Philo of Alexandria) - urn:cts:greekLit:tlg0018.suda002 (
About the contemplative life)
Philo of Alexandria) - urn:cts:greekLit:tlg0018.suda002| phi | 448 | [ | Φίλων, Ἰουδαῖος, τεχθεὶς ἐν Ἀλεξανδρείᾳ, γένους ἱερέων, φιλοσοφήσας δὲ τὰ Ἑλλήνων εἰς μέγα προὔβη παιδείας, ὡς μετελθεῖν πᾶσαν Ἑλληνικὴν παίδευσιν τήν τε τῶν ἐγκυκλίων καλουμένων καὶ τὰς λοιπὰς ἐπιστήμας σὺν ἀκριβεῖ καταλήψει. ἐπλούτησέ τε λόγον, παρόμοιον Πλάτωνι, ὡς καὶ εἰς παροιμίαν παρ’ Ἕλλησι τοῦτο χωρῆσαι, ἢ Πλάτων φιλωνίζει, ἢ Φίλων πλατωνίζει· τοσαύτη ἐστὶν ὁμοιότης τῆς τε διανοίας καὶ φράσεως τοῦ ἀνδρὸς πρὸς τὴν Πλάτωνος. καὶ τοίνυν γέγραπται αὐτῷ βιβλία ἄπειρα, ἐξ ὧν καὶ ταῦτα· Περὶ συγχύσεως γλωσσῶν βιβλίον αʹ, Περὶ φύσεως καὶ εὑρήματος αʹ, Περὶ ὧν κατὰ νοῦν τις εὔχεται αʹ, Περὶ παιδεύσεως αʹ, Περὶ κληρονόμου τῶν θείων πραγμάτων αʹ, Περὶ μερισμοῦ ἴσων καὶ ἐναντίων αʹ, Περὶ τῶν τριῶν δυνάμεων, Περὶ ἐναλλαγεισῶν γραφῶν παρά τινων, Περὶ συνθηκῶν λόγοι βʹ, Περὶ βίου φιλοσόφου, Περὶ Γιγάντων αʹ, Περὶ ὀνείρων εʹ, Περὶ ζητημάτων καὶ ἑρμηνευμάτων τῆς Ἐξόδου εʹ, Περὶ τῆς σκηνῆς καὶ δεκαλόγου δʹ, Περὶ θυσιῶν, Περὶ ὑποσχέσεων ἤτοι καταρῶν, Περὶ προνοίας, Περὶ Ἰουδαίων αʹ, Περὶ ἀγωγῆς βίου, Περὶ Ἀλεξάνδρου [+], καὶ Περὶ τοῦ ὅτι ἴδιον λογισμὸν ἔχει τὰ ἄλογα, Περὶ τοῦ πᾶς ἄφρων δοῦλός ἐστι, Περὶ τῆς διαγωγῆς τὼν Χριστιανῶν, Περὶ [+] βίου [+] θεωρητικοῦ [+], Περὶ ἱκετῶν, Περὶ γεωργίας λόγοι βʹ, Περὶ μέθης βʹ, Περὶ τοῦ Μωσέως [+] βίου, εἰς τὰ Χερουβίμ, τουτέστι τὴν φλογίνην ῥομφαίαν, εἰς τὴν πεντάτευχον Μωϋσέως [+] καὶ εἰς αὐτὸν τὸν Μωϋσῆν [+] λόγοι εʹ. λέγουσι τοῦτον ἐπὶ Γαίου Καλλιγόλα ἐν τῇ Ῥώμῃ κινδυνεῦσαι, ὁπηνίκα πρεσβευτὴς τοῦ οἰκείου ἔθνους ἀπεστάλη· καὶ ὅτε τὸ δεύτερον ἦλθε πρὸς Κλαύδιον, ἐν τῇ αὐτῇ πόλει διαλεχθῆναι τῷ ἁγίῳ ἀποστόλῳ Πέτρῳ καὶ τούτους ἐσχηκέναι φιλίαν καὶ διὰ τοῦτο τοὺς σπουδαστὰς Μάρκου, τοῦ μαθητοῦ Πέτρου, ἐν Ἀλεξανδρείᾳ ἔπεσι κεκοσμηκέναι. εἰσὶν οὖν, ὡς προείπομεν, περιφανῆ καὶ ἀναρίθμητα συντάγματα καὶ πᾶσαν ὠφέλειαν γέμοντα. | ] |
| theta | 228 | [ | Θεραπευταί· Φίλων περὶ τῶν ἐξ Ἑβραίων ἀσκητῶν ἔγραψεν περὶ [+] θεωρητικοῦ [+] βίου [+], οὓς θεραπευτάς, καὶ τὰς ὁμοιοσχήμους καὶ ὁμοτρόπους γυναῖκας Θεραπευτίδας ὠνόμασε. καὶ Θεραπευταὶ μέν, φησί, κέκληνται ἢ παρὰ τὸ τὰς ψυχὰς τῶν προσιόντων αὐτοῖς ἀπὸ κακίας παθῶν ἰατρῶν δίκην ἀπαλλάττοντας θεραπεύειν, ἢ τῆς πρὸς τὸ θεῖον καθαρᾶς καὶ εἰλικρινοῦς θεραπείας καὶ θρησκείας ἕνεκα. οὗτοι πρῶτον μὲν ἀρξάμενοι φιλοσοφεῖν ἐξίστανται τῶν προσηκόντων καὶ τῶν ὑπαρχόντων, ἔπειτα δὲ πάσαις ἀποταξάμενοι ταῖς τοῦ βίου φροντίσι καὶ ἔξω τειχῶν προελθόντες ἐν μονάγροις ἢ κήποις ἢ ὄρεσι τὰς διατριβὰς ποιοῦνται τὰς ἐκ τῶν ἀνομοίων ἐπιμιξίας ἀλυσιτελεῖς τε καὶ βλαβερὰς εἰδότες τὸν προφητικὸν ζηλοῦσι καὶ ἀσκοῦσι βίον. καὶ ἐν ἑκάστῃ συμμορίᾳ οἴκημά ἐστιν ἱερόν, ὃ καλοῦσι σεμνεῖον καὶ μοναστήριον, ἐν ᾧ μονούμενοι τὰ τοῦ σεμνοῦ βίου μυστήρια τελοῦνται, μηδεὶς μηδὲν κομίζοντες, μὴ ποτὸν μὴ σιτίον μηδέ τι τῶν ἄλλων, ὅσα πρὸς τὰς τοῦ σώματος χρείας ἀναγκαῖα, ἀλλὰ νόμους καὶ λόγια θεσπισθέντα διὰ προφητῶν καὶ ὕμνους καὶ τ ἄλλα, οἷς ἐπιστήμη καὶ εὐσέβεια συναύξονταί τε καὶ τελειοῦνται. καὶ συνελόντι φάναι, σιτίον ἢ ποτὸν οὐδεὶς αὐτῶν προσενέγκοιτο πρὸ ἡλίου δύσεως, ἐπειδὴ τὸ μὲν φιλοσοφεῖν ἄξιον φωτὸς εἶναι κρίνουσι, σκότους δὲ τὰς τοῦ σώματος ἀνάγκας. αἱ δὲ ἐξηγήσεις τῶν ἱερῶν λογίων γίνονται αὐτοῖς δι' ὑπονοιῶν ἐν ἀλληγορίαις. πᾶσα γὰρ νομοθεσία δοκεῖ τοῖς ἀνδράσι τούτοις ζῴῳ ἐοικέναι, καὶ σῶμα μὲν ἔχειν τὰς ῥητὰς διαλέξεις, ψυχὴν δὲ τὸν ἐναποκείμενον ταῖς λέξεσιν ἀόρατον νοῦν. ὡσαύτως δέ εἰσι τῆς αὐτῆς καταστάσεως καὶ αἱ γυναῖκες. | ] |
The Catalog of the Digital Suda project is populated with forms deriving from the linguistic extraction and annotation of expressions about names of authors and works in the Greek text of the Suda (ed. Adler).
This is the first version of the Catalog, which includes all the entries of the four volumes of the Adler edition, is based on semi-automatic methods, and linked to external resources. Results are currently checked and analyzed for correction, further disambiguation, NE relation, and coreference resolution. Forthcoming versions of the catalog will allow to search Greek forms and will be enriched with data from other sources as part of the text-based Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project.
Entries of this catalog are also searchable in the unified Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project, which collects data from different ancient Greek sources.
The text of the Suda (ed. Adler) is available as part of the Digital Suda project and provided with a CTS URN retriever: