Digital Suda
Suidae Lexicon edidit Ada Adler

Works Catalog

Philostratus Major (Philostratus of Lemnos) - urn:cts:greekLit:tlg1600.suda001

alpha 3420[ Ἀπολλώνιος, Τυανεὺς, φιλόσοφος, υἱὸς Ἀπολλωνίου καὶ μητρὸς πολίτιδος τῶν ἐπιφανῶν, ὃν κύουσα ἡ μήτηρ ἐπιστάντα δαίμονα ἐθεάσατο λέγοντα, ὡς αὐτὸς εἴη ὃν κύει, εἶναι δὲ Πρωτέα τὸν Αἰγύπτιον· ὅθεν ὑπειλῆφθαι αὐτὸν Πρωτέως εἶναι υἱόν. καὶ ἤκμαζε μὲν ἐπὶ Κλαυδίου καὶ Γαΐου καὶ Νέρωνος καὶ μέχρι Nέρβα, ἐφ’ οὗ καὶ μετήλλαξεν. ἐσιώπησε δὲ κατὰ Πυθαγόραν εʹ ἔτη. εἶτα ἀπῆρεν εἰς Αἴγυπτον, ἔπειτα εἰς Βαβυλῶνα πρὸς τοὺς μάγους, κἀκεῖθεν ἐπὶ τοὺς Ἄραβας, καὶ συνῆξεν ἐκ πάντων τὰ μυρία καὶ περὶ αὐτοῦ θρυλούμενα μαγγανεύματα. συνέταξε δὲ τοσαῦτα· Τελετὰςπερὶ θυσιῶν, Διαθήκην, Χρησμούς, Ἐπιστολὰς, Πυθαγόρου βίον. εἰς τοῦτον ἔγραψε Φιλόστρατος Λήμνιος τὸν φιλοσόφῳ πρέποντα βίον. ὅτι Ἀπολλώνιος Τυανεύς ἐς σωφροσύνην ὑπερεβάλλετο τοῦ Σοφοκλέους. ὁ μὲν γὰρ λυττῶντα ἔφη καὶ ἄγριον δεσπότην ἀποφυγεῖν, ἐλθόντα ἐς γῆρας, ὁ δὲ Ἀπολλώνιος ὑπ’ ἀρετῆς καὶ σωφροσύνης οὐδὲ ἐν μειρακίῳ ἡττήθη τούτων. ὅτι Φιλόστρατος λέγει περὶ Ἀπολλωνίου, θειότερον ἢ ὁ Πυθαγόρας τῇ σοφίᾳ προσελθεῖν τυραννίδων τε ὑπεράραντα καὶ γενόμενον κατὰ χρόνους οὔτ’ ἀρχαίους οὕτ’ οὖ νέους. ὃν οὔπω οἱ ἄνθρωποι γινώσκουσιν ἀπὸ τῆς ἀληθινῆς φιλοσοφίας, ἣν φιλοσόφως τε καὶ ὑγιῶς ἐπήσκησεν. ἀλλ’ ὁ μὲν τὸ, ὁ δὲ τὸ ἐπαινεῖ τ ἀνδρός· οἱ δὲ, ἐπειδὴ μάγοις Βαβυλωνίων καὶ Ἰνδῶν Βραχμᾶσι καὶ τοῖς ἐν Αἰγύπτῳ Γυμνοῖς συνεγένετο, μάγον ἡγοῦνται αὐτὸν καὶ διαβάλλουσιν ὡς μὴ σοφὸν, κακῶς γινώσκοντες. Ἐμπεδοκλῆς τε γὰρ καὶ Πυθαγόρας αὐτὸς καὶ Δημόκριτος ὁμιλήσαντες μάγοις καὶ πολλὰ δαιμόνια εἰπόντες οὔπω ὑπήχθησαν τῇ τέχνῃ. Πλάτων δὲ βαδίσας ἐς Αἴγυπτον καὶ πολλὰ τῶν ἐκεῖ προφητῶν τε καὶ ἱερέων ἐγκαταμίξας τοῖς ἑαυτων λόγοις καὶ καθάπερ ζωγράφος ἐσκιαγραφημένοις ἐπιβαλὼν χρώματα οὔπω μαγεύειν ἔδοξε, καίτοι πλεῖστα ἀνθρώπων φθονηθεὶς ἐπὶ σοφίᾳ. οὐδὲ γὰρ τὸ αἰσθέσθαι πολλὰ καὶ προγνῶναι διαβάλλοι ἂν τὸν Ἀπολλώνιον, ἐφ’ οἷς προὔλεγεν, ἐς τὴν σοφίαν ταύτην, ὡς διαβεβλήσεται καὶ Σωκράτης ἐφ’ οἷς προὔλεγε, καὶ Ἀναξαγόρας, ὃς Ὀλυμπίασιν, ὁπότε ἥκιστα ὕοι, προελθὼν ὑπὸ κωδίῳ ἐς τὸ στάδιον ἐπὶ προρρήσει ὄμβρου. καὶ ἄλλα τινὰ ὑπὲρ Ἀναξαγόρου προτιθέντες ἀφαιροῦνται τὸν Ἀπολλώνιον τὸ κατὰ σοφίαν προγινώσκειν. δοκεῖ οὖν μοι μὴ περιϊδεῖν τὴν τῶν πολλῶν ἄνοιαν, ἀλλ’ ἐξακριβῶσαι τὸν ἄνδρα τοῖς τε χρόνοις, καθ’ οὓς εἶπέ τι ἢ ἔπραξε, τοῖς τε τῆς σοφίας τρόποις, ὑφ’ ὧν ἔψαυσε τοῦ δαιμόνιός τε καὶ θεῖος νομισθῆναι. ξυνείλεκται δέ μοι τὰ μὲν ἐκ πόλεων, ὁπόσαι αὐτοῦ ἤρων, τὰ δὲ ἐξ ἱερῶν, ὁπόσα ὑπ’ αὐτοῦ ἐπανήχθη παραλελυμένα τοὺς θεσμοὺς τὰ δὲ ἐξ ὧν ἕτεροι πρὸς αὐτὸν ἢ αὐτὸς πρὸς ἄλλους ἔγραφεν. ἐπέστελλε δὲ βασιλεῦσι, σοφισταῖς, φιλοσόφοις, Ἠλείοις, Δελφοῖς, Ἰνδοῖς, Αἰγυπτίοις, ὑπὲρ θεῶν, ὑπὲρ ἠθῶν, ὑπὲρ νόμων, παρ’ οἷς ὅ τι ἂν πράττοι· τὰ δὲ ἀκριβέστερα παρὰ Δάμιδος ἀκηκοώς. οὗτος Ἀπολλώνιος Τυανεὺς διαμνημονικός τις ἦν εἴπερ τις ἄλλος, ὃς τὴν μὲν φωνὴν σιωπῇ κατεῖχε, πλεῖστα δὲ ἀνελέγετο, καὶ τὸ μνημονικὸν ἑκατοντούτης γενόμενος ἔρρωτο ὑπὲρ τὸν Σιμωνίδην. καὶ ὕμνος αὐτῷ τίς ἐστιν εἰς μνημοσύνην, ὃν ᾖδεν, ἐν ῷ πάντα μὲν ὑπὸ τοῦ χρόνου μαραίνεσθαί φησιν, αὐτόν γε μὴν τὸν χρόνον ἀγήρω τε καὶ ἀθάνατον ὑπὸ τῆς μνημοσύνης εἶναι. ζήτει περὶ Ἀπολλωνίου καὶ ἕτερα προγνωστικὰ αὐτοῦ ἐν τῷ Τιμασίων. ὅτι Ἀπολλώνιος οὖτος τάδε περὶ Ἀναξαγόρα ἔφη· καὶ γὰρ Κλαζομένιον ὄντα καὶ ἀγέλαις καὶ καμήλοις τὰ ἑαυτοῦ ἀναθέντα εἰπεῖν, προβάτοις μᾶλλον ἢ ἀνθρώποις φιλοσοφῆσαι. ὁ δὲ Θηβαῖος Κράτης κατεπόντωσε τὴν οὐσίαν, οὔτε προβάτοις ποιήσας ἐπιτήδειον, οὕτε ἀνθρώποις. ]

Catalog of Authors and Works

The Catalog of the Digital Suda project is populated with forms deriving from the linguistic extraction and annotation of expressions about names of authors and works in the Greek text of the Suda (ed. Adler).

This is the first version of the Catalog, which includes the entries of the first volume of the Adler edition (praefatio, alpha, beta, and gamma), is based on semi-automatic methods, and linked to external resources. Results are currently checked and analyzed for correction, further disambiguation, NE relation, and coreference resolution. Forthcoming versions of the catalog will allow to search Greek forms and will be enriched with data from other sources as part of the text-based Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project.

Entries of this catalog are also searchable in the unified Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project, which collects data from different ancient Greek sources.

The text of the Suda (ed. Adler) is available as part of the Digital Suda project and provided with a CTS URN retriever:

Search Fields

Output Fields

 

LAGL - Linked Ancient Greek and Latin     Creative Commons License