Claudius) - urn:cts:greekLit:tlg2184Lugdunum (Wikidata) (Pleiades)
politician (Wikidata)
historian (Wikidata)
writer (Wikidata)
| chi | 523 | [ | Χριστιανοί· ἐπὶ Κλαυδίου βασιλέως Ῥωμαίων, Πέτρου τοῦ ἀποστόλου χειροτονήσαντος Εὐόδιον ἐν Ἀντιοχείᾳ, μετωνομάσθησαν οἱ πάλαι λεγόμενοι Ναζιραῖοι καὶ Γαλιλαῖοι Χριστιανοί. | ] |
| kappa | 1708 | [ | Κλαύδιος ἐξ ἰδιώτου αὐτοκράτωρ ἐγένετο τὴν μὲν ψυχὴν οὐ φαῦλος, ἀλλὰ καὶ ἐν παιδείᾳ ἤσκητο, ὥστε καὶ συγγράψαι τινά, τὸ δὲ δὴ σῶμα νοσώδης, ὥστε καὶ τῇ κεφαλῇ καὶ ταῖς χερσὶ τρέμειν. καὶ διὰ τοῦτο καὶ τῷ φρονήματι ἐσφάλλετο, καὶ οὐ πάντα ὅσα ἐς τὸ συνέδριον ἐσέφερεν αὐτὸς ἀνεγίνωσκεν, ἀλλὰ τῷ ταμίᾳ ὥς γε πλήθει ἀναλέγεσθαι ἐδίδου· ὅσα δ’ αὐτὸς ἀνεγίνωσκε, καθήμενος ὡς τὸ πολὺ ἐπελέγετο. καὶ μέντοι καὶ δίφρῳ καταστέγῳ πρῶτος Ῥωμαίων ἐχρήσατο. οὐ μέντοι καὶ διὰ ταῦτα οὕτως, ὅσον ὑπό τε τῶν ἐξελευθέρων καὶ ὑπὸ τῶν γυναικῶν, αἷς συνῆν, ἐκακύνετο. περιφανέστατα γὰρ ἐγυναικοκρατήθη, ἅτε ἐκ παίδων ἐν ἀσφαλείᾳ καὶ ἐν φόβῳ τραφείς· καὶ διὰ τοῦτο ἐπιπλέον τῆς ἀληθείας εὐήθειαν προσεποιεῖτο, ὅπερ τοῦτο καὶ αὐτὸς ὡμολόγησε, καὶ πολὺν μὲν χρόνον τῇ τιτθῇ καὶ τῇ μητρὶ συνδιαιτηθεὶς καὶ συνουσίαις γυναικῶν πλείοσι γενόμενος οὐδὲν ἐλευθεροπρεπὲς ἐκέκτητο. ἐπετίθεντο δὲ αὐτῷ ἔν τε τοῖς συμποσίοις καὶ ἐν ταῖς συμμίξεσι· πάνυ γὰρ ἀπλήστως ἐν ἀμφοτέροις διέκειτο, καὶ ἦν ἐν τῷ καιρῷ τούτῳ εὐάλωτος. πρὸς δὲ καὶ δειλίαν εἶχεν, ὑφ’ ἧς πολλάκις ἐκπληττόμενος οὐδὲν τῶν προσηκόντων ἐξελογίζετο. ἐκεῖνόν τε γὰρ ἐκφοβοῦντες ἐξεκαρποῦντο, καὶ τοῖς ἄλλοις δέος ἐνέβαλλον. οὗτος οὖν τοιοῦτος ὤν, οὐκ ὀλίγα δεόντως ἔπραττεν, ὁσάκις ἔξω τῶν εἰρημένων παθῶν ἐγίνετο. ὅτι Κλαύδιος, ὁ βασιλεὺς Ῥωμαίων, νόμον προὔθηκε, μὴ δύνασθαι βουλευτὴν ὑπὲρ ἑπτὰ σημείων τῆς πόλεως ὁδεύειν χωρὶς τῆς τοῦ βασιλέως κελεύσεως. ἐπειδὴ δὲ καί τινες τοὺς δούλους ἀρρωστοῦντας οὐδεμιᾶς ἠξίουν θεραπείας, ἀλλὰ γὰρ καὶ τῶν οἰκιῶν ἐδίωκον, ἐνομοθέτησε πάντας τοὺς ἐκ τοῦ τοιούτου περιγενομένους ἐλευθέρους εἶναι. ἀπηγόρευσε δὲ καὶ τὸ καθήμενόν τινα ἐπὶ ἅρματος διὰ τῆς πόλεως ἐλαύνειν. ὅτι ἐπὶ αὐτοῦ στασιασάντων τῶν Ἰουδαίων κατὰ Χριστιανῶν, ἄρχοντα ἐπέστησεν αὐτοῖς Κλαύδιον Φήλικα, κελεύσας αὐτῷ τιμωρεῖσθαι τούτους. τῶν δὲ εἰς τὰ ἱερὰ ἀθροιζομένων φωνῆς ἤκουσαν ἐκ τῶν ἀδύτων, λεγούσης, μεθιστάμεθα τῶν ἐντεῦθεν. καὶ τοῦτο γέγονε τρίτον· ἐξ οὗ πανωλεθρίᾳ διεφθάρησαν. | ] |
| nu | 10 | [ | Ναζιραῖος· ὁ θεῷ κεχαρισμένος, καὶ ἀφιερωμένος· ὁ μοναχός. ἰστέον δέ, ὅτι ἐπὶ Κλαυδίου βασιλέως Ῥώμης Πέτρου τοῦ ἀποστόλου χειροτονήσαντος Εὐόδιον ἐν Ἀντιοχείᾳ, μετωνομάσθησαν οἱ πάλαι λεγόμενοι Ναζιραῖοι καὶ Γαλιλαῖοι Χριστιανοί. | ] |
| phi | 142 | [ | Φαῦλος· εὐτελής, χαλεπός. ἦν δὲ Κλαύδιος βασιλεὺς Ῥωμαίων οὐ φαῦλος τὴν ψυχήν· ἐν παιδείᾳ δὲ ἤσκητο ὡς καὶ γράψαι τινά. ὅτι Πλάτων κέχρηται ἐπὶ διαφερόντων σημαινομένων τοῖς αὐτοῖς ὀνόμασιν, οἷον ὁ φαῦλος. καὶ αὖθις· ὁ δὲ ὀργὴν χαλεπὸς ὤν, καὶ ἄγαν ἐπὶ τοῖς φαυλοτάτοις κολάζει. τουτέστι τοῖς εὐτελέσι. | ] |
| phi | 448 | [ | Φίλων, Ἰουδαῖος, τεχθεὶς ἐν Ἀλεξανδρείᾳ, γένους ἱερέων, φιλοσοφήσας δὲ τὰ Ἑλλήνων εἰς μέγα προὔβη παιδείας, ὡς μετελθεῖν πᾶσαν Ἑλληνικὴν παίδευσιν τήν τε τῶν ἐγκυκλίων καλουμένων καὶ τὰς λοιπὰς ἐπιστήμας σὺν ἀκριβεῖ καταλήψει. ἐπλούτησέ τε λόγον, παρόμοιον Πλάτωνι, ὡς καὶ εἰς παροιμίαν παρ’ Ἕλλησι τοῦτο χωρῆσαι, ἢ Πλάτων φιλωνίζει, ἢ Φίλων πλατωνίζει· τοσαύτη ἐστὶν ὁμοιότης τῆς τε διανοίας καὶ φράσεως τοῦ ἀνδρὸς πρὸς τὴν Πλάτωνος. καὶ τοίνυν γέγραπται αὐτῷ βιβλία ἄπειρα, ἐξ ὧν καὶ ταῦτα· Περὶ συγχύσεως γλωσσῶν βιβλίον αʹ, Περὶ φύσεως καὶ εὑρήματος αʹ, Περὶ ὧν κατὰ νοῦν τις εὔχεται αʹ, Περὶ παιδεύσεως αʹ, Περὶ κληρονόμου τῶν θείων πραγμάτων αʹ, Περὶ μερισμοῦ ἴσων καὶ ἐναντίων αʹ, Περὶ τῶν τριῶν δυνάμεων, Περὶ ἐναλλαγεισῶν γραφῶν παρά τινων, Περὶ συνθηκῶν λόγοι βʹ, Περὶ βίου φιλοσόφου, Περὶ Γιγάντων αʹ, Περὶ ὀνείρων εʹ, Περὶ ζητημάτων καὶ ἑρμηνευμάτων τῆς Ἐξόδου εʹ, Περὶ τῆς σκηνῆς καὶ δεκαλόγου δʹ, Περὶ θυσιῶν, Περὶ ὑποσχέσεων ἤτοι καταρῶν, Περὶ προνοίας, Περὶ Ἰουδαίων αʹ, Περὶ ἀγωγῆς βίου, Περὶ Ἀλεξάνδρου [+], καὶ Περὶ τοῦ ὅτι ἴδιον λογισμὸν ἔχει τὰ ἄλογα, Περὶ τοῦ πᾶς ἄφρων δοῦλός ἐστι, Περὶ τῆς διαγωγῆς τὼν Χριστιανῶν, Περὶ [+] βίου [+] θεωρητικοῦ [+], Περὶ ἱκετῶν, Περὶ γεωργίας λόγοι βʹ, Περὶ μέθης βʹ, Περὶ τοῦ Μωσέως [+] βίου, εἰς τὰ Χερουβίμ, τουτέστι τὴν φλογίνην ῥομφαίαν, εἰς τὴν πεντάτευχον Μωϋσέως [+] καὶ εἰς αὐτὸν τὸν Μωϋσῆν [+] λόγοι εʹ. λέγουσι τοῦτον ἐπὶ Γαίου Καλλιγόλα ἐν τῇ Ῥώμῃ κινδυνεῦσαι, ὁπηνίκα πρεσβευτὴς τοῦ οἰκείου ἔθνους ἀπεστάλη· καὶ ὅτε τὸ δεύτερον ἦλθε πρὸς Κλαύδιον, ἐν τῇ αὐτῇ πόλει διαλεχθῆναι τῷ ἁγίῳ ἀποστόλῳ Πέτρῳ καὶ τούτους ἐσχηκέναι φιλίαν καὶ διὰ τοῦτο τοὺς σπουδαστὰς Μάρκου, τοῦ μαθητοῦ Πέτρου, ἐν Ἀλεξανδρείᾳ ἔπεσι κεκοσμηκέναι. εἰσὶν οὖν, ὡς προείπομεν, περιφανῆ καὶ ἀναρίθμητα συντάγματα καὶ πᾶσαν ὠφέλειαν γέμοντα. | ] |
| phi | 798 | [ | Φοῖνιξ· τὸ δένδρον. καὶ τὸ ὄρνεον. ἐπὶ Κλαυδίου Καίσαρος ἐλθεῖν φασι τοῦτο τοῖς Αἰγυπτίοις διὰ τεττάρων καὶ νʹ καὶ χʹ ἐτῶν. καὶ Φοῖνιξ, ἀντὶ τοῦ φοινικοῦς. Ὅμηρος· ὃς τὸ μὲν ἄλλο τόσον φοῖνιξ ἦν. ἐπὶ ἵππου. περὶ οὖν τοῦ ὀρνέου ἱστόρηται, ὅτι ὅταν αὐτῷ τὸ μοιρίδιον ἄγῃ, ἔρχεται εἰς Αἴγυπτον, ὅθεν οὐκ ἴσασιν ἄνθρωποι· καὶ αὐτὸς ἑαυτῷ ποιησάμενος ἐκ κασίας καὶ σμύρνης πυρὰν ἀποθνήσκει. καυθείσης δὲ τῆς πυρᾶς, μετὰ χρόνον ἐκ τῆς σποδοῦ σκώληκα λέγουσι γίνεσθαι· ὅν τινα μεταβάλλειν καὶ γίνεσθαι πάλιν φοίνικα καὶ ἀφίπτασθαι εἰς Αἴγυπτον ἐκεῖθεν ὅθεν ἦλθεν ὁ πρὸ αὐτοῦ φοῖνιξ. | ] |
| sigma | 388 | [ | Σικάριοι· λῃστῶν γένος. σίκας δὲ τὰ ἐπικαμπῆ ξίφη Ῥωμαῖοι καλοῦσιν, οἷς οἱ χρώμενοι ἐλέγοντο σικάριοι. οὗτοι τοὺς παρατυγχάνοντας ἔκτεινον ἐπὶ Κλαυδίου δὲ τοῦ βασιλέως· οὓς Αἰγύπτιος λῃστὴς ἐπὶ τὴν ἔρημον ἐξήγαγεν· οὓς ἐτιμωρήσατο Φίληξ. Σικάριοι δὲ λέγονται οἱ Φαρισαῖοι, ὡς Ζηλωταί. | ] |
The Catalog of the Digital Suda project is populated with forms deriving from the linguistic extraction and annotation of expressions about names of authors and works in the Greek text of the Suda (ed. Adler).
This is the first version of the Catalog, which includes all the entries of the four volumes of the Adler edition, is based on semi-automatic methods, and linked to external resources. Results are currently checked and analyzed for correction, further disambiguation, NE relation, and coreference resolution. Forthcoming versions of the catalog will allow to search Greek forms and will be enriched with data from other sources as part of the text-based Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project.
Entries of this catalog are also searchable in the unified Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project, which collects data from different ancient Greek sources.
The text of the Suda (ed. Adler) is available as part of the Digital Suda project and provided with a CTS URN retriever: