Category:Ionic Greek writers) - urn:cts:greekLit:lagl0158| alpha | 104 | [ | Ἄβυσσον: ἣν οὐδὲ βυθὸς χωρῆσαι δύναται· Ἴωνες δὲ τὸν βυθὸν βυσσόν φασιν. ὅθεν δοκεῖ λέγεσθαι καὶ βυσσοδομεύειν, παρὰ τὸ δύνω, τὸ ὑπεισέρχομαι, κατὰ τροπὴν βύω, βύσω, βέβυσμαι, βέβυσαι, βυσὸς καὶ ἀβύσσος, οὗ οὐδεὶς εἰσέρχεται διὰ τὸ βάθος. Ἀριστοφάνης Βατράχοις· εὐθὺς γὰρ ἐπὶ λίμνην μεγάλην ἥξεις πάνυ ἄβυσσον. καὶ οὐδετέρως φησὶν ὁ αὐτός· ἕως ἂν ᾖ τὸ ἀργύριον τὸ ἄβυσσον παρὰ τῇ θεῷ, οὐκ εἰρηνεύσουσιν. ἐν γὰρ τῇ ἀκροπόλει χίλια τάλαντα ἀπέκειτο. Ἄβυσσον καλεῖ τὴν ὑγρὰν οὐσίαν ἡ θεία γραφή. ἐπεὶ οὖν ἡ γῆ πανταχόθεν ὕδασι περιέχεται μεγάλοις καὶ μικροῖς πελάγεσιν, εἰκότως περιβόλαιον αὐτῆς εἴρηκεν ὁ Δαβίδ. καὶ, ἄβυσσος ἄβυσσον ἐπικαλεῖται, ὁ αὐτὸς προφήτης φησίν· τὰ στρατιωτικὰ λέγων τάγματα καὶ τὴν τοῦ πλήθους ὑπερβολὴν τροπικῶς. ὡς ἔν ἀβύσσῳ τινὶ ὑποβρύχιος ἐγενόμην. Ἄβυσσος οὖν ὑδάτων πλῆθος πολύ. | ] |
| alpha | 213 | [ | Ἀγηγέρατο: συνηθροίζοντο. Ἀγείρω, ὁ μέλλων ἀγερῶ, ὁ παρακείμενος ἤγερκα, ὁ παθητικὸς ἤγερμαι, τὸ τρίτον ἤγερται καὶ τὸ τρίτον τῶν πληθυντικῶν Ἰακῶς ἀγηγέραται· εἶτα ὁ ὑπερσυντελικὸς ἠγέρμην, τὸ τρίτον ἤγερτο καὶ ἀγήγερτο καὶ τὸ τρίτον τῶν πληθυντικῶν Ἰακῶς ἀγηγέρατο. | ] |
| alpha | 398 | [ | Ἀγχιβατεῖν: Ἴωνες τὸ ἀμφισβητεῖν. καὶ Ἀγχισβασίην Ἡράκλειτος. | ] |
| alpha | 1149 | [ | Ἄλευε: Ἴωνες τὸ φύλαξαι οὕτως λέγουσι. καὶ παροιμία· ἄλευ’ ἀπὸ μείζονος ἀνδρός. | ] |
| alpha | 1497 | [ | Ἁμαρτίαν οἱ Ἀττικοί, Ἁμαρτάδα Ἡρόδοτος καὶ ἄλλοι Ἴωνες. | ] |
| alpha | 1762 | [ | Ἀμφισβατεῖν: ἔνιοι τὸ ἀμφισβητεῖν, Ἴωνες δὲ καὶ Ἀγχιβατεῖν. καὶ Ἀγχιβασίην Ἡράκλειτος. | ] |
| alpha | 2892 | [ | Ἅπαν· οἱ μὲν Ἴωνες συστέλλουσι καὶ ὁ Ποιητής· τῶν δ’ ἅπαν ἐπλήσθη πεδίον. καὶ οἱ Ἀττικοὶ ἐκτείνουσι τὴν ὑστέραν. καὶ τὸ παράπαν ὁμοίως, καὶ ἅπαντα τὰ τοιαῦτα. | ] |
| alpha | 3641 | [ | Ἀποφώλιοι: ξένοι, οἱ φυλὴν μὴ νέμοντες. οὕτως Αἰσχύλος. ἢ ἀπαίδευτοι. φωλεοὶ γὰρ τὰ παιδευτήρια, ὥς φασιν οἱ Ἴωνες. | ] |
| alpha | 4382 | [ | Ἀτρέα καὶ καθόλου τὰς ἀπὸ τῶν εἰς ευς συμφώνῳ παραληγομένων αἰτιατικὰς μηκύνουσι, τὰς δὲ καθαρὰς τοῦ ευ συναιροῦσι· Χοᾶ καὶ Μηλιᾶ καὶ Σουνιᾶ. Ἴωνες δὲ συστέλλουσι τὰς προτέρας, Ἀτρέα καὶ Πηλέα βραχέως λέγοντες· διὸ καὶ παρὰ τοῖς τραγικοῖς οὐκ ἀναγκαῖον ἐκτείνειν, εἰ μὴ μέτρον ἀναγκάζει. καὶ τὰς ἀπὸ τῶν εἰς ης ὁμοίως. τὸ γὰρ συστέλλειν Ἰακόν. Ἀριστοφάνης Γεωργοῖς, καχέτας καὶ Μεγακλέας καὶ μαλακούς. | ] |
| alpha | 4584 | [ | Ἀφέωκα: Δώριον. Ἀφεῖκα δὲ τὸ Ἀττικόν. κέχρηνται δὲ καὶ Ἴωνες, ὡς Ἡρόδοτος. | ] |
| alpha | 4596 | [ | Ἀφεῖκα: τὸ Ἀττικόν. τὸ δὲ ἀφέωκα Δώριον. κέχρηνται δὲ καὶ Ἴωνες, ὡς Ἡρόδοτος. | ] |
| alphaiota | 189 | [ | Αἱμασιά· τὸ ἐκ χαλίκων ᾠκοδομημένον τειχίον ἄνευ πηλοῦ παρὰ Ἡροδότῳ· ἥν τινες ἅρπεζον. καὶ Ἴωνες οὕτω χρῶνται. δηλοῖ δὲ Ἡρόδοτος ἐν τῇ πρώτῃ. φαύλως δὲ οἱ πολλοὶ τὸ χωρίον τοῦτο αἱμασιῶν περιεχόμενον αἱμασιὰν καλοῦσιν. | ] |
| epsilon | 14 | [ | Ἕαται· ἑῶ ἕημι ἕεμαι ἧμαι, κάθημαι, ἧνται, ἕαται Ἰωνικῶς καὶ πλεονασμῷ εἵαται, ὡς μέμνηται μεμνέαται. | ] |
| epsilon | 346 | [ | Ἐκαλλίστρουν· Ἰακόν ἐστιν. | ] |
| epsilon | 523 | [ | Ἐκόησεν· ἐνόησεν. Ἰακῶς. παρὰ Καλλιμάχῳ. | ] |
| epsilon | 989 | [ | Ἐμιτρώσατο· ἐζώσατο. καὶ Ἀριστοφάνης ἐν Θεσμοφοριαζούσαις· κ’ Ἀλκαῖος, οἵπερ ἁρμονίαν ἐχύμισαν ἐμιτροφόρουν τε καὶ διεκίνουν Ἰωνικῶς. ἀντὶ τοῦ μίτραις τουτέστι ζώναις διαζωσάμενοι ἁβρῶς περιεπάτουν. | ] |
| epsilon | 1016 | [ | Ἔμπης· Ἰωνικῶς. ἔμπας δὲ καὶ ἔμπα, Ἀττικῶς. Σοφοκλῆς· δύστηνον ἔμπης, καίπερ ὄντα δυσμενῆ. | ] |
| epsilon | 3753 | [ | Εὐστομεῖν· τὸ εὐφημεῖν. καὶ οἱ Ἴωνες εὔστομα κείσθω φασί. | ] |
| epsiloniota | 13 | [ | Εἵατο· ἐκάθητο. ἥμην ὁ παρατατικός· ἧντο, Ἰωνικῶς ἕατο, ποιητικῶς εἵατο. ἄλλως. ἑῶ, ἕημι, ἕεμαι, ἧμαι, κάθημαι, ἧνται, ἔαται Ἰωνικῶς καὶ πλεονασμῷ εἵαται, ὡς μέμνηται, μεμνέαται. | ] |
| eta | 8 | [ | ᾜα· δισυλλάβως τὸ ἐπορευόμην, σὺν τῷ ι γράφεται. οἱ γοῦν Ἴωνες ἤϊα λέγουσι, καὶ ἤϊσαν, τὸ ᾔεσαν. καὶ παρὰ Θουκυδίδῃ οὕτως ἀναγνωστέον, ὅτι ἀκμάζοντές τε ἤϊσαν ἐς αὐτόν. Ἴωνες ᾔεσαν καὶ ἤϊσαν. Ἀριστοφάνης Ὁλκάσιν. ἐπεὶ δ’ ἐγενόμην οἷπερ ἤϊ’ ἐπὶ ξύλα. | ] |
| eta | 417 | [ | Ἠώς· πρὸ ἡμέρας ὄρθρος. ἐπὶ μὲν τῆς θεᾶς· Ἠὼς δ’ ἐκ λεχέων. ἐπὶ δὲ ὅλης ἡμέρας· ἥδε μοι νῦν ἠὼς ἑνδεκάτη. ἐπὶ δὲ τῆς πρωΐας ἕως ἕκτης ὥρας· ἔσσεται ἦμαρ ἢ ἠὼς ἢ δείλης ἢ μέσον ἦμαρ. λέγεται δὲ ἡμέρα κοινῶς ἠώς, Ἰωνικῶς ἕως, Δωρικῶς ἀώς, Αἰολικῶς ἐκ τούτου αὐὼν καὶ τροπῇ τοῦ υ αἰών. | ] |
| mu | 278 | [ | Μάταιον. Μάτην, ματαίως. Μάτην, ἄλλως. Ἴωνες. | ] |
| nu | 586 | [ | Νύμφα· νύμφη. Ἰωνικῶς. ὡς τόλμη, τόλμα. | ] |
| omega | 118 | [ | Ὠνομάδατο· ὠνομάζοντο. Ἰωνικῶς. | ] |
| omicron | 98 | [ | Ὄϊος· προβάτου. οὕτως Ἴωνες, Ἀττικοὶ δὲ οἶς. καὶ ὄϊν Ἴωνες, Ἀττικοὶ δὲ οἶν. καὶ παροιμία· Ὄϊς τὴν μάχαιραν. ἐπὶ τῶν ἀλυσιτελῶς σφίσιν αὐτοῖς χρωμένων. | ] |
| omicroniota | 106 | [ | Οἴνας· οὕτω καλοῦσιν Ἴωνες τοὺς κύβους, ἔνθεν καὶ ἡ παροιμία· ἢ τρὶς ἓξ ἢ τρεῖς οἴνας. | ] |
| phi | 646 | [ | Φωλεόν· τὸ παιδευτήριον Ἴωνες. ὅθεν ἀποφώλιοι, οἱ ἀπαίδευτοι. σημαίνει δὲ καὶ τὴν κατάδυσιν τῶν ὄφεων. | ] |
| pi | 1036 | [ | Πέργαμον· τὴν πόλιν Ἴωνες λέγουσιν, οἱ δὲ πάντες τὰ ὑψηλά. | ] |
| rho | 59 | [ | Ῥαχίαν· οἱ Ἀττικοὶ τὴν ἀκτήν, καὶ τὸν τόπον αὐτόν, ᾧ προσαράττει τὸ κῦμα. καὶ Θουκυδίδης οὕτως. οἱ δὲ Ἴωνες τὴν ἄμπωτιν καὶ τὴν ἀναχώρησιν τῆς θαλάττης. | ] |
| sigma | 724 | [ | Σκυτοδέψης· Ἀττικόν· βυρσοδέψης δὲ Ἀσιανόν. | ] |
| tau | 1005 | [ | Τρὶς ἕξ· νικητήριος βόλος. καὶ ἑτέρα παροιμία· τρὶς ἓξ ἢ τρεῖς οἴνας. οὕτω γὰρ καλοῦσιν Ἴωνες τοὺς κύβους. | ] |
| upsilon | 526 | [ | Ὑποκρίνεσθαι· τὸ ἀποκρίνεσθαι οἱ παλαιοί. καὶ ὁ ὑποκριτὴς ἐντεῦθεν, ὁ ἀποκρινόμενος τῷ χορῷ. Θουκυδίδης ζʹ· εἰ δ’ οὐδὲν ὑπεκρίνοντο, διεφθείροντο. καὶ οἱ Ἴωνες· οὕτως Ἡρόδοτος· οἱ μὲν ταῦτα ὑποκρινάμενοι Ἀθηναίων ἀπηλλάττοντο. Πολύβιος· τινὲς δὲ τῶν νεανίσκων ἀπήντων τοῖς περὶ Γαΐον, προσπαίζοντες ἀλλήλοις, ὡς ἂν ὑποκρινόμενοι τοὺς ἐκ συνουσίας ἐπανάγοντας· ἔτι δὲ μᾶλλον ἠλλοιωμένοι ὑπὸ τῆς μέθης. | ] |
| xi | 107 | [ | Ξυμπάθεια· συμπάθεια. ὅλως δὲ ὁ διὰ τοῦ ξ σχηματισμὸς κοινός ἐστι τῶν τε Ἰώνων καὶ τῶν Ἀττικῶν. | ] |
The Catalog of the Digital Suda project is populated with forms deriving from the linguistic extraction and annotation of expressions about names of authors and works in the Greek text of the Suda (ed. Adler).
This is the first version of the Catalog, which includes all the entries of the four volumes of the Adler edition, is based on semi-automatic methods, and linked to external resources. Results are currently checked and analyzed for correction, further disambiguation, NE relation, and coreference resolution. Forthcoming versions of the catalog will allow to search Greek forms and will be enriched with data from other sources as part of the text-based Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project.
Entries of this catalog are also searchable in the unified Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project, which collects data from different ancient Greek sources.
The text of the Suda (ed. Adler) is available as part of the Digital Suda project and provided with a CTS URN retriever: