Digital Harpocration
Harpocrationis Lexicon in decem oratores atticos ex recensione Gulielmi Dindorfii

Works Catalog

Lycurgus (Lycurgus of Athens) - urn:cts:greekLit:tlg0034.harp010

Α Αὐτόλυκος[ Αὐτόλυκος: Λυκούργου λόγος ἐστὶ κατ' Αὐτολύκου τοῦ Ἀρεοπαγίτου. οὗτος δὲ τοὺς οἰκείους ὑπεκτιθέμενος ἐν τοῖς Χαιρωνικοῖς ἑάλω, καὶ κατεψηφίσαντο, αὐτοῦ οἱ δικασταὶ, ὡς ὁ αὐτὸς δηλοῖ ῥήτωρ ἐν τῷ κατὰ Λεωκράτους. ]
Ε Εὐρυμέδων[ Εὐρυμέδων: Λυκοῦργος ἐν τῷ κατὰ Λεωκράτους. τῆς Παμφυλίας οὗτος ποταμός ἐστιν, ἔνθα Κίμων Ἀθηναίων στρατηγὸς καὶ κατὰ γῆν καὶ κατὰ θάλατταν ἐνίκησε τοὺς Πέρσας, ὡς Θουκυδίδης ἐν αʹ. ]
Ι Ἵππαρχος[ Ἵππαρχος: Δημοσθένης ἐν τῷ ὑπὲρ Κτησιφῶντος. τύραννος ἦν οὗτος Ἐρετρίας. ἕτερος δ' ἐστὶν Ἵππαρχος περὶ οὗ Λυκοῦργος ἐν τῷ κατὰ Λυκόφρονός φησιν, Ἵππαρχος ὁ Πεισιστράτου. ἄλλος δέ ἐστιν Ἵππαρχος ὁ Χάρμου, ὥς φησι Λυκοῦργος ἐν τῷ κατὰ Λεωκράτους· περὶ δὲ τούτου Ἀνδροτίων ἐν τῇ βʹ φησὶν ὅτι συγγενὴς μὲν ἦν Πεισιστράτου τοῦ τυράννου καὶ πρῶτος ἐξωστρακίσθη τοῦ περὶ τὸν ὀστρακισμὸν νόμου τότε πρῶτον τεθέντος διὰ τὴν ὑποψίαν τῶν περὶ Πεισίστρατον, ὅτι δημαγωγὸς ὢν καὶ στρατηγὸς ἐτυράννησεν. ἄλλος δ' ἐστὶν Ἵππαρχος ὑποκριτὴς, οὗ μνημονεύει Δημοσθένης ἐν τῷ κατὰ Νεαίρας, εἰ γνήσιος. λέγεται δὲ παρ' Ἀθηναίοις ἵππαρχος καὶ ὁ τῶν ἱππέων ἄρχων· δύο δ' ἦσαν οὗτοι, ὡς Δημοσθένης ἐν δʹ Φιλιππικῶν φησὶ καὶ Ἀριστοτέλης ἐν Ἀθηναίων πολιτείᾳ. ]
Κ Κατάγειν τὰ πλοῖα[ Κατάγειν τὰ πλοῖα: Δημοσθένης ἐν ηʹ Φιλιππικῷ. κατάγειν τὰ πλοῖα λέγεται ἀντὶ τοῦ βιάζεσθαι καὶ κακοῦν, καὶ μὴ ἐᾶν τοὺς πλέοντας ὅποι βούλονται πλεῖν, ἀλλ' εἰς τὰ οἰκεῖα χωρία τοῖς λῃστεύουσι κατάγειν, ὡς καὶ Λυκοῦργος ἐν τῷ κατὰ Λεωκράτους δηλοῖ. ]
Τ Τυρταῖος[ Τυρταῖος: Λυκοῦργος ἐν τῷ κατὰ Λεωκράτους. ὁ τῶν ἐλεγείων ποιητής. ]

Catalog of Authors and Works

The Catalog of the Digital Harpocration project is populated with forms deriving from the linguistic extraction and annotation of expressions about names of authors and works in the Greek text of the Lexicon of the Ten Orators of Valerius Harpocration (ed. Dindorf).

This is the first version of the Catalog, which is complete, based on semi-automatic methods, and linked to external resources. Results are currently checked and analyzed for correction, further disambiguation, NE relation, and coreference resolution. Forthcoming versions of the catalog will allow to search Greek forms and will be enriched with data from other sources as part of the text-based Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project.

* As of May 2024, authors who were originally and experimentally assigned the prefix harp are now identified with the prefix lagl. Read below for further instructions.

* As of June 2024, entries of this catalog are also searchable in the unified Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project, which collects data from different ancient Greek sources.

The text of the Lexicon of the Ten Orators of Harpocration (ed. Dindorf) is available as part of the Digital Harpocration project and provided with a CTS URN retriever:

Search Fields

Output Fields

 

LAGL - Linked Ancient Greek and Latin     Creative Commons License