα Κολοφωνία, Εὐνείκα Σαλαμινία. ἔγραψε δὲ μελῶν λυρικῶν βιβλία θʹ. καὶ πρώτη πλῆκτρον εὗρεν. ἔγραψε δὲ καὶ ἐπιγράμματα καὶ ἐλεγεῖα καὶ ἰάμβους καὶ μονῳδίας. | ] |
| sigma | 118 | [ | Σαράπους· οὕτως ἐκάλει Ἀλκαῖος Πιττακὸν τὸν φιλόσοφον διὰ τὸ πλατύπουν εἶναι καὶ σύρειν τὼ πόδε· χειροπόδην δὲ διὰ τὰς ἐν τοῖς ποσὶ ῥαγάδας, ἃς χειράδας ἐκάλουν· γαύρικά τε, ὡς εἰκῆ γαυριῶντα· φύσκωνα δὲ καὶ γάστρωνα, διότι παχὺς ἦν· ἀλλὰ μὴν καὶ Ζοφοδορπίδα, ὡς ἄλυχνον· ἀγασύραστον δέ, ὡς ἐπισεσυρμένον καὶ ῥυπαρόν. | ] |
| sigma | 705 | [ | Σκυθικαί· εἶδός τι ὑποδήματός εἰσιν, ὡς Ἀλκαῖος ἐν ηʹ· Σκυθικὰς ὑποδησάμενος. | ] |
| tau | 422 | [ | Τετύφωμαι· ἀντὶ τοῦ ἐμβεβρόντημαι, ἔξω τῶν φρενῶν γέγονα· ἤτοι ἀπὸ τῆς βροντῆς, ἢ ἀπὸ τῶν ἐπὶ τὸν Τυφῶνα καταφερομένων σκηπτῶν, ἢ ἀπὸ τῶν τυφωνικῶν καλουμένων πνευμάτων, ἃ δὴ καὶ αὐτὰ ἐξίστησιν ἀθρόως καταρραγέντα. καὶ γὰρ Ἀλκαῖός φησι· πάμπαν δ’ ἐτύφωσ’ , ἐκ δ’ ἐλέγετο φρένας. | ] |
| theta | 231 | [ | Θεράπναι· τόπος ἐστὶν ἐν Λακεδαιμονίᾳ, οὗ μνημονεύει καὶ Ἰσοκράτης καὶ Ἀλκαῖος. | ] |
| theta | 574 | [ | Θυμὸς ἑπταβόειος· ὁ μέγας. ἀπὸ μεταφορᾶς τῆς ἀσπίδος τοῦ Αἴαντος. Κρέων Οἰδίποδι· θυμοῦ γὰρ οὐδέν ἐστιν ἄλλο γῆρας πλὴν θανεῖν. θανόντων δ' οὐδὲν ἄλγος ἅπτεται. οἷον οὐκ ἔστι θυμοῦ κρατῆσαι ἄνθρωπον ὄντα. οὐ καταγηράσκει τὸ ὠμὸν τοῦ θυμοῦ, εἰ μὴ ἐξέλθοι τοῦ βίου ὁ ἄνθρωπος· ἀδύνατον γάρ ἐστιν ὄντα ἄνθρωπον μὴ θυμῷ χρήσασθαι. τοῦτο καὶ παροιμιακῶς λέγεται, ὅτι ὁ θυμὸς ἔσχατον γηράσκει. λέγεται δὲ διὰ τοὺς πρεσβυτέρους· ὅσον γηράσκουσι, τὸν θυμὸν ἐρρωμενέστερον ἔχουσι. καὶ Ἀλκαῖος ὡς λεγομένου κατὰ τὸ κοινὸν αὐτοῦ μιμνήσκεται. | ] |
The Catalog of the Digital Suda project is populated with forms deriving from the linguistic extraction and annotation of expressions about names of authors and works in the Greek text of the Suda (ed. Adler).
This is the first version of the Catalog, which includes all the entries of the four volumes of the Adler edition, is based on semi-automatic methods, and linked to external resources. Results are currently checked and analyzed for correction, further disambiguation, NE relation, and coreference resolution. Forthcoming versions of the catalog will allow to search Greek forms and will be enriched with data from other sources as part of the text-based Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project.
Entries of this catalog are also searchable in the unified Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project, which collects data from different ancient Greek sources.
The text of the Suda (ed. Adler) is available as part of the Digital Suda project and provided with a CTS URN retriever: