Digital Suda
Suidae Lexicon edidit Ada Adler

Authors Catalog

Hierocles (Hierocles) - urn:cts:greekLit:tlg1429

Occupations (Wikidata Statement)

philosopher (Wikidata)

writer (Wikidata)

delta 626[ Διαλέγοιντο γυναιξίν· ὁμιλοῖεν ἢ συνουσιάζοιεν. οὕτως Ἱεροκλῆς. ]
delta 1214[ Διότι· ἔσθ’ ὅτε καὶ ἀντὶ τοῦ ὅτι λαμβάνεται. οὕτως γὰρ ἄλλοι τε πολλοὶ καὶ Ἱεροκλῆς. ὅτι κατὰ τρεῖς τρόπους τὸ σαφέστερον ἡμῖν θεωρεῖται· καθ’ ἕνα μὲν τὸ ὅτι τοῦ διότι· σαφέστερον γὰρ ἡμῖν καὶ πρῶτον εἰς γνῶσιν· καὶ γὰρ ὅτι ἔχομεν ψυχὴν καὶ ὅτι ἀθάνατος, προχειρότερον εἰς νόησιν τοῖς πολλοῖς μᾶλλον ἢ τὸ παραχωρῆσαι καὶ ἐπιβάλλειν τῷ λόγῳ τῷ ταῦτα κατασκευάζοντι. δεύτερον τὸ καθόλου καὶ συγκεχυμένον τοῦ μερικοῦ καὶ διῃρημένου, οἷον τὸ εἰδέναι ἁπλῶς ὅτι σῶμα ἢ ὅτι τοιόνδε σῶμα, τουτέστιν οὐράνιον ἢ γήϊνον ἢ τοιῶσδε ἢ τοιῶς κεκραμένον. τρίτον τὸ ὡς πρὸς ἡμᾶς μὲν πρῶτον, ὕστερον δὲ τῇ φύσει· τῶν γὰρ ἁπλουστέρων, ἅπερ ἐστὶ τῇ φύσει πρῶτα ἡμῖν, τὰ συνθετώτερα γνωριμώτερα. ]
epsilon 1032[ Ἐμποδών· Θουκυδίδης ηʹ ἀντὶ τοῦ προχείρους. φησὶ γάρ· τὰς ἐμποδὼν αἰτίας μόνον ἐπισκοπεῖν, πορρωτέρω δὲ μηδὲν ἐπορέγεσθαι ταῖς διανοίαις. Λυκοῦργος δὲ ἐν τῷ κατὰ Λυκόφρονος, ἀντὶ τοῦ φανερόν. Πλάτων δὲ ἀντὶ τοῦ ἐν μέσῳ. Ἰσαῖος δὲ ἀντὶ τοῦ ὑπόγυον καὶ ἐν χερσί· φησὶ γὰρ ἐν τῇ ὑπὲρ Εὐμαθοῦς εἰς ἐλευθερίαν ἀφαιρέσει, ἀλλὰ τὸ πρωϊζόν, ὦ ἄνδρες Ἀθηναῖοι· τουτὶ γὰρ παντελῶς ἐμποδὼν εἶναι. ἐχρήσατο δὲ τῇ λέξει Ἱεροκλῆς τε καὶ ἄλλοι ἀντὶ τοῦ ἐμποδίου· φησὶν ἐν βʹ φιλοσοφουμένων περὶ τῶν φιλοσόφων· τίς γὰρ αὐτῶν οὐχὶ καὶ ἔγημε καὶ παῖδας ἀνείλατο καὶ οὐσίας ἐπεμελήθη, μηδενὸς ἐμποδὼν ὄντος; ἐπεὶ ὁ οὐκ εἰδὼς τοῦ εἰδότος ἐν οὐκ εἰδόσιν, ὡς εἶπε Πλάτων, πιθανώτερος ὑπάρχει. φενακισθεὶς Ἴλλους μεμεριμνημένῃ στωμυλίᾳ λογιώτερον πάντων ἔκρινε παιδευτῶν τῆς Κωνσταντίνου. διὸ καὶ πολλὴν αὐτῷ δίδωσι παραμυθίαν ἐκ τῶν δημοσίων. ]

 

Catalog of Authors and Works

The Catalog of the Digital Suda project is populated with forms deriving from the linguistic extraction and annotation of expressions about names of authors and works in the Greek text of the Suda (ed. Adler).

This is the first version of the Catalog, which includes the entries of the first and the second volume of the Adler edition (praefatio, alpha, beta, gamma, delta, alphaiota, zeta), is based on semi-automatic methods, and linked to external resources. Results are currently checked and analyzed for correction, further disambiguation, NE relation, and coreference resolution. Forthcoming versions of the catalog will allow to search Greek forms and will be enriched with data from other sources as part of the text-based Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project.

Entries of this catalog are also searchable in the unified Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project, which collects data from different ancient Greek sources.

The text of the Suda (ed. Adler) is available as part of the Digital Suda project and provided with a CTS URN retriever:

Search Fields

Output Fields

 

LAGL - Linked Ancient Greek and Latin     Creative Commons License