John Chrysostom) - urn:cts:greekLit:tlg2062Comana Pontica (Wikidata) (Pleiades)
theologian (Wikidata)
writer (Wikidata)
deacon (Wikidata)
presbyter (Wikidata)
bishop (Wikidata)
urn:cts:greekLit:tlg2062.suda001
| alpha | 1126 | [ | Ἀλέξανδρος, Ἀντιοχείας ἐπίσκοπος· ἐπὶ Ἰωάννου τοῦ Χρυσοστόμου· ὃς συμβαίνουσαν εἶχε τῇ ἀρχιερωσύνῃ τὴν πολιτείαν. ἐν ἀσκητικῇ γὰρ παλαίστρᾳ τὸν πρὸ τῆς ἐπισκοπῆς διατελέσας χρόνον καὶ γυμνασάμενος ἐπὶ πλεῖστον ὤφθη γενναῖος ἀγωνιστής, καὶ λόγῳ παιδεύων καὶ βεβαιῶν τῷ βίῳ τὸν λόγον· ὃς Πορφύριον διεδέξατο. ἐκεῖνος μὲν οὖν τῇ πυκνότητι διέπρεπε τῶν φρενῶν· ὁ δὲ Ἀλέξανδρος ἀσκήσει καὶ φιλοσοφίᾳ καὶ ἀκτήμονι βίῳ καὶ τῷ ῥεύματι τῆς γλώττης καὶ μυρίοις ἑτέροις πλεονεκτήμασι χάριτος. | ] |
| alpha | 4361 | [ | Ἀττικός, ἐπίσκοπος Κωνσταντινουπόλεως μετὰ Ἀρσάκιον, τὸν ἀπὸ τοῦ Χρυσοστόμου ἐπιτροπεύσαντα, τὸ μὲν γένος ἦν ἐκ Σεβαστείας τῆς Ἀρμενίας· ἐκ νέου δὲ φιλοσοφεῖν ἐπαιδεύθη ὑπὸ μοναχοῦ τῆς Μακεδονίου αἱρέσεως. οἱ δὲ τότε ἐν φιλοσοφίᾳ διαπρέποντες ἀνὰ τὴν Σεβάστειαν ἐκ τῆς Εὐσταθίου διατριβῆς ἦσαν· ὃν ἐπίσκοπον καὶ ἡγεμόνα τῶν ἐνθάδε ἀρίστων μοναχῶν ἔγνωμεν. ἤδη δὲ εἰς ἄνδρας τελῶν πρὸς τὴν καθολικὴν ἐκκλησίαν μετέθετο. φύσει δὲ μᾶλλον ἢ μαθήσει φρόνιμος ὢν ἐγένετο τῶν πρακτέων ἐπήβολος, ἐπιβουλεύειν τε καὶ πρὸς ἐπιβουλὰς ἀντίσχειν ἱκανὸς, τὸ δὲ ἦθος ἐπαγωγὸς ὡς πολλοῖς κεχαρισμένος εἶναι, μέτριος δὲ πρὸς τοὺς ἐπ’ ἐκκλησίας λόγους, ὡς μήτε γραφῆς ἀξίους νομίζεσθαι τοῖς ἀκροαταῖς, μήτε παιδείας παντελῶς ἀμοίρους. ἐμμελὴς γὰρ ὢν, εἴ πῃ καιρὸν ἦγε, τοὺς παῤ Ἕλλησιν εὐδοκιμωτάτους συγγραφέας ἠσκεῖτο· καὶ τῷ δοκεῖν ἰδιώτης εἶναι, περὶ τούτων διαλεγόμενος καὶ τοὺς ἐπιστήμονας πολλάκις ἐλάνθανεν. ἐλέγετο δὲ πρὸς τοὺς ὁμοδόξους σπουδαῖος εἶναι, τοῖς δὲ ἑτεροδόξοις φοβερός· καὶ ῥᾳδίως μὲν αὐτοῖς, ἡνίκα βούλοιτο, θέος ἐμποιεῖν, αὖθις δὲ μεταβαλλόμενος πρᾶος φαίνεσθαι. καὶ τοῦτον μὲν τοιόνδε γενέσθαι φασίν. οὗτος ὁ Ἀττικὸς μετὰ τὸ πεπαιδεῦσθαι εὐλαβής τε καὶ φρόνιμος ἦν· διὸ καὶ τὰς ἐκκλησίας ἐπ αὐτοῦ συνέβη εἰς μέγα ἐπιδοῦναι. οὐ γὰρ μόνον τοὺς οἰκείους τῆς πίστεως συνεκρότει, ἀλλὰ καὶ τοὺς αἱρεσιώτας τῇ φρονήσει κατέπληττε· καὶ σκύλλειν μὲν αὐτοὺς οὐδαμῶς ᾑρεῖτο, φοβῶν δὲ πάλιν ἐπράϋνεν. ἀλλὰ μὴν οὔτε λόγων ἠμέλει, ἐπόνει γὰρ περὶ τὰ τῶν παλαιῶν ἀναγνώσματα, διανυκτερεύων ἐν αὐτοῖς· διὸ καὶ οὐκ ἐξεφωνεῖτο παρὰ τῶν φιλοσόφων σοφιστῶν. ἦν δὲ τοῖς ἐντυγχάνουσι χαρίεις καὶ ἐπαγωγὸς, καὶ τοῖς λυπουμένοις συνεστύγναζε, καὶ κατὰ τὸν Ἀπόστολον, τοῖς πᾶσι τὰ πάντα ἐγίνετο. καὶ πρεσβύτης μὲν ὢν ἐκμαθὼν οὓς καὶ ἐπόνει λόγους ἐπ’ ἐκκλησίας ἐδίδασκε· μετὰ δὲ ταῦτα σὺν τῇ φιλοπονίᾳ καὶ παρρησίαν κτησάμενος ἐξ αὐτοσχεδίου καὶ πανηγυρικώτατα ἐδίδασκε καὶ χαίρειν τῇ γραμματικῇ φράσας ἐπὶ τὸν ἀσκητικὸν ἐτράπη βίον. οὐ μὴν τοιοῦτοι ἦσαν οἱ λόγοι ὡς παρὰ τῶν ἀκροατῶν σπουδάζεσθαι ἢ γραφῇ παραδίδοσθαι. | ] |
| beta | 203 | [ | Βδελυγμία· ὁ Χρυσόστομος ἐχρήσατο τῇ λέξει ταύτῃ ἐν τῇ κατὰ Ἰωάννην [+] ἑρμηνείᾳ τοῦ εὐαγγελίου. | ] |
| delta | 693 | [ | Διαπεφώνηκεν· ἀντὶ τοῦ ἐσχάτην καὶ τελευταίαν φωνὴν ἀφῆκε· τουτέστιν ἀπέθανεν. ὅτε δὲ λέγει, ὅτι διαπεφώνηκε δὲ τούτων οὐδὲ εἷς, περὶ τῆς ὁμοφωνίας τῶν δʹ εὐαγγελιστῶν φησιν ὁ Χρυσόστομος. | ] |
| epsilon | 1650 | [ | Ἐξερρωγυῖα· διεφθαρμένη. Προκόπιος· γυνὴ τὸν τρόπον ἐξερρωγυῖα. καὶ οἱ θυμοὶ τῶν ὑπασπιστῶν τῆς Εὐδοξίας κατὰ τοῦ Χρυσοστόμου ἐξερρώγησαν. | ] |
| epsilon | 3777 | [ | Εὐτρόπιος, ὁ τοῦ Ἀρκαδίου τοῦ βασιλέως πρόκοιτος· ὃς οὐδὲν τῶν δεινῶν ἀπελίμπανεν, τάς τε ἀρχὰς δημοσίᾳ πιπράσκων καὶ τοὺς τῆς δυνάμεως συκοφαντῶν ἐξορίαις τε τοὺς μεγιστᾶνας ὑποβάλλων καὶ πᾶσαν ὕβριν τοῖς τῆς συγκλήτου βουλῆς ἐπάγων. ἀλλ’ οὐδὲ τῆς τῶν βαρβάρων ἀπείχετο συμμαχίας, ὡς ἂν αὐτὸς ἐλπίζων ἐς τὴν τοῦ βασιλέως μεταβαίνειν ἀξίαν. καί ποτε καὶ τοὺς ἐν ταῖς ἐκκλησίαις πεφευγότας συλλαμβάνειν βουλόμενος προὔθηκεν ἐπιτρέπων τούτους ἐκ τῶν θυσιαστηρίων ἀφέλκεσθαι. καὶ ὁ μὲν νόμος ἐγέγραπτο, δίκη δὲ εὐθέως τῆς ὠμότητος ἠκολούθει. μετ’ οὐ πολὺ γὰρ προσκρούσας τῷ βασιλεῖ Εὐτρόπιος ἐν τοῖς πρόσφυξιν ἐγένετο καὶ ὑπὸ τὸ θυσιαστήριον ἔκειτο, Ἰωάννου ἐπισκοποῦντος τοῦ Χρυσοστόμου, ἐκεῖθέν τε ἀφαιρεθεὶς νυκτὸς τῆς κεφαλῆς ἀποτέμνεται. οὕτω μὲν ὁ Εὐτρόπιος δίκας τῆς ἁμαρτάδος ὑποστὰς καὶ ἐξ αὐτοῦ τοῦ καταλόγου τῶν ὑπάτων ἠμείφθη, μόνου τοῦ συνυπατεύσαντος Θεοδώρου γεγραμμένου. ὅτι ἐπὶ τούτου τοῦ Εὐτροπίου τὸ τῶν εὐνούχων ἔθνος διὰ τὴν ἐκείνου βαρύτητα καὶ δυναστείαν ἐς τοσοῦτον ἐπέδωκε καὶ παρετάθη πλήθους, ὥστε τινὲς ἤδη καὶ τῶν γενειάδας ἐχόντων εὐνοῦχοι βουληθέντες γενέσθαι, σὺν τοῖς ὄρχεσιν καὶ τῆς ψυχῆς ἀφῃρέθησαν. | ] |
The Catalog of the Digital Suda project is populated with forms deriving from the linguistic extraction and annotation of expressions about names of authors and works in the Greek text of the Suda (ed. Adler).
This is the first version of the Catalog, which includes the entries of the first and the second volume of the Adler edition (praefatio, alpha, beta, gamma, delta, alphaiota, zeta), is based on semi-automatic methods, and linked to external resources. Results are currently checked and analyzed for correction, further disambiguation, NE relation, and coreference resolution. Forthcoming versions of the catalog will allow to search Greek forms and will be enriched with data from other sources as part of the text-based Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project.
Entries of this catalog are also searchable in the unified Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project, which collects data from different ancient Greek sources.
The text of the Suda (ed. Adler) is available as part of the Digital Suda project and provided with a CTS URN retriever: