Digital Suda
Suidae Lexicon edidit Ada Adler

Authors Catalog

Samuel (Samuel) - urn:cts:greekLit:lagl0427

Place of birth (Wikidata Statement)

Ramathaim-Zophim (Wikidata) (Pleiades)

Place of death (Wikidata Statement)

Ramah in Benjamin (Wikidata)

Occupations (Wikidata Statement)

judge (Wikidata)

ruler (Wikidata)

prophet (Wikidata)

alpha 1270[ Ἀλκάνης: ὅτι ἐν τῇ ἀρχῆ τῆς βίβλου τῶν δ’ βασιλειῶν Ἑλκανᾶς κεῖται τὸ ὄνομα. ἀνὴρ τῶν ἐν μέσῳ πολιτῶν τῆς Ἐφραὶμ κληρουχίας Ἀρμαθαὶμ πόλιν κατοικῶν γαμεῖ βʹ γυναῖκας, Ἄνναν τε καὶ Φενάνναν. ἐκ δὴ ταύτης καὶ παῖδες αὐτῷ γίνονται· τὴν δ’ ἑτέραν ἄτεκνον οὖσαν ἀγαπῶν διετέλει. ἀφικομένου δὲ μετὰ τῶν γυναικῶν τοῦ Ἀλκάνου εἰς Σηλὼ πόλιν θῦσαι· ἐνταῦθα γὰρ ἡ σκηνὴ τοῦ θεοῦ ἐπεπήγει· καὶ πάλιν κατὰ τὴν εὐωχίαν νέμοντος μοίρας κρεῶν ταῖς τε γυναιξὶ καὶ τοῖς τέκνοις, ἡ Ἄννα θεασαμένη τοὺς τῆς ἑτέρας παῖδας τῇ μητρὶ περικαθισαμένους εἰς δάκρυά τε προὔπεσε καὶ τῆς ἀπαιδίας αὑτὴν ὠλοφύρετο καὶ τῆς μονώσεως. καὶ τῆς τ ἀνδρὸς παραμυθίας τῇ λύπῃ κρατήσασα εἰς τὴν σκηνὴν ᾤχετο, τὸν θεὸν ἱκετεύουσα δοῦναι γονὴν αὐτῇ καὶ ποιῆσαι μητέρα, ἐπαγγελλομένη τὸ πρῶτον αὐτῇ γεννησόμενον καθιερώσειν ἐπὶ διακονίαν τοῦ θεοῦ, δίαιταν οὐχ ὁμοίαν τοῖς ἰδιώταις ποιησόμενον. εὐχομένης δὲ ἦλθεν Ἠλεὶ ὁ ἀρχιερεὺς καὶ ὡς παροινοῦσαν ἐκέλευσεν ἀπιέναι. τῆς δὲ πιεῖν ὕδωρ φαμένης, λυπουμένης δ’ ἐπὶ παίδων ἀπορίᾳ τὸν θεὸν ἱκετεύειν, θαρρεῖν παρεκελεύετο, παρέξειν αὐτῇ παῖδα τὸν θεὸν καταγγέλλων. καὶ γίνεται αὐτῇ παιδίονμ, ὃν Σαμουὴλ ἐκάλεσαν, θεαίτητον ὡς ἄν τις εἴποι. ]
alpha 2394[ Ἀνεῖτο δὲ αὐτῷ ἡ κόμη, καὶ ποτὸν ὕδωρ ἦν: ἀντὶ τοῦ ἀπολελυμένη ἦν. περὶ Σαμουὴλ τοῦ προφήτου φησίν. Ἀνεῖτο δέ, ἀντὶ τοῦ ἀνέκειτο. ἐπεὶ δὲ ὁ Ναρσῆς, ὁ τῆς Ἰταλίας στρατηγὸς, ἐς πάντα ξυγκατεμίγνυε τῷ μεγαλουργῷ τὸ νουνεχὲς, καὶ ἐκοινώνει αὐτῷ τῆς φρονήσεως ἡ ῥώμη καὶ ἅπας τῷ κρείττονι ἀνεῖτο, ταύτῃ τοι οὐ πρὸς τὸ ἐμμελὲς ἐκκλίνας, αὐτίκα καὶ ὅγε ἐπεραιώθη τὸ ῥεῖθρον σὺν τῷ ῥείθρῳ. ]
epsilon 45[ Ἐγγαστρίμυθος· ἐγγαστρίμαντις· ὃ νῦν τινες Πύθωνα, Σοφοκλῆς δὲ στερνόμαντιν, Πλάτων ὁ φιλόσοφος Εὐρυκλέα ἀπὸ Εὐρυκλέους τοιούτου μάντεως. Ἀριστοφάνης Σφηξί· μιμησάμενος τὴν Εὐρυκλέους μαντείαν καὶ διάνοιαν. Φιλόχορος δ’ ἐν γʹ περὶ μαντικῆς καὶ γυναῖκας ἐγγαστριμύθους. αὗται τὰς τῶν τεθνηκότων ψυχὰς ἐξεκαλοῦντο. μιᾷ δὲ αὐτῶν ἐχρήσατο Σαούλ, ἥτις ἐξεκαλέσατο τὴν ψυχὴν Σαμουὴλ τοῦ προφήτου. ]
iota 507[ Ἰωσίας, βασιλεὺς Ἰσραήλ, δικαιότατος ὑπὲρ τοὺς ἔμπροσθεν αὐτοῦ βασιλεῖς γενόμενος. ὃς τὸν νόμον κυρίου ἀναγινωσκόμενον ἀκριβῶς ἀκούσας καὶ λίαν ἀθυμήσας, εἰδὼς τοῦτον ἐν τοσούτοις ἔτεσι καταπατούμενον, τὰ ἱμάτια διαρρήξας καὶ ἔμφοβος γενόμενος ἀπέστειλε πρὸς Ὀλδὰν τὴν προφῆτιν, πυνθανόμενος τί βούλεται κύριος περὶ αὐτοῦ καὶ παντὸς τοῦ λαοῦ. ἡ δὲ φησί· τάδε λέγει κύριος· ἀνθ’ ὧν ἡπαλύνθη ἡ καρδία σου καὶ ἐνετράπης ἀπὸ προσώπου μου, ὡς ἤκουσας, ὅτι ἐλάλησα ἐπὶ τὸν τόπον τοῦτον καὶ τοὺς ἐνοικοῦντας αὐτὸν τοῦ εἶναι εἰς ἀφανισμὸν καὶ εἰς κατάραν, καὶ διέρρηξας τὰ ἱμάτιά σου καὶ ἔκλαυσας ἐνώπιόν μου, ἰδού, προστίθημί σε πρὸς τοὺς πατέρας σου ἐν εἰρήνῃ, καὶ οὐκ ὄψει πᾶσι τοῖς κακοῖς, οἷς ἐπάξω ἐπὶ τὸν τόπον τοῦτον. ὁ δὲ ζήλῳ θείῳ κινούμενος οὐ μόνον τὰ πανταχοῦ εἴδωλα καὶ σεβάσματα κατέστρεψεν ἐκ βάθρων, ἀλλὰ καὶ τοὺς εἰδωλολάτρας μαστίζων ἐξωλόθρευσε, τοὺς δὲ ἤδη τεθνηκότας ἐν τοῖς τάφοις κατέκαυσε. καὶ ἐπάρας τοὺς ὀφθαλμοὺς αὐτοῦ ἐπὶ τὸν τάφον τοῦ ἀνθρώπου τοῦ θεοῦ εἶπε· τί τὸ σκόπελον ἐκεῖνο, ὃ ἐγὼ βλέπω; καί φασιν οἱ ἄνδρες τῆς πόλεως· ὁ ἄνθρωπος τοῦ θεοῦ ἐστιν, ὁ προφήτης, τοὺς λόγους τούτους ἐπὶ τὸ θυσιαστήριον Βεθήλ. καὶ εἶπεν· ἄφετε αὐτόν· μηδεὶς κινήσῃ τὰ ὀστᾶ αὐτοῦ. καὶ μέντοι καὶ τοὺς ἐγγαστριμύθους καὶ τοὺς ψευδοπροφήτας καὶ πᾶν βδέλυγμα καὶ προσόχθισμα ἐν Ἱερουσαλὴμ ἐξῆρε καὶ ἐπέστρεψε πρὸς κύριον ἐν ὅλῃ καρδίᾳ καὶ ἰσχύϊ καὶ ψυχῇ αὐτοῦ κατὰ τὸν νόμον Μωσέως καὶ τὸ πάσχα ἐποίησεν, οἷον οὐ γέγονεν ἀπὸ τῶν χρόνων Ἰησοῦ τοῦ Ναυῆ καὶ Σαμουήλ. ἐν ᾧ βόας ἔθυσε χιλιάδας ιβʹ, πρόβατα χιλιάδας ληʹ. καὶ κατωρθώθη τὰ ἔργα Ἰωσίου ἐνώπιον κυρίου ἐν καρδίᾳ πλήρει εὐσεβείας. πλὴν οὐκ ἀπεστράφη κύριος ἀπὸ θυμοῦ τῆς ὀργῆς αὐτοῦ, οὗ ἐθυμώθη ἐν τῷ Ἰούδᾳ ἐπὶ τοὺς παροργισμούς, οὓς παρώργισεν αὐτὸν Μανασσῆς. ]
kappa 139[ Καθυφίεντο· ἀντηλλάττοντο, κατεπροδίδοσαν. οἱ δὲ τοῦ Σαμουὴλ τοῦ προφήτου υἱοὶ δώρων καὶ λημμάτων αἰσχρῶν καθυφίεντο τὸ δίκαιον. ]

 

Catalog of Authors and Works

The Catalog of the Digital Suda project is populated with forms deriving from the linguistic extraction and annotation of expressions about names of authors and works in the Greek text of the Suda (ed. Adler).

This is the first version of the Catalog, which includes the entries of the first and the second volume of the Adler edition (praefatio, alpha, beta, gamma, delta, alphaiota, zeta, eta, iota, theta, kappa, lambda), is based on semi-automatic methods, and linked to external resources. Results are currently checked and analyzed for correction, further disambiguation, NE relation, and coreference resolution. Forthcoming versions of the catalog will allow to search Greek forms and will be enriched with data from other sources as part of the text-based Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project.

Entries of this catalog are also searchable in the unified Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project, which collects data from different ancient Greek sources.

The text of the Suda (ed. Adler) is available as part of the Digital Suda project and provided with a CTS URN retriever:

Search Fields

Output Fields

 

LAGL - Linked Ancient Greek and Latin     Creative Commons License