Philo of Alexandria) - urn:cts:greekLit:tlg0018Alexandria (Wikidata) (Pleiades)
Alexandria (Wikidata) (Pleiades)
philosopher (Wikidata)
historian (Wikidata)
author (Wikidata)
theologian (Wikidata)
urn:cts:greekLit:tlg0018.suda001
urn:cts:greekLit:tlg0018.suda002 -
About the contemplative life
| alpha | 69 | [ | Ἀβραάμ· ὁ πρῶτος ἐν πατριάρχαις· εἰς ὃν ἀπεσεμνύνετο δῆμος ὁ τῶν Ἑβραίων τὸ πρότερον, πρὶν ἢ θεοῦ ἀποσκιρτῆσαι καὶ γενέσθαι τούτου ἀλλότριοι καὶ τὸ τοῦ μονογενοῦς υἱοῦ αὐτοῦ αἷμα ἐφ’ ἑαυτοὺς ἐπισπάσασθαι. οὗτος ἐκ μὲν τῆς Χαλδαίων γῆς ὑπῆρχεν ὁρμώμενος, τῶν περὶ τὰ μετέωρα καὶ τοὺς ἀστέρας τὸν βίον ὅλον καταναλισκόντων. ἀσκηθεὶς οὖν κατὰ τὸν πάτριον νόμον τὰς τῶν ἐπουρανίων ἀστέρων κινήσεις καὶ στοχασάμενος ὡς οὐκ ἐν τούτοις ἵσταται τὸ μεγαλουργὸν τῆς φαινομένης ταυτησὶ κτίσεως, ἀλλ’ ἔχει τινὰ τὸν δημιουργὸν τὸν καὶ κινοῦντα καὶ διευθύνοντα τὴν ἐναρμόνιον τῶν ἀστέρων πορείαν καὶ τοῦ κόσμου παντὸς τὴν κατάστασιν, καὶ διὰ τοῦ μεγέθους καὶ τῆς καλλονῆς τῶν κτισμάτων τὸν γενεσιουργὸν αὐτῶν, ὡς ἐνῆν, θεωρήσας οὐκ ἔστη μέχρι τούτων, οὐδὲ τὴν ἔφεσιν εἰς ταῦτα κατεδαπάνησεν, ἀλλὰ τῶν οὐρανίων ἁψίδων ὑπεραρθεὶς καὶ πᾶσαν διαβὰς τὴν νοητήν τε καὶ ὑπερκόσμιον σύμπηξιν οὐκ ἀπέστη τοῦ ζητουμένου, ἕως οὗ ὁ ποθούμενος ἑαυτὸν αὐτῷ ἐφανέρωσε τύποις τε καὶ μορφώμασιν, οἷς ἑαυτὸν ἐμφανίζει ὁ ἀφανὴς καὶ ἀόρατος. καὶ μετανάστην αὐτὸν ἐκ τῆς πατρίδος λαβὼν ἐπὶ τὴν Χανανῖτιν κατέστησε, τὸν ἐνενηκοστόν που καὶ ἔνατον ἤδη χρόνον παρέλκοντα· καὶ ἄπαιδα μέχρι τότε τυγχάνοντα γεννήτορα τοῦ θαυμασίου καὶ μάκαρος κατέστησεν Ἰσαὰκ, ἵν’ ἔχοι μονογενῆ υἱὸν καὶ πρωτότοκον, τοῦ μονογενοῦς καὶ πρωτοτόκου μυστικὴν εἰκόνα προδιαγράφοντα· τοῦτο γέρας αὐτῷ κατ’ ἐξαίρετον χαρισάμενος, τὸ δοῦλον καὶ φίλον καὶ πατέρα χρηματίσαι τοῦ μονογενοῦς υἱοῦ κατὰ σάρκα, τοῦ τὸν κόσμον ὅλον δημιουργήσαντος. οὗτος εὗρε μὲν ἱερὰ γράμματα καὶ γλῶσσαν ἐμηχανήσατο, ἧς Ἑβραίων παῖδες ἐν ἐπιστήμῃ ἐτύγχανον, ὡς ὄντες τούτου μαθηταὶ καὶ ἀπόγονοι. ἐκ τούτου καὶ τὰ Ἑλλήνων γράμματα τὰς ἀφορμὰς ἔλαβον, κἂν ἄλλως καὶ ἄλλως ἑαυτοὺς διαπαίζοντες ἀναγράφωσιν Ἕλληνες. καὶ τούτου μαρτύριον ἡ τοῦ Ἄλφα φωνὴ τοῦ πρώτου στοιχείου καὶ ἄρχοντος, ἀπὸ τοῦ Ἄλεφ Ἑβραίου λαβόντος τὴν ἐπίκλησιν τοῦ μακαρίου καὶ πρώτου καὶ ἀθανάτου ὀνόματος. ἐκ τούτου καὶ τὰ ὀνείρων βιβλία ἐσφετερίσαντο Ἕλληνες. καὶ μάρτυς Ἰωσὴφ ὁ πανθαύμαστος ὁ τούτου ἀπόγονος, ὁ τοῦ Φαραὼ τὰ ἐνύπνια ὡς ἔμελλον ἀποβήσεσθαι διηγούμενος. τοῦτό μοι καὶ Φίλων, ἐξ Ἑβραίων φιλόσοφος, ἐν τῷ τοῦ Πολιτικοῦ βίῳ συνεπιμαρτυρήσεται, Φίλων, περὶ οὗ ἐρρήθη, Φίλων πλατωνίζει, καὶ Πλάτων φιλωνίζει. ὅτι ἤρξατο ἡ εἰδωλολατρεία ἀπὸ Σεροὺχ ἕως τῶν χρόνων Θάρρα τοῦ πατρὸς Ἀβραάμ. ὃς Ἀβραὰμ ὑπάρχων ἐτῶν ιδʹ καὶ θεογνωσίας ἀξιωθεὶς ἐνουθέτει τὸν πατέρα αὐτοῦ, λέγων· τί πλανᾷς τοὺς ἀνθρώπους διὰ κέρδος ἐπιζήμιον( τουτέστι τὰ εἴδωλα) ; οὐκ ἔστιν ἄλλος θεὸς εἰ μὴ ὁ ἐν τοῖς οὐρανοῖς, ὁ καὶ πάντα τὸν κόσμον δημιουργήσας. ὁρῶν γὰρ τοὺς ἀνθρώπους κτισματολατροῦντας διήρχετο διαπονούμενος καὶ τὸν ὄντως ὄντα θεὸν ἐκζητῶν ἐκ φιλοθέου καρδίας. ὁρῶν δὲ τὸν οὐρανὸν ποτὲ μὲν λαμπρὸν, ποτὲ δὲ σκοτεινὸν, ἔλεγεν ἐν ἑαυτῷ· οὐκ ἔστιν οὗτος θεός. ὁμοίως καὶ τὸν ἥλιον καὶ τὴν σελήνην, τὸν μὲν ἀποκρυπτόμενον καὶ ἀμαυρούμενον, τὴν δὲ φθίνουσαν καὶ ἀπολήγουσαν, ἔφησεν· οὐδ’ οὗτοί εἰσι θεοί. καὶ μέντοι καὶ τὴν τῶν ἀστέρων κίνησιν, ἐκ τοῦ πατρὸς γὰρ ἐπαιδεύετο τὴν ἀστρονομίαν, καὶ ἀπορῶν ἐδυσχέραινεν. ὤφθη δὲ αὐτῷ ὁ θεὸς καὶ λέγει αὐτῷ· ἔξελθε ἐκ τῆς γῆς σου καὶ ἐκ τῆς συγγενείας σου. καὶ λαβὼν τὰ εἴδωλα τοῦ πατρὸς καὶ τὰ μὲν κλάσας τὰ δὲ ἐμπυρίσας ἀνεχώρησε μετὰ τοῦ πατρὸς ἐκ γῆς Χαλδαίων· καὶ ἐλθόντος εἰς Χαρρὰν, ἐτελεύτησεν ὁ πατὴρ αὐτοῦ. καὶ ἐξελθὼν ἐκεῖθεν ἐν λόγῳ Κυρίου ἦλθε σὺν τῇ γυναικὶ Σάρρᾳ καὶ τῷ ἀνεψιῷ Λὼτ μετὰ πάσης αὐτῶν τῆς ἀποσκευῆς εἰς τὴν ὀφειλομένην γῆν Χαναὰν, ἣν οἱ Χαναναῖοι τυραννικῶς ἀφελόμενοι ᾤκησαν. λιμοῦ δὲ γενομένου καταλιπὼν τὴν Χαναναίων γῆν εἰς Αἴγυπτον ἀπῄει, οὗ τὴν γυναῖκα Σάρραν Ἀβιμέλεχ ἥρπασεν ὁ βασιλεύς. τοῦτον ὁ θεὸς ἐκδειματώσας καὶ πάρεσιν τῶν μελῶν ἐπάξας, ἀπόδος, ἔφη, τὴν γυναῖκα τῷ ἀνθρώπῳ, ὅτι προφήτης ἐστὶ καὶ προσεύξεται περὶ σοῦ καὶ ζήσεις. εἰ δὲ μὴ ἀποδῷς, γνῶθι ὅτι ἀποθανῇ σὺ καὶ τὰ σὰ πάντα. καὶ οὕτως ἀπολαβὼν τὴν γυναῖκα ἀμίαντον καὶ προσευξάμενος ἰαθῆναι ἐποίησε τῆς παρέσεως Ἀβιμέλεχ καὶ τὸν οἶκον αὐτοῦ. ἔκτοτε τιμῶν αὐτὸν ὁ βασιλεὺς καὶ προσέχων τοῖς ὑπ’ αὐτοῦ λεγομένοις, διδάσκαλος εὐσεβείας καὶ πολυπειρίας Αἰγυπτίοις ἐγένετο. ὁ αὐτὸς Ἄβραμ ὑποστρέφων ἐκ τοῦ πολέμου τῆς εὐλογίας τοῦ Μελχισεδὲκ κατηξίωται, τοῦ βασιλέως Σαλὴμ, ὃς ἐξήνεγκεν αὐτῷ ἄρτους καὶ οἶνον. ἦν δὲ καὶ ἱερεὺς τοῦ Ὑψίστου. καὶ ἔδωκεν αὐτῷ Ἄβραμ δεκάτην ἀπὸ πάντων. ἦν δὲ ὁ Μελχισεδὲκ ἀπάτωρ, ἀμήτωρ, ἀγενεαλόγητος, ἀφωμοιωμένος τῷ υἱῷ τοῦ θεοῦ. τῷ δὲ Ἄβραμ ἀτεκνίαν ὀλοφυρομένῳ καθ’ ὕπνους ἐπιδείξας ὁ θεὸς τοὺς ἀστέρας κατὰ τὸ πλῆθος αὐτῶν ἔσεσθαί οἱ τὸ σπέρμα προεδήλου. ὁ δὲ ἐπίστευσε τῷ θεῷ, καὶ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην. ἡ δὲ Σάρρα στεῖρα οὖσα συνεχώρησεν Ἄβραμ ἀπὸ τῆς παιδίσκης παιδοποιήσασθαι· καὶ ἴσχει τὸν Ἰσμαήλ. ἐνενήκοντα δὲ καὶ ἐννέα ἐτῶν ὄντι τῷ Ἄβραμ ἐπιφανεὶς ὁ θεὸς Ἀβραὰμ μετωνόμασεν· Ἄβραμ γὰρ πρώην ὠνομάζετο· ὁμοίως καὶ τὴν Σάραν Σάρραν, προσθεὶς καὶ ἕτερον ρ. καὶ περιέτεμε τὸν Ἰσμαὴλ καὶ πάντας τοὺς ἐξ αὐτοῦ. Κύριος δὲ τῷ Ἀβραὰμ ἐπιξενωθεὶς ἐπηγγείλατο τέξεσθαι Σάρραν αὐτῷ παῖδα. ἡ δὲ ἐμειδίασε, καὶ Ἰσαὰκ τὸ γεννηθὲν προσηγορεύθη, φερωνύμως τῷ μεθ’ ἡδονῆς γέλωτι κατὰ τὴν Ἑβραΐδα διάλεκτον. καὶ Ἀβραμιαῖος: ὁ ἀπόγονος Ἀβραὰμ, ἢ γιγαντιαῖος, ἱεροπρεπής. | ] |
| alpha | 136 | [ | Ἀγαλματοφορούμενος: ἀγάλματα ἤτοι τύπους τῶν νοηθέντων φέρων ἐν ἑαυτῷ. οὕτως Φίλων. | ] |
| beta | 294 | [ | Βίος· ἐκ τῶν Φίλωνος. ὅτι ἡ τοῦ Χριστοῦ ἐκκλησία δύο βίους νομοθετεῖ καὶ τρόπους, τὸν μὲν ὑπερφυῆ καὶ τῆς κοινῆς καὶ τῆς ἀνθρωπίνης πολιτείας ἐπέκεινα, οὐ γάμους, οὐ παιδοποιΐας, οὐ περιουσίας ὕπαρξιν παραδεχόμενος, ἀλλ’ ὅλον διόλου τῆς κοινῆς συνήθους τῶν βιωτικῶν ἀνθρώπων ἀγωγῆς παρηλλαγμένος. καὶ μετ’ ὀλίγα· ὁ δὲ δεύτερος καὶ ὑποβεβηκὼς ἀνθρωπινώτερος καὶ τοῦ πρώτου λίαν ἀσύγκριτος, ὃς καὶ γάμοις συγκατιέναι σώφροσι καὶ παιδοποιΐαις, οἰκονομίας τε τῆς κατὰ τὸ δίκαιον ἐπιμελεῖσθαι καὶ στρατευομένοις τὰ πρακτέα ὑποτίθεσθαι, ἀγρῶν τε καὶ ἐμπορίας καὶ τῆς ἄλλης πολιτικωτάτης ἀγωγῆς μετὰ τοῦ θεοσεβοῦς φροντίζειν, οἷς καὶ ἀσκήσεων καιροὶ μαθητείας τε καὶ τῶν θείων λογίων ἀκροάσεως ἀφωρίσθησαν, καὶ δεύτερος εὐσεβείας ἀπενεμήθη βᾳθμὸς, κατάλληλον τῷ τοιῷδε βίῳ παρέχων τὴν ὠφέλειαν. τοῦ ἁγίου Ἀθανασίου. δύο εἰσὶν ὁδοὶ ἐν τῷ βίῳ καὶ δύο πολιτεῖαι, ἡ μὲν μετριωτέρα καὶ βιωτικὴ φέρουσα καρπὸν ἐν λʹ, ἡ δὲ ἀγγελικὴ καὶ ἀποκόσμιος φέρουσα καρπὸν τὸν τέλειον ἐν ρʹ. ὡσαύτως καὶ ὁ παλαιὸς βίος εἰς δύο διῃρεῖτο, εἰς τὸν Φαρισαϊκὸν καὶ ὑψηλὸν καὶ εἰς τὸν ὑποδεέστερον τὸν κοσμικόν. κατὰ δὲ φιλοσόφους βίων αἱρέσεις τρεῖς ἠθικαί· θεωρητική πρακτική λογική. | ] |
| delta | 1573 | [ | Δύναμις· εἴ τις τῶν φευκτῶν τινος τὴν δύναμιν ἀποδοίη· οἷον ἄν τις τὸν κλέπτην ἢ σοφιστὴν ἢ διάβολον ὁριζόμενος λέγῃ τὸν μὲν διάβολον τὸν δυνάμενον βάλλειν καὶ ἐχθροὺς ποιεῖν τοὺς φίλους, τὸν δὲ κλέπτην τὸν δυνάμενον λάθρᾳ τὰ ἀλλότρια ἀφαιρεῖσθαι, τὸν δὲ σοφιστὴν τὸν δυνάμενον ἀπὸ φαινομένης σοφίας χρηματίζεσθαι. οὐδεὶς γὰρ τούτων τοιοῦτός ἐστι τῷ δύνασθαι, ἀλλὰ τῷ προαιρεῖσθαι τοιαῦτα. δύναμιν μὲν γὰρ καὶ οἱ ἀγαθοὶ ἔχουσι τοῦ τὰ φαῦλα δρᾶν, ἀλλ’ οὐ δρῶσιν αὐτὰ τῷ μὴ προαιρεῖσθαι. ἔστι δὲ δύναμις ὀργανικὸν ἀγαθὸν δι’ ἄλλο αἱρετόν. δυνάμει, ἢ ἐνεργείᾳ ἢ ἐντελεχείᾳ. ἀντὶ μὲν τοῦ σώματος ἐχρήσατο Ἀριστοτέλης τῇ δυνάμει, ἀντὶ δὲ τοῦ ἀσωμάτου τῷ ἐντελεχείᾳ, περὶ ψυχῆς τὸν λόγον διαιρῶν. καὶ γὰρ τῶν σωμάτων τὰ μὲν ἐν γενέσει καὶ φθορᾷ δυνάμει ἐστὶ καὶ κατ’ οὐσίαν καὶ κατὰ ποιότητα καὶ ποσότητα καὶ τὴν ἐκ τόπου εἰς τόπον μεταβολήν. δυνάμει γάρ ἐσμεν ἄνθρωποι ἐν τῷ σπέρματι καὶ ἐν τῷ καταμηνίῳ, καὶ δυνάμει παῖδες ὄντες ἔχομεν τὸ τοῦ ἀνδρὸς μέγεθος· ὁμοίως καὶ ἐπὶ τοῦ ποιοῦ, δυνάμει ψυχροὶ θερμοὶ ὄντες καὶ δυνάμει κινούμεθα καθήμενοι. τὰ δὲ οὐράνια ἐν τῇ κατὰ τόπον μεταβολῇ μόνον ἔχουσι τὸ δυνάμει· ἀνατέλλων γὰρ ὁ ἥλιος δυνάμει μεσουρανεῖ, καὶ μεσουρανῶν δυνάμει δύνει. καὶ ἐπὶ τῆς ἄλλης αὐτοῦ κινήσεως καὶ τῶν ἄλλων ἀστέρων ἐν τῇ κατὰ τόπον μεταβολῇ τὸ δυνάμει ἐστὶ θεωρεῖν. ὅτι αἱ δυνάμεις τῷ χρόνῳ μὲν τῶν ἐνεργειῶν πρότεραι, τῷ λόγῳ δὲ δεύτεραι· πρότεραι μὲν γὰρ τῇ διδασκαλίᾳ καὶ σαφέστεραι ἡμῖν εἰσιν εἰς γνῶσιν αἱ ἐνέργειαι τῶν δυνάμεων τῇ τελειότητι· τελειότης γὰρ τοῦ δυνάμει ἡ ἐνέργεια· ταύτης γὰρ ἕνεκα ἡ δύναμις, τὸ δὲ οὗ ἕνεκα πρότερον τοῦ οὗ ἕνεκά του. καὶ παντὸς δὲ τὸ μὲν τέλος τῷ χρόνῳ ὕστερον, τῷ δὲ λόγῳ πρότερον· προτιθέμενοι γὰρ τῷ λόγῳ τὸ τέλος, οὕτω τὰ πρὸς αὐτὸ ζητοῦμεν καὶ παρασκευαζόμεθα. δυνάμεις γεωμετρικαὶ εʹ· Πισίδης· τὰς πέντε δυνάμεις Ἀρχιμήδους εἰς μίαν συνάψας ὅλην, εἰς τὸ κινῆσαι μόλις τῶν δυστραχήλων ἐξ ὀχῶν τὰ φορτία. ὅτι Φίλων ἔφη δύο δυνάμεις εἰς πᾶσαν ψυχὴν συνέρχεσθαι, σωτήριόν τε καὶ φθοροποιόν. οὐδ’ ὄναρ οὗτος τῆς σωτηρίου ἐπῄσθετο, ἀλλ’ ὅλος ἄκρατος ἐκ τῆς φθοροποιοῦ ὑπέστη. | ] |
| iota | 503 | [ | Ἰώσηπος, Ἰουδαῖος, φιλαλήθης, λέγων περὶ τοῦ Προδρόμου, καὶ περὶ τοῦ κυρίου ἡμῶν καὶ θεοῦ καὶ σωτῆρος Ἰησοῦ Χριστοῦ. Ματθίου παῖς, ἱερεὺς ἐξ Ἱεροσολύμων, ὁ γράψας τὴν Ἰουδαϊκὴν ἀρχαιολογίαν ἐν βιβλίοις εἴκοσιν. οὗτος ἁλοὺς παρὰ Οὐεσπασιανοῦ μετὰ Τίτου τοῦ υἱοῦ αὐτοῦ ἐπὶ τῇ τῶν Ἱεροσολύμων ἁλώσει κατελείφθη καὶ σὺν αὐτῷ εἰς Ῥώμην ἐλθὼν ἑπτὰ λόγους τῆς Ἱεροσολύμων ἁλώσεως τοῖς βασιλεῦσι προσήνεγκεν, οἵτινες τῇ δημοσίᾳ βιβλιοθήκῃ παρεδόθησαν, καὶ διὰ τὴν δόξαν τῆς συγγραφῆς ἀνδριάντος ἠξιώθη. ἔγραψε δὲ καὶ τῆς Ἰουδαϊκῆς ἀρχαιολογίας λόγους εἴκοσιν, ἀπὸ τῆς τοῦ κόσμου ἀρχῆς ἕως τεσσαρεσκαιδεκάτου ἔτους Δομετιανοῦ Καίσαρος. καὶ δύο βίβλους ἑτέρας ἀρχαιότητος κατὰ Ἀππίωνος γραμματικοῦ Ἀλεξανδρέως, ὃς ἐπὶ Καλλιγόλᾳ πρεσβευτὴς ἀπεστάλη παρὰ τοῦ μέρους τῶν Ἑλλήνων κατηγορήσων Φίλωνος διὰ λόγου τινὸς κατάγνωσιν περιέχοντος τοῦ Ἰουδαίων ἔθνους. ἔστι καὶ ἄλλος αὐτοῦ λόγος Περὶ αὐτοκράτορος λογισμοῦ, ἐνάρετος πάνυ, ἐν ᾧ καὶ τοῦ πάθους τῶν Μακκαβαίων ἐμνήσθη. οὗτος ἐν τῇ ὀκτωκαιδεκάτῃ τῆς Ἀρχαιολογίας βίβλῳ φανερῶς ὁμολογεῖ διὰ τὸν ὄγκον τῶν σημείων τὸν Χριστὸν ἐσφάχθαι παρὰ Ἰουδαίων καὶ Ἰωάννην τὸν βαπτιστὴν ἀληθῶς γεγενῆσθαι προφήτην καὶ διὰ τὴν σφαγὴν Ἰακώβου τοῦ ἀποστόλου τὰ Ἱεροσόλυμα πεπορθῆσθαι. γράφει δὲ περὶ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ οὕτως· γίνεται δὲ κατὰ τοῦτον τὸν χρόνον Ἰησοῦς, σοφὸς ἀνήρ, εἴ γε ἄνδρα αὐτὸν λέγειν χρή· ἦν γὰρ παραδόξων ἔργων ποιητής, διδάσκαλος ἀνθρώπων τῶν ἡδονῇ τἀληθῆ δεχομένων, καὶ πολλοὺς μὲν τῶν Ἰουδαίων, πολλοὺς δὲ καὶ τοῦ Ἑλληνικοῦ ἐπηγάγετο. ὁ Χριστὸς οὗτος ἦν. καὶ αὐτὸν ἐνδείξει τῶν πρώτων ἀνδρῶν παρ’ ἡμῖν σταυρῷ ἐπιτετιμηκότος Πιλάτου, οὐκ ἐπαύσαντο οἱ τὸ πρῶτον ἀγαπήσαντες. ἐφάνη γὰρ αὐτοῖς τρίτην ἔχων ἡμέραν πάλιν ζῶν, τῶν θείων προφητῶν ταῦτα καὶ ἄλλα μυρία θαυμαστὰ περὶ αὐτοῦ εἰρηκότων, εἴς τε νῦν τὸ τῶν Χριστιανῶν ἀπὸ τοῦδε ὠνομασμένον οὐκ ἀπελείπετο φῦλον. τοσαῦτα Ἰώσηπος περὶ Χριστοῦ ἐν τῷ ιηʹ λόγῳ φησίν. | ] |
| theta | 178 | [ | Θεός· ὅτι Φίλων τοῦ θεὸς καὶ κύριος τὴν σημασίαν ἑρμηνεῦσαι πειρώμενος τῆς βασιλικωτάτης τριάδος ἔννοιαν ἔσχεν. φάσκων γὰρ ὅτι εἷς ἐστι ὁ θεὸς οὐ πρὸς τὸν ἀριθμὸν κατέδραμε τῆς μονάδος, ἀλλὰ πρὸς τὸ μυστήριον τῆς ἁγίας τριάδος, τὸ τῶν μὲν πάντῃ διαιρετῶν ἑνικώτερον, τῶν δὲ ὄντως μοναδικῶν ἀφθονώτερον. καὶ οὕτω κατακράτος εἷλεν αὐτοῦ τὴν ψυχήν, ὡς εἰπεῖν, δύο μὲν εἶναι τὰς τοῦ ὄντος δυνάμεις, ὧν ἡ μὲν ποιητικὴ καὶ ἐνεργητική, φησί, καλεῖται θεός, ἡ δὲ βασιλικὴ καὶ τιμωρητικὴ κύριος. θεὸν δὲ εἶναι δοξάζουσιν Ἕλληνες ζῷον ἀθάνατον, λογικόν, τέλειον, νοερόν, ἐν εὐδαιμονίᾳ, κακοῦ παντὸς ἀνεπίδεκτον, προνοητικὸν κόσμου τε καὶ τῶν ἐν κόσμῳ· μὴ εἶναι μέντοι ἀνθρωπόμορφον· εἶναι δὲ τὸν μὲν δημιουργὸν τῶν ὅλων καὶ ὥσπερ πατέρα πάντων, κοινῶς δὲ καὶ τὸ μέρος αὐτοῦ τὸ διῆκον διὰ πάντων, ὃ πολλαῖς προσηγορίαις προσονομάζεται κατὰ τὰς δυνάμεις. | ] |
| theta | 228 | [ | Θεραπευταί· Φίλων περὶ τῶν ἐξ Ἑβραίων ἀσκητῶν ἔγραψεν περὶ θεωρητικοῦ βίου, οὓς θεραπευτάς, καὶ τὰς ὁμοιοσχήμους καὶ ὁμοτρόπους γυναῖκας Θεραπευτίδας ὠνόμασε. καὶ Θεραπευταὶ μέν, φησί, κέκληνται ἢ παρὰ τὸ τὰς ψυχὰς τῶν προσιόντων αὐτοῖς ἀπὸ κακίας παθῶν ἰατρῶν δίκην ἀπαλλάττοντας θεραπεύειν, ἢ τῆς πρὸς τὸ θεῖον καθαρᾶς καὶ εἰλικρινοῦς θεραπείας καὶ θρησκείας ἕνεκα. οὗτοι πρῶτον μὲν ἀρξάμενοι φιλοσοφεῖν ἐξίστανται τῶν προσηκόντων καὶ τῶν ὑπαρχόντων, ἔπειτα δὲ πάσαις ἀποταξάμενοι ταῖς τοῦ βίου φροντίσι καὶ ἔξω τειχῶν προελθόντες ἐν μονάγροις ἢ κήποις ἢ ὄρεσι τὰς διατριβὰς ποιοῦνται τὰς ἐκ τῶν ἀνομοίων ἐπιμιξίας ἀλυσιτελεῖς τε καὶ βλαβερὰς εἰδότες τὸν προφητικὸν ζηλοῦσι καὶ ἀσκοῦσι βίον. καὶ ἐν ἑκάστῃ συμμορίᾳ οἴκημά ἐστιν ἱερόν, ὃ καλοῦσι σεμνεῖον καὶ μοναστήριον, ἐν ᾧ μονούμενοι τὰ τοῦ σεμνοῦ βίου μυστήρια τελοῦνται, μηδεὶς μηδὲν κομίζοντες, μὴ ποτὸν μὴ σιτίον μηδέ τι τῶν ἄλλων, ὅσα πρὸς τὰς τοῦ σώματος χρείας ἀναγκαῖα, ἀλλὰ νόμους καὶ λόγια θεσπισθέντα διὰ προφητῶν καὶ ὕμνους καὶ τ ἄλλα, οἷς ἐπιστήμη καὶ εὐσέβεια συναύξονταί τε καὶ τελειοῦνται. καὶ συνελόντι φάναι, σιτίον ἢ ποτὸν οὐδεὶς αὐτῶν προσενέγκοιτο πρὸ ἡλίου δύσεως, ἐπειδὴ τὸ μὲν φιλοσοφεῖν ἄξιον φωτὸς εἶναι κρίνουσι, σκότους δὲ τὰς τοῦ σώματος ἀνάγκας. αἱ δὲ ἐξηγήσεις τῶν ἱερῶν λογίων γίνονται αὐτοῖς δι' ὑπονοιῶν ἐν ἀλληγορίαις. πᾶσα γὰρ νομοθεσία δοκεῖ τοῖς ἀνδράσι τούτοις ζῴῳ ἐοικέναι, καὶ σῶμα μὲν ἔχειν τὰς ῥητὰς διαλέξεις, ψυχὴν δὲ τὸν ἐναποκείμενον ταῖς λέξεσιν ἀόρατον νοῦν. ὡσαύτως δέ εἰσι τῆς αὐτῆς καταστάσεως καὶ αἱ γυναῖκες. | ] |
The Catalog of the Digital Suda project is populated with forms deriving from the linguistic extraction and annotation of expressions about names of authors and works in the Greek text of the Suda (ed. Adler).
This is the first version of the Catalog, which includes the entries of the first, second, and third volume of the Adler edition (praefatio, alpha, beta, gamma, delta, alphaiota, zeta, eta, iota, theta, kappa, lambda, mu, nu, xi, omicron, omega, pi, rho), is based on semi-automatic methods, and linked to external resources. Results are currently checked and analyzed for correction, further disambiguation, NE relation, and coreference resolution. Forthcoming versions of the catalog will allow to search Greek forms and will be enriched with data from other sources as part of the text-based Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project.
Entries of this catalog are also searchable in the unified Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project, which collects data from different ancient Greek sources.
The text of the Suda (ed. Adler) is available as part of the Digital Suda project and provided with a CTS URN retriever: