Digital Suda
Suidae Lexicon edidit Ada Adler

Loading, please wait...

Authors Catalog

Caligula (Caligula) - urn:cts:latinLit:lagl0002

Place of birth (Wikidata Statement)

Antium (Wikidata) (Pleiades)

Place of death (Wikidata Statement)

Palatine Hill (Wikidata) (Pleiades)

Occupation (Wikidata Statement)

politician (Wikidata)

Works

urn:cts:latinLit:lagl0002.suda001

delta 1418[ Δουλοκρατίαν· ὅτι Γάϊος Ῥωμαίων βασιλεὺς δουλοκρατίαν νομοθετήσας ἐπέτρεψε κατηγορεῖν τῶν δεσποτῶν, εἴ τι ἂν εἰδοῖεν αὐτοῖς πλημμέλημα. ζήτει τὰ λοιπὰ ἐν τῷ Γάϊος. ]
gamma 11[ Γάϊος Καῖσαρ, ὃς ἐπεκλήθη Καλλιγόλας. Ῥητορικὴν τέχνην Ῥωμαϊκῶς. ]
gamma 12[ Γάϊος, Ῥωμαίων βασιλεὺς, τὸ μέν πρῶτον μεγαλοφρόνως διεῖπε τῆς βασιλείας τὰ πράγματα καὶ πᾶσι τοῖς ὑπηκόοις καθηκόντως ἐχρῆτο, μετὰ δὲ δύο χρόνους ἐκστὰς τῆς ἀνθρωπίνης φύσεως κατὰ μίμησιν τοῦ πατρὸς ἑαυτὸν ἀπεθέωσε καὶ ἀνδριάντα ἑαυτοῦ κατὰ πόλιν ἐν τοῖς ναοῖς ἀπέστειλε καθιδρύσασθαι καὶ εἰς τὸν τῶν Ἱεροσολύμων ναὸν θεσπίσας νέου Γαϊου ἱερὸν προσέταξεν ὀνομάζεσθαι. καὶ δουλοκρατίαν νομοθετήσας ἐπέτρεψε κατηγορεῖν τῶν δεσποτῶν, εἴ τι ἂν εἰδοῖεν αὐτοῖς πλημμέλημα. κἀντεῦθεν δεινὴ συμφορὰ κατειλήφει τὴν οἰκουμένην πᾶσαν, τῶν οἰκετῶν μεγάλαις τιμωρίαις ὑποβαλλόντων τούς δεσπότας. ἕκαστος γὰρ ἀμύνεσθαι ἐβούλετο τὸν ἴδιον δεσπότην ὑπὲρ ὧν παρ’ αὐτοῦ βασάνων προέπασχεν. οὐ μὴν δὲ ἀλλὰ καὶ εἰς μανίαν τραπεὶς ἄθεσμον στολὰς γυναικείας ἠμφιέννυτο καὶ τὴν κόμην πλοκάμοις καὶ πλοκῇ τινι περιστέλλων καὶ γυναικιζόμενος καὶ πᾶσαν αἰσχρουργίαν διαπραττόμενος τελετὰς ἐπενόει καὶ ξένα μυστήρια ἐπετέλει. καὶ δὴ λαβών ποτε τὴν ἰδίαν θυγατέρα καὶ εἰς τοὺς κόλπους τοῦ ἀγάλματος αὐτὴν θέμενος ἔφη, σὺ ταύτην γεγέννηκας καὶ πατὴρ αὐτῆς ἔννομος ὑπάρχεις. οὗτος μιαρώτατός τε καὶ ἀνοσιώτατος ἐγένετο καὶ τοσοῦτον ὁρμαθὸν κακῶν συνειληφὼς ἐπεκάλυψε τὰ τοῦ Τιβερίου μειονεκτήματα. ὅσα γὰρ τῷ Αὐγούστῳ ἐν πολλῷ χρόνῳ περιεποιήθη, οὗτος ἐν μιᾷ ἡμέρᾳ ἀπεκτήσατο. μοιχικώτατός τε ἀνθρώπων γενόμενος καὶ γυναῖκας ἡρμοσμένας καὶ γεγαμημένας ἐλάμβανε. τήν τε ἑαυτοῦ τιθήνην ἐπιτιμήσας ἀνοίας ἐς ἀνάγκην ἑκουσίου θανάτου κατέστησεν. ἐχρῆτο δὲ καὶ ταῖς ἀδελφαῖς καὶ παρανόμων ἐκοινώνει μίξεων, ὡς καὶ πατὴρ ἀνοσίας καταστῆναι γονῆς ἐκ μιᾶς αὐτῶν τῶν ἀδελφῶν ἀπογεννηθείσης. ναούς τε καὶ θυσίας ὡς ἡμιθέῳ γίνεσθαι παρεσκεύαζε. τοιούτῳ αὐτοκράτορι οἱ Ῥωμαῖοι παρεδόθησαν, ὥστε τὰ τοῦ Τιβερίου ἔργα καίπερ χαλεπώτατα δόξαντα γεγονέναι τοσοῦτον τὰ Γαΐου, ὅσον τὰ τοῦ Αὐγούστου παρ’ ἐκείνῳ παρήνεγκαν. οὗτος μετὰ Τιβέριον ἐβασίλευσε Καλλιγόλας ὀνομαζόμενος. ]
kappa 216[ Καλλιγόλας· οὕτως ἐκαλεῖτο Γάϊος, ὁ βασιλεὺς Ῥωμαίων, ἐπειδὴ ἐκ μικρᾶς ἡλικίας τὰ πολλὰ ἐν τῷ στρατοπέδῳ ἐτρέφετο καὶ τοῖς στρατιωτικοῖς ἐχρῆτο ὑποδήμασιν. ἐκ τῶν καλλίγων οὖν Καλλιγούλαν αὐτὸν ὠνόμασαν. ἢ ΚαλλιγόλαςΓάϊος, διὰ τὸ ἐν στρατοπέδῳ γεννηθῆναι· ὥς φησιν Αἰλιανὸς ἐν τῷ Περὶ θείων ἐναργειῶν. ]
omicron 596[ Ὁρμαθός· σύνδεσμος, στίχος. τοσοῦτον ὁρμαθὸν κακῶν συνειληφὼς ἔκρυψε τὰ τοῦ Τιβερίου μειονεκτήματα. ὅσα γὰρ Αὐγούστῳ ἐν πολλῷ χρόνῳ περιεποιήθη, οὗτος ἐν μιᾷ ἡμέρᾳ ἀπεκτήσατο. ]
phi 448[ Φίλων, Ἰουδαῖος, τεχθεὶς ἐν Ἀλεξανδρείᾳ, γένους ἱερέων, φιλοσοφήσας δὲ τὰ Ἑλλήνων εἰς μέγα προὔβη παιδείας, ὡς μετελθεῖν πᾶσαν Ἑλληνικὴν παίδευσιν τήν τε τῶν ἐγκυκλίων καλουμένων καὶ τὰς λοιπὰς ἐπιστήμας σὺν ἀκριβεῖ καταλήψει. ἐπλούτησέ τε λόγον, παρόμοιον Πλάτωνι, ὡς καὶ εἰς παροιμίαν παρ’ Ἕλλησι τοῦτο χωρῆσαι, ἢ Πλάτων φιλωνίζει, ἢ Φίλων πλατωνίζει· τοσαύτη ἐστὶν ὁμοιότης τῆς τε διανοίας καὶ φράσεως τοῦ ἀνδρὸς πρὸς τὴν Πλάτωνος. καὶ τοίνυν γέγραπται αὐτῷ βιβλία ἄπειρα, ἐξ ὧν καὶ ταῦτα· Περὶ συγχύσεως γλωσσῶν βιβλίον αʹ, Περὶ φύσεως καὶ εὑρήματος αʹ, Περὶ ὧν κατὰ νοῦν τις εὔχεται αʹ, Περὶ παιδεύσεως αʹ, Περὶ κληρονόμου τῶν θείων πραγμάτων αʹ, Περὶ μερισμοῦ ἴσων καὶ ἐναντίων αʹ, Περὶ τῶν τριῶν δυνάμεων, Περὶ ἐναλλαγεισῶν γραφῶν παρά τινων, Περὶ συνθηκῶν λόγοι βʹ, Περὶ βίου φιλοσόφου, Περὶ Γιγάντων αʹ, Περὶ ὀνείρων εʹ, Περὶ ζητημάτων καὶ ἑρμηνευμάτων τῆς Ἐξόδου εʹ, Περὶ τῆς σκηνῆς καὶ δεκαλόγου δʹ, Περὶ θυσιῶν, Περὶ ὑποσχέσεων ἤτοι καταρῶν, Περὶ προνοίας, Περὶ Ἰουδαίων αʹ, Περὶ ἀγωγῆς βίου, Περὶ Ἀλεξάνδρου [+], καὶ Περὶ τοῦ ὅτι ἴδιον λογισμὸν ἔχει τὰ ἄλογα, Περὶ τοῦ πᾶς ἄφρων δοῦλός ἐστι, Περὶ τῆς διαγωγῆς τὼν Χριστιανῶν, Περὶ [+] βίου [+] θεωρητικοῦ [+], Περὶ ἱκετῶν, Περὶ γεωργίας λόγοι βʹ, Περὶ μέθης βʹ, Περὶ τοῦ Μωσέως [+] βίου, εἰς τὰ Χερουβίμ, τουτέστι τὴν φλογίνην ῥομφαίαν, εἰς τὴν πεντάτευχον Μωϋσέως [+] καὶ εἰς αὐτὸν τὸν Μωϋσῆν [+] λόγοι εʹ. λέγουσι τοῦτον ἐπὶ Γαίου Καλλιγόλα ἐν τῇ Ῥώμῃ κινδυνεῦσαι, ὁπηνίκα πρεσβευτὴς τοῦ οἰκείου ἔθνους ἀπεστάλη· καὶ ὅτε τὸ δεύτερον ἦλθε πρὸς Κλαύδιον, ἐν τῇ αὐτῇ πόλει διαλεχθῆναι τῷ ἁγίῳ ἀποστόλῳ Πέτρῳ καὶ τούτους ἐσχηκέναι φιλίαν καὶ διὰ τοῦτο τοὺς σπουδαστὰς Μάρκου, τοῦ μαθητοῦ Πέτρου, ἐν Ἀλεξανδρείᾳ ἔπεσι κεκοσμηκέναι. εἰσὶν οὖν, ὡς προείπομεν, περιφανῆ καὶ ἀναρίθμητα συντάγματα καὶ πᾶσαν ὠφέλειαν γέμοντα. ]

 

Catalog of Authors and Works

The Catalog of the Digital Suda project is populated with forms deriving from the linguistic extraction and annotation of expressions about names of authors and works in the Greek text of the Suda (ed. Adler).

This is the first version of the Catalog, which includes all the entries of the four volumes of the Adler edition, is based on semi-automatic methods, and linked to external resources. Results are currently checked and analyzed for correction, further disambiguation, NE relation, and coreference resolution. Forthcoming versions of the catalog will allow to search Greek forms and will be enriched with data from other sources as part of the text-based Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project.

Entries of this catalog are also searchable in the unified Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project, which collects data from different ancient Greek sources.

The text of the Suda (ed. Adler) is available as part of the Digital Suda project and provided with a CTS URN retriever:

Search Fields

Output Fields

 

LAGL - Linked Ancient Greek and Latin     Creative Commons License