Digital Suda
Suidae Lexicon edidit Ada Adler

Loading, please wait...

Authors Catalog

Eunomius (Eunomius of Cyzicus) - urn:cts:greekLit:tlg2899

Place of birth (Wikidata Statement)

Cappadocia (Wikidata) (Pleiades)

Place of death (Wikidata Statement)

Cappadocia (Wikidata) (Pleiades)

Occupations (Wikidata Statement)

priest (Wikidata)

bishop (Wikidata)

Works

urn:cts:greekLit:tlg2899.suda001

alpha 571[ Ἀέτιος· ἐξ Ἀντιοχείας τῆς Συρίας, διδάσκαλος Εὐνομίου, ἀπὸ πενιχρῶν καὶ εὐτελῶν γονέων τυγχάνων. ὁ δὲ πατὴρ αὐτῷ τῶν ἐν στρατιᾷ δυσπραγέστερον ἐνηνεγμένων γενόμενος, ἐτεθνήκει κομιδῇ παῖδα τοῦτον ἀφείς. αὐτὸς δὲ εἰς ἔσχατον ἀπορίας ἥκων, ἐπὶ χρυσοχοΐαν ἐχώρησεν ἀκρότατός τε ἐγένετο. ἐπεὶ δὲ ἡ φύσις αὐτῷ μειζόνων ὠρέγετο μαθημάτων, πρὸς λογικὰς θεωρίας ἐτράπετο. καὶ δῆτα συγγίνεται Παυλίνῳ ἀρτίως ἀπὸ τῆς Τύρου εἰς Ἀντιόχειαν ἀφικομένῳ· ἔτι κατὰ τοὺς Κωνσταντίνου χρόνους τούτου ἠκροᾶτο, πολλὴν ἐπιεικῶς φαίνων τῆς ἀσεβείας τὴν ῥώμην εἰς τὰς πρὸς τοὺς διαφερομένους ζητήσεις· καὶ οὐχ ὑπόστατος ἤδη τοῖς πολλοῖς ἦν. ἐπεὶ δὲ Παυλῖνος ἐτεθνήκει, Εὐλαλίου τρίτου καὶ εἰκοστοῦ ἀπὸ τῶν ἀποστόλων ἔχοντος τὸν θρόνον, πολλοὶ τῶν ὑπὸ τοῦ Ἀετίου ἐλεγχομένων δεινὸν ποιησάμενοι πρὸς ἀνδρὸς δημιουργοῦ καὶ νέου κατὰ κράτος ἐλαύνεσθαι, συστάντες ἐξήλασαν αὐτὸν τῆς Ἀντιοχείας. ἐξελαθεὶς δὲ εἰς τὴν Ἀνάζαρβον ἀφικνεῖται. ὁ δὲ ἤδη τάχιστα δυνάμεως πάσης πιμπλάμενος μείζους ἀεὶ τῶν δεδομένων ἀφορμῶν εἰσέφερε τοὺς καρπούς. ὁ δὲ οὐδὲν ἐπαύετο τοὺς μὲν διελέγχων, φαύλως δὲ ἀμπισχόμενος καὶ ὡς ἔτυχε ζῶν. οὗτος αἱρεσιάρχης ἦν, ὃς καὶ ἄθεος ἐπεκλήθη ἐπὶ τοῦ μεγάλου Κωνσταντίνου. τὰ αὐτὰ μὲν οὖν ἐφρόνει Ἀρείῳ καὶ τὴν αὐτὴν συνεκρότει δόξαν· πρὸς δὲ ἀρειανίζοντας διεκρίνετο. ἦν δὲ καὶ πρότερον αἱρετικὸς ἄνθρωπος Ἀέτιος καὶ τῷ Ἀρείου δόγματι διαπύρως συνηγορεῖν ἔσπευδεν· ἐν γὰρ τῇ Ἀλεξανδρείᾳ μικρὰ παιδευθεὶς ἀναζεύγνυσι. καὶ καταλαβὼν τὴν ἐν Συρίᾳ Ἀντιόχειαν, ἐντεῦθεν γὰρ ἦν, ὑπὸ Λεοντίου τοῦ τότε τῆς Ἀντιοχείας ἐπισκόπου χειροτονεῖται διάκονος. εὐθὺς οὖν συνεξεφώνει τοὺς ἐντυγχάνοντας ἐκ τῶν Ἀριστοτέλους κατηγοριῶν διαλεγόμενος, τοὺς ἐριστικοὺς κατωρθωκὼς λόγους. ἐπιστολάς τε συνεκάττυε πρὸς βασιλέα Κωνστάντιον. ἀλλ’ εἰ τὰ αὐτὰ τοῖς ἀρειανίζουσιν ἔλεγεν, ὅμως ὑπὸ τῶν οἰκείων οὐ δυναμένων συνιέναι τὸ περισκελὲς τῶν λογισμῶν ὡς αἱρετικὸς ὁ ὁμόφρων αὐτοῖς ἐνομίζετο. καὶ διὰ τοῦτο ἐκδιωχθεὶς τῆς αὐτῶν ἐκκλησίας ἔδοξεν αὐτὸς μὴ βούλεσθαι κοινωνεῖν αὐτοῖς. καὶ νῦν εἰσιν ἐξ ἐκείνου οἱ τότε μὲν Ἀετιανοὶ νῦν δὲ Εὐνομιανοὶ λεγόμενοι. Εὐνόμιος γὰρ ταχυγράφος ὢν ἐκείνου καὶ ὑπ’ αὐτῷ παιδευθεὶς τὴν αἱρετικὴν λέξιν τοῦ στίφοις τούτου προέστη. ]
beta 150[ Βασίλειος, Καισαρείας τῆς Καππαδοκῶν ἐπίσκοπος( ἥτις πρῴην Μάζακα ἐκαλεῖτο) , ἑταῖρος Γρηγορίου τοῦ Ναδιανδῶν ἐπισκόπου. γέγονε δὲ γονέων περιφανῶν, Βασιλείου τε καὶ Ἐμμελείας, ὧν ἄνωθεν ἡ συγγένεια· ἀνὴρ ἐλλογιμώτατος καὶ πάσης παιδείας εἰς ἄκρον ἐληλακώς. οὗτος ἔγραψε πλεῖστα, ἐν οἷς θαυμάζεται τὰ εἰς τὴν Ἐξαήμερον. καὶ κατ’ Εὐνομίου [+] δὲ ἐξαιρέτους συνέταξε λόγους, καὶ περὶ τοῦ ἁγίου πνεύματος τεῦχος, καὶ τὰς εἰς τὴν Ἑξαήμερον ὁμιλίας θʹ· ἕτερον τεῦχος ἀσκητικόν, περὶ παρθενίας ἄλλο· Ἔπαινον εἰς τοὺς μʹ Μάρτυρας, ἕτερον εἰς Γόρδιον, ἄλλον εἰς Βαρλαάμ, ἕτερον εἰς Ἰουλίτταν. εἰς διαφόρους ψαλμοὺς Ἠθικοὶ λόγοι διάφοροι· ἐπιστολαὶ, ὧν οὐδὲν ἄμεινον, πρός τε τὸν σοφιστὴν Λιβάνιον καὶ πρὸς τὸν φίλον Γρηγόριον καὶ εἰς ἄλλους πλείονας. τοῦδέ γε Βασιλείου καὶ Φιλοστόργιος μνήμην πεποίηται ἐν τῇ κατ’ αὐτὸν ἱστορίᾳ γράφων οὕτως· Βασίλειος γὰρ ἤκμαζε κατ’ ἐκείνους τοὺς χρόνους ἐν Καισαρείᾳ τῆς Καππαδοκίας καὶ Γρηγόριος ἐν τῆ Ναδιανδῷ( σταθμὸς δὲ οὗτος ὁ τόπος Καππαδοκίας) καὶ Ἀπολινάριος ἐν τῇ Λαοδικείᾳ τῆς Συρίας. τρεῖς δὴ οὗτοι ἄνδρες τότε τοῦ ὁμοουσίου προὐμάχουν κατὰ τοῦ ἑτεροουσίου, μακρῷ πάντας παρενεγκόντες τοὺς πρότερον καὶ ὕστερον ἄχρις ἐμοῦ τῆς αὐτῆς αἱρέσεως προστάντας, ὡς παῖδα παῤ αὐτοῖς κριθῆναι τὸν Ἀθανάσιον. τῆς τε γὰρ ἔξωθεν καλουμένης παιδεύσεως ἐπὶ πλεῖστον οὗτοι προεληλύθεσαν, καὶ τῶν ἱερῶν γραφῶν, ὁπόσα εἰς ἀνάγνωσιν καὶ τὴν πρόχειρον μνήμην ἐτέλει, πολλὴν εἶχον τὴν ἐμπειρίαν, καὶ μάλιστά γε αὐτῶν ὁ Βασίλειος. καὶ μὴν καὶ συγγράφειν ἕκαστος αὐτῶν ἐς τὸν ἑαυτοῦ τρόπον ἦν ἱκανώτατος. τῷ μέν γε Βασιλείῳ τὸ πανηγυρικὸν εἶδος τοῦ λόγου μακρῷ ἄριστα εἶχεν· ἦν γὰρ πανηγυρίσαι λαμπρότατος· ὁ δέ γε Ἀπολινάριος ἐν τῷ ὑπομνηματικῷ εἴδει τῆς λέξεως καὶ αὐτὸς ἄριστα εἶχε· τῷ δέ γε Γρηγορίῳ καὶ παῤ ἀμφοτέροις ἐξεταζομένῳ μείζω βάσιν εἰς συγγραφὴν εἶχεν ὁ λόγος. τοσαῦτα περὶ αὐτῶν ὡς ἐν παραδρομῇ Φιλοστόργιος Ἀρειανὸς ἔγραψε. τελευτᾷ δὲ Βασίλειος Γρατιανοῦ τὰ Ῥωμαίων σκῆπτρα διέποντος. ὅτι ὁ μέγας Βασίλειος ἀδελφοὺς εἶχε δʹ, τόν τε Γρηγόριον τὸν Νύσσης ἐπίσκοπον, καὶ Πέτρον καὶ αὐτὸν ἐπίσκοπον, καὶ ἑτέρους δύο μονάσαντας. ]
epsilon 902[ Ἔλουσεν· ἀντὶ τοῦ ἐβάπτισεν. τὸν δὲ Εὐνομιανὸν ἔλουσε Βελισάριος τὸ θεῖον λουτρόν, χερσὶ δὲ οἰκείαις ἀνελόμενος εἰσποίητον ἐποιήσατο παῖδα, ᾗπερ εἰσποιεῖσθαι Χριστιανοῖς νόμος. ]
epsilon 3598[ Εὐνόμιος· οὗτος εἰς Κύζικον προβάλλεται ἐπίσκοπος ἐπὶ Οὐάλεντος τοῦ βασιλέως. ὑπογραφεὺς δὲ οὗτος γέγονεν Ἀετίου, τοῦ ἐπικληθέντος Ἀθέου. συνὼν δὲ αὐτῷ τὸν ἐκείνου σοφιστικὸν τρόπον ἐζήλωσε, λεξειδίοις τε σχολάζων καὶ ποιῶν ἑαυτῷ σοφίσματα οὐκ ᾐσθάνετο. ἐκ τούτων τυφωθεὶς εἰς βλασφημίαν ἐξέπεσε τὸ Ἀρείου δόγμα ζηλῶν, κατὰ πολλὰ δὲ τοῖς τῆς ἀληθείας δόγμασι πολεμῶν, ὀλιγομαθῶς μὲν ἔχων πρὸς τὰ ἱερὰ γράμματα καὶ μηδὲ συνιέναι αὐτὰ δυνάμενος, πολύχους δὲ τὴν λέξιν καὶ τὰ αὐτὰ περιστρέφων ἀεὶ καὶ μὴ δυνάμενος περιγενέσθαι τοῦ προτεθέντος σκοποῦ· ὡς δεικνύουσιν οἱ ζʹ τόμοι, οὓς ἐματαιοπόνησεν εἰς τὰς πρὸς Ῥωμαίους ἐπιστολάς. πολλοὺς γὰρ λόγους ἐς αὐτὰς ἀναλώσας τῆς ἐπιστολῆς τὸν σκοπὸν ἑλεῖν οὐ δεδύνηται. ἐφάμιλλοι δὲ αὐτοῦ καὶ οἱ ἄλλοι λόγοι τυγχάνουσιν, ἐν πολυλεξίᾳ ἔχοντες νοημάτων εὐτέλειαν. ]
eta 30[ Ἤγαλλεν· ἐθεράπευεν. Δίων ἐν ιϛʹ λόγῳ Ῥωμαϊκῶν· διά τε οὖν ταῦτα, καὶ ὅτι τὸ θεῖον ἀκριβῶς ἤγαλλεν. κέχρηνται δὲ τῇ λέξει ταύτῃ ἄλλοι τε καὶ Εὐνόμιος ὁ δυσσεβής. καὶ αὐτὸς οὗτος πολλάκις. ]
gamma 450[ Γρηγόριος, Ναζιανζοῦ ἐπίσκοπος( σταθμὸς δέ ἐστιν οὗτος Καππαδοκίας, ) ἀνὴρ ἐλλογιμώτατος, ἀναγκαῖος δὲ φίλος Βασιλείου τοῦ τῆς Καισαρείας ἐπισκόπου τῆς ἐν Καππαδοκίᾳ. οὗτος οὐ μόνον γραμματικὸς καὶ τὰ ἐς τὴν ποίησιν δεξιός, ἀλλὰ πολλῷ πλεῖον καὶ ἐς φιλοσοφίαν ἐξήσκητο, καὶ ῥήτωρ ἦν ἀμφιδέξιος. οὗτος ἔγραψε καταλογάδην πολλά· εἰς γὰρ τρεῖς μυριάδας στίχων τὰ συντάγματα αὐτοῦ συνέθηκεν· ἀφ’ ὧν εἰσι τάδε· Περὶ τῆς τελευτῆς τοῦ ἀδελφοῦ Καισαρίου [+], Ἐπιτάφιος εἰς τὸν ἑαυτοῦ πατέρα, ἕτερος εἰς τὴν ἀδελφὴν Γοργονίαν, Περὶ φιλοπτωχίας, Ἐπαίνους τῶν Μακκαβαίων, Ἐπαίνους Κυπριανοῦ [+], Ἐπαίνους Ἀθανασίου [+], Ἐπαίνους Ἥρωνος φιλοσόφου, Κατὰ Ἰουλιανοῦ τοῦ βασιλέως λόγοι βʹ, Κατὰ Εὑνομίου [+] λόγοι βʹ, Περὶ θεολογίας αʹ, Περὶ Υἱοῦ λόγοι βʹ, Περὶ τοῦ ἁγίου πνεύματος λόγος αʹ, Πανηγυρικοὶ λόγοι ιʹ· καὶ ἕτεροι πλεῖστοι καὶ πᾶσι γνώριμοι. ἠκολούθησε δὲ τῷ Πολέμωνος χαρακτῆρι τοῦ Λαοδικέως, τοῦ σοφιστεύσαντος ἐν Σμύρνῃ· ὃς ἐγεγόνει διδάσκαλος Ἀριστείδου τοῦ ῥήτορος. ἐγράφη δὲ αὐτῷ καὶ ἑτέρα βίβλος δι’ ἑξαμέτρων, παρθενίας καὶ γάμου καθ’ ἑαυτοὺς διαλεγομένων· καὶ εἰς ἑτέρας ὑποθέσεις ἐν παντοίοις καὶ διαφόροις μέτροις, ἅτινα συνάγονται εἰς ἐπῶν μυριάδας τρεῖς. τοῦ δὲ Γρηγορίου τούτου καὶ Φιλοστόργιος Ἀρειανὸς ἐν τῇ κατ’ αὐτὸν ἱστορίᾳ μνήμην πεποίηται καί φησι· Γρηγόριος γὰρ ἤκμαζε κατ’ ἐκείνους τοὺς χρόνους ἐν τῇ Ναζιανζῷ( σταθμὸς δὲ οὗτος ὁ τόπος Καππαδοκίας) καὶ Βασίλειος ἐν Καισαρείᾳ τῆς Καππαδοκίας καὶ Ἀπολινάριος ἐν τῆ Λαοδικείᾳ τῆς Συρίας. τρεῖς δὴ οὗτοι ἄνδρες τότε τοῦ ὁμοουσίου προυμάχουν κατὰ τοῦ ἑτεροουσίου, μακρῷ πάντας παρενεγκόντες τοὺς πρότερον καὶ ὕστερον ἄχρις ἐμοῦ τῆς αὐτῆς αἱρέσεως προστάντας, ὡς παῖδα παῤ αὐτοῖς κριθῆναι τὸν Ἀθανάσιον. τῆς τε γὰρ ἔξωθεν καλουμένης παιδεύσεως ἐπιπλεῖστον οὗτοι προεληλύθεισαν καὶ τῶν ἱερῶν γραφῶν, ὁπόσα εἰς ἀνάγνωσιν καὶ τὴν πρόχειρον μνήμην ἐτέλει, πολλὴν εἶχον τὴν ἐμπειρίαν, καὶ μάλιστά γε αὐτῶν ὁ Γρηγόριος. καὶ μὴν καὶ συγγράφειν ἕκαστος αὐτῶν ἐς τὸν ἑαυτοῦ τρόπον ἦν ἱκανώτατος. τῷ μέν γε Ἀπολιναρίῳ τὸ ὑπομνηματικὸν εἶδος τῆς λέξεως μακρῷ ἄριστα εἶχε, Βασίλειος δὲ πανηγυρίσαι λαμπρότατος ἦν, τῷ δέ γε Γρηγορίῳ καὶ παῤ ἀμφοτέροις ἐξεταζομένῳ μείζω βάσιν εἰς συγγραφὴν εἶχεν ὁ λόγος. καὶ ἦν εἰπεῖν Ἀπολιναρίου μὲν ἁδρότερος, Βασιλείου δὲ σταθερώτερος. τοσαύτης δὲ αὐτοῖς ἐν τῷ λέγειν καὶ γράφειν δυνάμεως οὔσης, καὶ τὸ ἦθος οὐδὲν ἧττον οἱ ἄνδρες παρείχοντο πρὸς τὴν τῶν πολλῶν θέαν ἐπαγωγότατον· ὥστε καὶ οἰς ὡρῶντο καὶ οἷς ἔλεγον καὶ ὁπόσα γράφοντες διεδίδοσαν, διὰ πάντων ᾕρουν εἰς τὴν ἑαυτῶν κοινωνίαν τούς καθ’ ὁτιοῦν αὐτῶν εὐμαρέστερον ἁλίσκεσθαι δυναμένους. τοσαῦτα περὶ αὐτῶν ὡς ἐν παραδρομῇ Φιλοστόργιος καὶ ταῦτα Ἀρειανὸς ὢν ἔγραψεν. ἔτι γοῦν περιὼν εἰς τὸν οἰκεῖον τόπον ὁ Γρηγόριος ἐπίσκοπον καταστήσας ἐν τῇ λαχούσῃ αὐτὸν ἐκκλησίᾳ, αὐτὸς ἐν ἀγρῷ τινι βίον μοναδικὸν ἀπηνέγκατο. ἐλάσας δὲ περὶ τὰ ἐνενήκοντα ἔτη καὶ ἐπέκεινα, Θεοδοσίου τρίτον καὶ δέκατον ἔτος ἄγοντος, καταλύει τὸν βίον, ἀνάξιον τοῦτο τῆς αὐτοῦ παθῶν ἀρετῆς, τὸ τῆς καθέδρας ἀποκρουσθῆναι τῆς βασιλευούσης τῶν πόλεων, καὶ προκριθῆναι μᾶλλον τοὺς φαυλοτέρους ἢ τὸν ἐπ’ ἀρετῇ καὶ λαμπρότητι βίου πάντων μᾶλλὸν ὑπερανέχοντα. ]
gamma 451[ Γρηγόριος, Νύσσης ἐπίσκοπος, ἀδελφὸς Βασιλείου τοῦ Καισαρέως, ἀνὴρ καὶ αὐτὸς ἐλλογιμώτατος καὶ πάσης ὑπάρχων παιδείας ἀνάπλεως, προσκείμενος δὲ μᾶλλον τοῖς τῇ ῥητορικῇ χαίρουσι. καὶ γοῦν εὐδόκιμος ἐν ταύτῃ γεγένηται καὶ λαμπρὸς εἴ τις ἄλλος τῶν πάλαι ταύτῃ γεγενημένων. οὗτος συνέταξε κατ’ Εὐνομίου [+] λόγον ἐξαίρετον αίρετον καὶ τεῦχος θαυμάσιον εἰς τὴν τοῦ ἀνθρώπου κατασκευήν, ἄλλας τε πυκνὰς καὶ συνεχεῖς ὁμιλίας. Εἴς τε τὰ Ἄισματα τῶν ᾀσμάτων καὶ Εἰς τὸν Ἐκκλησιαστὴν, καὶ πρὸς τὴν ἀδελφὴν Μακρίναν μακρόν τινα καὶ περικαλλῆ περὶ ψυχῆς συνέθηκε λόγον. ἄλλα τε πολλὰ γεγραφήκει καὶ τὸν πολυθαύμαστον ἔπαινον τοῦ πρώτου τῶν μαρτύρων Στεφάνου. καὶ Βίον δὲ συνέταξε Γρηγορίου [+] τοῦ ἐν θαύμασι διαλάμψαντος. ]
lambda 255[ Λεόντιος, Ἀντιοχείας ἐπίσκοπος, ἑαυτὸν ἐξέτεμε· καὶ ἦν καὶ τἆ λλα βέβηλος· καὶ ἈέτιοςΕὐνομίου διδάσκαλος, ὃς τὴν Ἀρείου βλασφημίαν ταῖς ἐπινοίαις ἐπηύξησεν. ]
pi 2019[ Πολύχους· πεπλουτισμένος. ὁ δὲ Εὐνόμιος ὀλιγομαθῶς μὲν εἶχε περὶ τὰ μαθήματα, πολύχους δὲ ἦν περὶ τὴν λέξιν καὶ τὰ αὐτὰ στρέφων ἀεὶ καὶ μὴ δυνάμενος περιγενέσθαι τοῦ προτεθέντος σκοποῦ· ὡς δεικνύουσιν οἱ δʹ τόμοι, οὓς ἐματαιοπόνησεν εἰς τὰς Ἐπιστολάς· πολλοὺς γὰρ λόγους ἐς αὐτὰς ἀναλώσας τῆς ἐπιστολῆς τὸν σκοπὸν ἑλεῖν οὐ δεδύνηται. ]
sigma 481[ Σισίννιος, Ναυατιανῶν ἐπίσκοπος, ἀνὴρ ἐλλόγιμος καὶ ἄκρος φιλόσοφος. διαλεκτικῆς δὲ σφόδρα ἐπεμελεῖτο, ὡς καὶ τὸν Εὐνόμιον τὸν αἱρετικὸν πολλάκις αὐτοῦ φυγεῖν τὴν διάλεξιν. τὴν δὲ δίαιταν ἦν οὐ λιτός, ἀλλ’ ἐν ἄκρᾳ σωφροσύνῃ πολυτελεῖ ταύτῃ ἐκέχρητο, τρυφῶν τε ἐν ἐσθῆτι λευκῇ, καὶ δὶς τῆς ἡμέρας ἐν λουτροῖς δημοσίοις λουόμενος διετέλει. καί ποτε ἐρομένου αὐτόν τινος, τοῦ χάριν ἐπίσκοπος ὢν δὶς λούοιτο τῆς ἡμέρας· ἐπειδὴ τὸ τρίτον οὐ φθάνει, ἀπεκρίνατο. ἄλλοτε δὲ Ἀρσάκιον τὸν ἐπίσκοπον κατὰ τιμὴν ὁρῶν ἠρωτήθη ὑπό τινος τῶν περὶ Ἀρσάκιον, διατὶ ἀνοίκειον ἐπισκόπῳ ἐσθῆτα φοροίη, καὶ ποῦ γέγραπται, λευκὰ τὸν ἱερωμένον ἀμφιέννυσθαι; ὁ δέ, σὺ πρότερον, ἔφη, εἰπέ, ποῦ γέγραπται, μέλαιναν ἐσθῆτα φορεῖν τὸν ἐπίσκοπον; τοῦ δὲ ἐρωτήσαντος ἐν ἀπόρῳ γενομένου πρὸς τὴν ἀντερώτησιν, ἐπήγαγεν ὁ Σισίννιος· ἀλλὰ σὺ μὲν οὐκ ἄν, ἔφη, δεῖξαι δυνήσῃ, ὡς δεῖ τὸν ἱερωμένον μέλαιναν ἀμφιέννυσθαι· ἐμοὶ δὲ καὶ ὁ Σολομὼν παρῄνεσε, λέγων· ἔστωσάν σοι ἱμάτια λευκά. καὶ ὁ Σωτὴρ ἐν τοῖς Εὐαγγελίοις φαίνεται λευκῇ ἐσθῆτι χρησάμενος. οὐ μὴν ἀλλὰ Μωσῆν καὶ Ἠλίαν λευκοφοροῦντας τοῖς ἀποστόλοις ἔδειξε. ταῦτα καὶ ἄλλα πολλὰ εἰπὼν ἐθαυμάσθη. Λεοντίου δὲ τοῦ Ἀγκύρας τῆς Γαλατίας ἐπισκόπου Ναυατιανῶν ἐκκλησίαν ἀφαιρουμένου καὶ τῇ Κωνσταντίνου πόλει ἐπιδημοῦντος, ὁ Σισίννιος ἐλθὼν παρ’ αὐτὸν παρεκάλει ἀποδοῦναι τὴν ἐκκλησίαν. ὁ δὲ θερμῶς ἀπήντησε καί φησιν· ὑμεῖς οἱ Ναυατιανοὶ οὐκ ὀφείλετε ἐκκλησίαν ἔχειν, τὴν μετάνοιαν ἀναιροῦντες καὶ τὴν φιλανθρωπίαν τοῦ θεοῦ ἀποκλείοντες. ὁ δὲ Σισίννιος ἔφη· καὶ μὴν οὐδεὶς οὕτω μετανοεῖ ὡς ἐγώ. τοῦ δὲ πάλιν ἐπάγοντος, πῶς μετανοεῖς; ἔφη ὁ Σισίννιος, ὅτι σε εἶδον. Ἰωάννου δὲ τοῦ ἐπισκόπου λέγοντος, ὅτι οὐ δύναται πόλις δύο ἐπισκόπους ἔχειν, ὁ Σισίννιος ἔφη, οὐδὲ γὰρ ἔχει. τοῦ δὲ Ἰωάννου χαλεπήναντος καὶ φήσαντος, ὁρᾷς, ὅτι μόνος εἶναι βούλει ἐπίσκοπος; καὶ ὁ Σισίννιος, οὐ τοῦτο, ἔφη, λέγω, ἀλλ’ ὅτι ἐγὼ παρὰ σοὶ μόνῳ οὔκ εἰμι ἐπίσκοπος, ὃς τοῖς ἄλλοις εἰμί. ὁ δὲ Ἰωάννης, ἀλλ’ ἐγώ σε, ἔφη, παύσω προσομιλεῖν· αἱρετικὸς γὰρ ὑπάρχεις. ὁ δὲ Σισίννιος χαριέντως· ἀλλ’ ἐγώ, ἔφη, καὶ μισθοὺς παρέξω, εἴ γε τηλικούτου καμάτου ἀπαλλάξειας. ὁ δὲ Ἰωάννης διαμαλαχθείς, ἀλλ’ οὐκ ἄν σε, ἔφη, παύσω τοῦ προσομιλεῖν ἐγώ, εἴγε ὅλως τὸ λέγειν λυπεῖ σε. οὕτως ἦν χαρίεις ὁ Σισίννιος. πολλὰ δὲ αὐτῷ γέγραπται· λεξιθηρεῖ δὲ ἐν αὐτοῖς. λέγων δὲ μᾶλλον ἢ ἀναγινωσκόμενος ἐθαυμάζετο· προσῆν γὰρ αὐτῷ χάρις τῷ τε προσώπῳ καὶ τῇ φωνῇ καὶ τῷ βλέμματι καὶ τῇ ὅλῃ κινήσει τοῦ σώματος. ]
sigma 482[ Σισίννιος· οὗτος ἐπίσκοπος ἐγένετο Ναυατιανῶν, ἀνὴρ ἐλλόγιμος ὅτι μάλιστα καὶ τῶν φιλοσόφων δογμάτων καὶ τῶν ἱερῶν βίβλων ἐπιστήμων καὶ πρὸς διαλέξεις ἕτοιμος· ὡς καὶ Εὐνόμιον ἐπὶ ταύταις εὐδοκιμοῦντα καὶ τοῦτο ἔργον ποιούμενον πολλάκις παραιτήσασθαι τοὺς πρὸς αὐτὸν διαλόγους. ἐγένετο δὲ σώφρων τὸν βίον, ὡς κρείττων εἶναι διαβολῆς· περὶ δὲ τὴν δίαιταν ἁβρὸς καὶ ποικίλος, ὡς τοὺς ἀγνοοῦντας ἀπιστεῖν, εἰ σωφρονεῖν δύναιτο, τοσοῦτον τρυφῶν. τὸ δὲ ἦθος ἦν χαρίεις καὶ ἡδὺς ἐν ταῖς συνουσίαις, καὶ διὰ ταῦτα τοῖς ἐπισκόποις τῆς καθόλου ἐκκλησίας καὶ τοῖς ἐν ἀρχῇ καὶ λόγῳ καταθύμιος ἦν. σκώπτειν δὲ σὺν χάριτι καὶ σκωμμάτων ἀνέχεσθαι καὶ ἀπεχθείας ἐκτὸς ὑπομένειν κομψῶς τε σὺν τάχει πρὸς τὰς ἐρωτήσεις ἀπαντᾶν εὖ μάλα ἐπιτηδείως εἶχεν. ἐρωτηθεὶς οὖν ποτε, ὅτου ἕνεκα δεύτερον λούοιτο ἐπίσκοπος ὤν, ὅτι μὴ τρίτον, ἔφη, φθάνω. ἐπεὶ δὲ λευκῇ ἐσθῆτι διετέλει χρώμενος, ἐπέσκωψέ τις αὐτῷ τῶν ἀπὸ τῆς καθόλου ἐκκλησίας. ὁ δὲ πρὸς αὐτόν· οὐκοῦν εἰπέ, ποῦ εἴρηται ἐσθῆτα μέλαιναν χρῆναι ἀμφιέννυσθαι. τοῦ δὲ ἀπορήσαντος, ὑπολαβὼν ἔφη· σὺ μέν, ἔφη, οὐκ ἂν τοῦτο ἐπιδεῖξαι δυνήσῃ· ἐμοὶ δὲ καὶ Σολομὼν ὁ σοφώτατος, ἔστωσάν σοι ἱμάτια λευκά, παραινεῖ, λέγων· καὶ αὐτὸς ὁ Χριστὸς λευχείμων ἐν τοῖς Εὐαγγελίοις φαινόμενος, Μωσῆν τε καὶ Ἠλίαν τοιούτους τοῖς ἀποστόλοις δεικνύς. οὐ μὴν ἀλλὰ κἀκεῖνο τῶν εἰρημένων Σισιννίῳ χάριεν οἶμαι. ἐνεδήμει μὲν γὰρ τῇ Κωνσταντινουπόλει Λεόντιος, ὁ τῆς παρὰ Γαλάταις Ἀγκύρας ἐπίσκοπος. ἐκκλησίας δὲ τῶν ἐκεῖσε Ναυατιανῶν ἀφῃρημένης, ἧκε πρὸς αὐτόν, ἀπολαβεῖν ταύτην δεόμενος. ἐπεὶ δὲ οὐκ ἀπεδίδου, ἐλοιδορεῖτο δὲ τοῖς Ναυατιανοῖς ὡς οὐκ ἀξίως ἐκκλησιάζειν, μετάνοιαν καὶ τὴν παρὰ θεοῦ φιλανθρωπίαν ἀναιρεῖν αὐτοὺς λέγων, ἀλλὰ μήν, ἔφη Σισίννιος, οὐδεὶς οὕτως ὡς ἐγὼ μετανοεῖ. ἐρομένου δὲ Λεοντίου τίνα τρόπον, ὅτι σε τεθέαμαι, ἀπεκρίνατο. καὶ ἕτερα δὲ πολλὰ αὐτοῦ εὐστόχως εἰρημένα ἀπομνημονεύουσιν. οὐκ ἀκόμψους τε πολλοὺς λόγους αὐτοῦ φέρεσθαί φασιν. ἐπῃνεῖτο δὲ μᾶλλον λέγων, ὡς ἄριστα ὑποκρινόμενος, φωνῇ τε καὶ βλέμματι καὶ χαριεστάτῳ προσώπῳ τὸν ἀκροατὴν ἑλεῖν ἱκανός. τοιαύτης ἔλαχε φύσεως ἀγωγῆς τε καὶ βίου Σισίννιος. ]

 

Catalog of Authors and Works

The Catalog of the Digital Suda project is populated with forms deriving from the linguistic extraction and annotation of expressions about names of authors and works in the Greek text of the Suda (ed. Adler).

This is the first version of the Catalog, which includes all the entries of the four volumes of the Adler edition, is based on semi-automatic methods, and linked to external resources. Results are currently checked and analyzed for correction, further disambiguation, NE relation, and coreference resolution. Forthcoming versions of the catalog will allow to search Greek forms and will be enriched with data from other sources as part of the text-based Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project.

Entries of this catalog are also searchable in the unified Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project, which collects data from different ancient Greek sources.

The text of the Suda (ed. Adler) is available as part of the Digital Suda project and provided with a CTS URN retriever:

Search Fields

Output Fields

 

LAGL - Linked Ancient Greek and Latin     Creative Commons License