Α | Ἀργυροκοπεῖον | [ | Ἀργυροκοπεῖον: Ἀντιφῶν ἐν τῷ πρὸς Νικοκλέα. ὅπου κόπτεται τὸ νόμισμα· ὃ νῦν σημαντήριόν τινες καλοῦσιν. | ] |
Δ | Διὰ μέσου τείχους | [ | Διὰ μέσου τείχους: Ἀντιφῶν πρὸς Νικοκλέα. τριῶν ὄντων τειχῶν ἐν τῇ Ἀττικῇ, ὡς καὶ Ἀριστοφάνης φησὶν ἐν Τριφάλητι, τοῦ τε βορείου καὶ τοῦ νοτίου καὶ τοῦ Φαληρικοῦ, διὰ μέσου τῶν παρ' ἑκάτερα ἐλέγετο τὸ νότιον, οὗ μνημονεύει καὶ Πλάτων ἐν Γοργίᾳ. | ] |
Ε | Ἑρμαῖ | [ | Ἑρμαῖ: Αἰσχίνης ἐν τῷ κατὰ Κτησιφῶντος καὶ Ὑπερείδης ἐν τῷ περὶ τῶν Εὐβούλου δωρεῶν. Μενεκλῆς ἢ Καλλικράτης ἐν τῷ περὶ Ἀθηνῶν γράφει ταυτί ἀπὸ γὰρ τῆς Ποικίλης καὶ τῆς τοῦ βασιλέως στοᾶς εἰσὶν οἱ Ἑρμαῖ καλούμενοι· διὰ γὰρ τὸ πολλοὺς κεῖσθαι καὶ ὑπὸ ἰδιωτῶν καὶ ἀρχόντων ταύτην τὴν προσηγορίαν εἰληφέναι συμβέβηκεν. ἐφ' ἑνὸς δὲ αὐτῶν ἐπιγέγραπται γράμμασιν ἀρχαίοις ἀντ' εὐεργεσίης Ἀγαμέμνονα δῆσαν Ἀχαιοί. ὅτι δὲ καὶ Ἑρμῶν στοά τις ἐλέγετο δεδήλωκε καὶ Ἀντιφῶν ἐν τῷ πρὸς Νικοκλέα. ὅτι δὲ ἐκαλοῦντό τινες καὶ Ἱππάρχειοι Ἑρμαῖ ἀπὸ Ἱππάρχου τοῦ Πεισιστράτου εἴρηται ἔν τε τῇ ἀρχαίᾳ κωμῳδίᾳ καὶ παρὰ Πλάτωνι ἐν τῷ Ἱππάρχῳ. | ] |
Ε | Εὐθύωρον | [ | Εὐθύωρον: τὸ κατ' εὐθεῖαν Ἀντιφῶν ἐν τῷ πρὸς Νικοκλέα. τὸ ὄνομα καὶ παρὰ Ξενοφῶντι ἐν βʹ Ἀναβάσεως. | ] |
Κ | Κεραμεικός | [ | Κεραμεικός: Ἀντιφῶν ἐν τῷ πρὸς Νικοκλέα περὶ ὅρων. ὅτι δύο εἰσὶ Κεραμεικοὶ, ὡς καὶ ὁ ῥήτωρ φησὶν, ὁ μὲν ἔνδον τῆς πόλεως, ὁ δὲ ἕτερος ἔξω, ἔνθα καὶ τοὺς ἐν πολέμῳ τελευτήσαντας ἔθαπτον δημοσίᾳ καὶ τοὺς ἐπιταφίους ἔλεγον, δηλοῖ Καλλικράτης ἢ Μενεκλῆς ἐν τῷ περὶ Ἀθηνῶν. | ] |
Λ | Λέσχαι | [ | Λέσχαι: Ἀντιφῶν ἐν τῷ πρὸς Νικοκλέα. λέσχας ἔλεγον δημοσίους τινὰς τόπους, ἐν οἷς σχολὴν ἄγοντες ἐκαθέζοντο πολλοί. Ὅμηρος οὐδ' ἐθέλεις εὕδειν χαλκήϊον ἐς δόμον ἐλθὼν ἠέ που ἐς λέσχην. Κλεάνθης ἐν τῷ περὶ θεῶν ἀπονενεμῆσθαι τῷ Ἀπόλλωνι τὰς λέσχας φησὶν, ἐξέδραις δὲ ὁμοίας γίνεσθαι αὐτὰς, καὶ παρ' ἐνίοις τὸν θεὸν λεσχηνόριον ἐπικαλεῖσθαι. | ] |
Π | Παράβυστον | [ | Παράβυστον: οὕτως ἐκαλεῖτό τι τῶν παρ' Ἀθηναίοις δικαστηρίων, ἐν ᾧ ἐδίκαζον οἱ ἕνδεκα· Ἀντιφῶν ἐν τῷ πρὸς Νικοκλέα περὶ ὅρων. μνημονεύουσι δ' αὐτοῦ ἄλλοι τε τῶν κωμικῶν καὶ Τιμοκλῆς ἐν Ὀρεσταυτοκλείδῃ. ἐκαλεῖτο δέ τις ἐν τοῖς νυμφικοῖς δωματίοις καὶ κλίνη παράβυστος, ἧς μέμνηται Ὑπερείδης ἐν τῷ κατὰ Πατροκλέους. λέγεσθαι δ' ἔοικε ταῦτα κατὰ μεταφορὰν ἀπὸ τῶν ἐν τοῖς φορτίοις παραβυσμάτων, τουτέστι παραπληρωμάτων. | ] |
Π | Πρυτανείας | [ | Πρυτανείας: Ἀντιφῶν ἐν τῷ πρὸς Νικοκλέα. ἔστι δὲ ἀριθμὸς ἡμερῶν ἡ πρυτανεία ἤτοι λςʹ ἢ λεʹ, ἃς ἑκάστη φυλὴ πρυτανεύει. διείλεκται δὲ περὶ τούτων Ἀριστοτέλης ἐν τῇ Ἀθηναίων πολιτείᾳ. | ] |
Σ | Στεφανηφόρος | [ | Στεφανηφόρος: Ἀντιφῶν ἐν τῷ πρὸς Νικοκλέα. Στεφανηφόρου ἡρῷον, ὡς ἔοικεν, ἦν ἐν ταῖς Ἀθήναις. εἴη δ' ἂν ὁ Στεφανηφόρος ἤτοι τῶν Ἡρακλέους υἱέων εἷς τῶν γενομένων ἐκ τῶν Θεστίου θυγατέρων, οὗ μνημονεύει Ἑλλάνικος ἐν ιʹ Φορωνίδος· ἢ μήποτε τοῦ Ἀττικοῦ Στεφανηφόρου τὸ ἡρῷον ἦν, οὗ πάλιν ὁ αὐτὸς Ἑλλάνικος ἐν βʹ Ἀτθίδος μέμνηται. | ] |
Υ | Ὑπέρβολος | [ | Ὑπέρβολος: Ἀντιφῶν ἐν τῷ πρὸς Νικοκλέα. ἦν δὲ δημαγωγὸς ὃν Θουκυδίδης ἐν τῇ ηʹ ἐξωστρακίσθαι φησίν. | ] |
The Catalog of the Digital Harpocration project is populated with forms deriving from the linguistic extraction and annotation of expressions about names of authors and works in the Greek text of the Lexicon of the Ten Orators of Valerius Harpocration (ed. Dindorf).
This is the first version of the Catalog, which is complete, based on semi-automatic methods, and linked to external resources. Results are currently checked and analyzed for correction, further disambiguation, NE relation, and coreference resolution. Forthcoming versions of the catalog will allow to search Greek forms and will be enriched with data from other sources as part of the text-based Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project.
* As of May 2024, authors who were originally and experimentally assigned the prefix harp are now identified with the prefix lagl. Read below for further instructions.
* As of June 2024, entries of this catalog are also searchable in the unified Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project, which collects data from different ancient Greek sources.
The text of the Lexicon of the Ten Orators of Harpocration (ed. Dindorf) is available as part of the Digital Harpocration project and provided with a CTS URN retriever: