Digital Suda
Suidae Lexicon edidit Ada Adler

Authors Catalog

Zoilus (Zoilus) - urn:cts:greekLit:tlg0128

Place of birth (Wikidata Statement)

Amphipolis (Wikidata) (Pleiades)

Place of death (Wikidata Statement)

Chios (Wikidata) (Pleiades)

Occupations (Wikidata Statement)

historian (Wikidata)

philosopher (Wikidata)

orator (Wikidata)

Works

urn:cts:greekLit:tlg0128.suda001
urn:cts:greekLit:tlg0128.suda002
urn:cts:greekLit:tlg0128.suda003
urn:cts:greekLit:tlg0128.suda004
urn:cts:greekLit:tlg0128.suda005

alpha 1989[ Ἀναξιμένης, Ἀριστοκλέους Λαμψακηνὸς, ῥήτωρ· μαθητὴς Διογένους τοῦ Κυνὸς καὶ Ζωΐλου τοῦ Ἀμφιπολίτου γραμματικοῦ, τοῦ κακίζοντος Ὅμηρον, διδάσκαλος δὲ τοῦ Μακεδόνος Ἀλεξάνδρου. εἵπετο δὲ αὐτῷ ἐν τοῖς πολέμοις. οὗτος βασιλέα Ἀλέξανδρον, θυμῷ χρώμενον ἐς Λαμψακηνοὺς τέχνῃ περιεῖλε τοιάδε. φρονούντων Λαμψακηνῶν τὰ Περσῶν, ὑπερζέων τῷ θυμῷ Ἀλέξανδρος ἠπείλει τὰ μέγιστα κακὰ ἐργάσασθαι. οἱ δὲ, ἅτε περὶ γυναικῶν καὶ παίδων καὶ τῆς πατρίδος θέοντες, ἀποστέλλουσιν Ἀναξιμένην ἱκετεύσοντα. Ἀλέξανδρος δὲ γνοὺς καθ’ ἥντινα αἰτίαν ἥκοι, κατωμόσατο θεοὺς, ἦ μὴν αὐτοῦ ταῖς δεήσεσι τἀναντία ἐργάσεσθαι. Ἀναξιμένης δέ, χάρισαί μοι, ἔφη, ὧ βασιλεῦ, τὴν χάριν, γυναῖκας καὶ τέκνα τῶν Λαμψακηνῶν ἀνδραποδίσασθαι καὶ τὰ ἱερὰ ἐμπρῆσαι καὶ τὴν πόλιν ἐς ἔδαφος καταβαλεῖν. Ἀλέξανδρος δὲ οὐκ ἔχων τι πρὸς τοῦτο σοφίσασθαι ἢ ἀντιμηχανήσασθαι καὶ ἐνεχόμενος τῇ ἀνάγκη τοῦ ὅρκου, συγγνώμην ἔνεμεν οὐκ ἐθέλων Λαμψακηνοῖς. ἠμύνατο δὲ καὶ Θεόπομπον, τὸν Δαμοστράτου, ἐχθρὸν ὄντα Ἀναξιμένης οὐκ ἀμαθέστατα, ἀλλ’ ἐπιφθονώτατα. σοφιστὴς γὰρ ὢν καὶ σοφιστῶν λόγους μιμούμενος, γράφει βιβλίον ἐς Ἀθηναίους καὶ ἐπὶ Λακεδαιμονίους, συγγραφὴν λοίδορον ἐς τὸ ἀκριβέστατον μιμησάμενος· καὶ ἐπιγράψας Θεοπόμπου τὸ ὄνομα ἔπεμπεν ἐς τὰς πόλεις. καὶ ἐκ τούτου τὸ ἔχθος τὸ ἐς Θεόπομπον ἀνὰ πᾶσαν τὴν Ἐλλάδα ηὔξετο. οὐ μὴν οὐδὲ εἰπεῖν τις αὐτοσχεδίως Ἀναξιμένους πρότερός ἐστιν εὑρηκώς. ]
delta 454[ Δημοσθένης, Ἀθηναῖος, υἱὸς Δημοσθένους καὶ Κλεοβούλης, ῥήτωρ, τῶν δήμων Παιανιεύς· ἐπιμελὴς μᾶλλον ἢ εὐφυής, ὡς Ἕρμιππος ἱστορεῖ· καὶ πρὸς τὰς ἡδονὰς ἀκόλαστος, ὡς καὶ τοῦτό φησιν ὁ αὐτός. ὅθεν καὶ νέος μὲν ὢν Βάταλος ἐκλήθη, ὡς καὶ γυναικείᾳ ἐσθῆτι πολλάκις χρησάμενος· Ἀργὰς δὲ μετὰ τὸ εἰς ἄνδρας τελέσαι· ὅπερ ἐστὶν ὄνομα ὄφεως. ἐπεθύμησε δὲ ῥητορικῆς Καλλίστρατον θεασάμενος τὸν ῥήτορα ὑπὲρ Ὠρωπίων λέγοντα. διήκουσε δὲ Ἰσαίου, τοῦ Ἰσοκράτους μαθητοῦ, καὶ τοῖς λόγοις ἐχρῆτο Ζωΐλου τοῦ Ἀμφιπολίτου, σοφιστεύοντος ἐν Ἀθήναις, καὶ Πολυκράτους καὶ Ἀλκιδάμαντος, τοῦ Γοργίου μαθητοῦ, καὶ αὐτοῦ μέντοι Ἰσοκράτους. συνεφιλολόγησε δὲ Αἰσίωνι τῷ Ἀθηναίῳ καὶ Θεοπόμπῳ τῷ Χίῳ φιλοσόφῳ. διηκροάσατο δὲ καὶ Εὐβουλίδου τοῦ διαλεκτικοῦ καὶ Πλάτωνος· ἐτελεύτησε δὲ φυγὼν εἰς Καλαβρίαν ἐν τῷ τοῦ Ποσειδῶνος ἱερῷ διὰ τὸν Μακεδόνα Ἀντίπατρον, προσενεγκάμενος φάρμακον τὸ ἐν τῷ δακτυλίῳ, ἔτη βιώσας δύο καὶ ἑξήκοντα. ]
zeta 130[ Ζωΐλος, Ἀμφιπολίτης( πόλις δ’ ἐστὶ Μακεδονίας Ἀμφίπολις, ἥτις πρώην ἐκαλεῖτο Ἐννέα ὁδοί) , ὃς ἐπεκλήθη Ὁμηρομάστιξ, ὅτι ἐπέσκωπτεν Ὅμηρον. διὸ αὐτὸν διώξαντες οἱ ἐν τῇ Ὀλυμπίᾳ κατὰ τῶν Σκιρωνίδων πετρῶν ἔρριψαν. ῥήτωρ δὲ ἦν καὶ φιλόσοφος. ἔγραψε μέντοι τινὰ καὶ γραμματικά· Κατὰ τῆς Ὁμήρου ποιήσεως λόγους θʹ, Ἱστορίαν ἀπὸ θεογονίας ἕως τῆς Φιλίππου τελευτῆς βιβλία γʹ, Περὶ Ἀμφιπόλεως, καὶ Κατὰ Ἰσοκράτους τοῦ ῥήτορος, καὶ ἄλλα πλεῖστα, ἐν οἷς καὶ ψόγος Ὁμήρου. ]

 

Catalog of Authors and Works

The Catalog of the Digital Suda project is populated with forms deriving from the linguistic extraction and annotation of expressions about names of authors and works in the Greek text of the Suda (ed. Adler).

This is the first version of the Catalog, which includes the entries of the first volume of the Adler edition (praefatio, alpha, beta, and gamma), is based on semi-automatic methods, and linked to external resources. Results are currently checked and analyzed for correction, further disambiguation, NE relation, and coreference resolution. Forthcoming versions of the catalog will allow to search Greek forms and will be enriched with data from other sources as part of the text-based Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project.

Entries of this catalog are also searchable in the unified Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project, which collects data from different ancient Greek sources.

The text of the Suda (ed. Adler) is available as part of the Digital Suda project and provided with a CTS URN retriever:

Search Fields

Output Fields

 

LAGL - Linked Ancient Greek and Latin     Creative Commons License