Ister of Cyrene) - urn:cts:greekLit:tlg1450Paphos (Wikidata)
Alexandria (Wikidata) (Pleiades)
Alexandria (Wikidata) (Pleiades)
writer (Wikidata)
historian (Wikidata)
librarian (Wikidata)
urn:cts:greekLit:tlg1450.suda001 -
Atthides
urn:cts:greekLit:tlg1450.suda002 -
Atakta
urn:cts:greekLit:tlg1450.suda003
| alpha | 1614 | [ | Ἀμνόν: τὸν ἐνιαύσιον ἄρνα. Ἴστρος ἐν ταῖς Ἀττικαῖς· ἄρνα, εἶτα ἀμνόν, εἶτα ἀρνειόν, εἶτα λιπογνώμονα, μοσχίων δὲ τὸν πρῶτον. καὶ Ἀμνὸς ἀρσενικῶς πρόβατον τὸ μέσον τὴν ἡλικίαν. καὶ Ἀμνὴ τὸ θῆλυ. τρεῖς γὰρ ἡλικίαι· ἀρνός, ἀμνός, ἀρνειός. καὶ Ἀμνώς, Ἀμνώ, Ἀττικῶς, ὄνομα κύριον. | ] |
| epsilon | 2053 | [ | Ἐπενεγκεῖν δόρυ ἐπὶ τῇ ἐκφορᾷ καὶ προαγορεύειν ἐπὶ τῷ μνήματι· ἐπὶ τοῦ βιαίως ἀποθανόντος ταῦτα πράττεται. καὶ Ἴστρος ἐν τῇ συναγωγῇ τῶν Ἀτθίδων φησί· τινὲς ἐπὶ τοῦ τάφου δόρυ φασὶ καταπεπηχέναι τὸν Ἐρεχθέα, τὸ πάθος σημαίνοντα, διὰ τὸ νόμον εἶναι τοῖς προσήκουσι τοῦτον τὸν τρόπον μετέρχεσθαι τοὺς φονέας. | ] |
| iota | 706 | [ | Ἴστρος, Μενάνδρου, Ἴστρου, Κυρηναῖος ἢ Μακεδών, συγγραφεύς, Καλλιμάχου δοῦλος καὶ γνώριμος. Ἕρμιππος δὲ αὐτόν φησι Πάφιον ἐν τῷ βʹ τῶν διαπρεψάντων ἐν παιδείᾳ δούλων. ἔγραψε δὲ πολλὰ καὶ καταλογάδην καὶ ποιητικῶς. | ] |
| lambda | 88 | [ | Λαμπάδος. καὶ λαμπάσι. τρεῖς ἄγουσιν Ἀθηναῖοι ἑορτὰς λαμπάδος, Παναθηναίοις, Ἡφαιστίοις καὶ Προμηθίοις. Ἴστρος δέ φησι, λαμπάδα νομίσαι ποιεῖν πρῶτον Ἀθηναίους Ἡφαίστῳ θύοντας, ὑπόμνημα τοῦ κατανοήσαντος τὴν χρείαν τοῦ πυρὸς διδάξαι τοὺς ἄλλους. | ] |
| omicron | 275 | [ | Ὁμολώϊος· Ζεὺς ἐν Θήβαις καὶ ἐν ἄλλαις πόλεσι Βοιωτικαῖς καὶ ἐν Θεσσαλίᾳ· ἀπὸ Ὁμολῴας προφήτιδος, τῆς Ἐνυέως· ἣν προφῆτιν εἰς Δελφοὺς πεμφθῆναι, ὡς Ἀριστοφάνης ἐν βʹ Θηβαϊκῶν. Ἴστρος δὲ ἐν τῇ δωδεκάτῃ τῆς Συναγωγῆς, διὰ τὸ παρ’ Αἰολεῦσι τὸ ὁμονοητικὸν καὶ εἰρηνικὸν ὅμολον λέγεσθαι. ἔστι δὲ καὶ Δημήτηρ Ὁμολωΐα ἐν Θήβαις. | ] |
| phi | 105 | [ | Φαρμακός· ὄνομα κύριον. Λυσίας φησί. δύο ἄνδρας Ἀθήνησιν ἐξῆγον καθάρσια ἐσομένους τῆς πόλεως ἐν τοῖς Θαργηλίοις, ἕνα μὲν ὑπὲρ τῶν ἀνδρῶν, ἕνα δὲ ὑπὲρ τῶν γυναικῶν. ὅτι δὲ ὄνομα κύριόν ἐστιν ὁ Φαρμακός, δῆλον· ἱερὰς γὰρ φιάλας τοῦ Ἀπόλλωνος κλέψας καὶ ἁλοὺς ὑπὸ τῶν περὶ τὸν Ἀχιλλέα κατελεύσθη· καὶ τὰ τοῖς Θαργηλίοις ἀγόμενα τούτων ἀποτμήματά ἐστιν. Ἴστρος ἱστορεῖ. Δημοσθένους δὲ ἐν τῷ κατὰ Ἀριστογείτονος λέγοντος, οὗτος οὖν αὐτὸν ἐξαιρήσεται ὁ φαρμακός· Δίδυμος προπερισπᾶν ἀξιοῖ τοὔ νομα. ἀλλ’ ἡμεῖς οὐχ εὕρομεν οὕτω που τὴν χρῆσιν. Φαρμάκοντα δὲ Δημοσθένης κατὰ Στεφάνου ἔφη. ἔστι δὲ φαρμάκων ὁ ὑπὸ φαρμάκων βεβλαμμένος· ὡς καὶ Θεόφραστος ἐν ιεʹ Νόμῳ ὑποσημαίνει. | ] |
| phi | 761 | [ | Φρῦνις, κιθαρῳδός, Μιτυληναῖος· ὃς ἐδόκει πρῶτος κιθαρίσαι παρ’ Ἀθηναίοις καὶ νικῆσαι Παναθήναια ἐπὶ Καλλίου ἄρχοντος. ἦν δὲ Ἀριστοκλείδου μαθητής. ὁ δὲ Ἀριστοκλείδης τὸ γένος ἦν ἀπὸ Τερπάνδρου· ἤκμασε δὲ ἐν τῇ Ἑλλάδι κατὰ τὰ Μηδικά, εὐδόκιμος κιθαριστής. παραλαβὼν δὲ τὸν Φρῦνιν αὐλῳδοῦντα κιθαρίζειν ἐδίδαξεν. Ἴστρος δὲ ἐν τοῖς ἐπιγραφομένοις Μελοποιοῖς τὸν Φρῦνιν Λέσβιόν φησι, Κάνωπος υἱόν· τοῦτον δὲ Ἱέρωνος τοῦ τυράννου μάγειρον ὄντα δοθῆναι σὺν ἄλλοις πολλοῖς Ἀριστοκλείδῃ. ταῦτα δὲ σχεδίοις ἔοικεν εἰ γὰρ ἦν γεγονὼς δοῦλος καὶ μάγειρος Ἱέρωνος, οὐκ ἂν ἐσιώπων οἱ κωμικοί, πολλάκις αὐτοῦ μεμνημένοι ἐφ’ οἷς ἐκαινούργησε, κατακλάσας τὴν ᾠδὴν παρὰ τὸ ἀρχαῖον. | ] |
| pi | 1306 | [ | Περιστίαρχος· ὁ περικαθαίρων τὴν ἑστίαν καὶ τὴν ἐκκλησίαν καὶ τὴν πόλιν. ἀπὸ τῆς ἑστίας ἢ τοῦ περιστείχειν. Ἴστρος δὲ ἐν τοῖς Ἀττικοῖς, περίστια, φησί, προσαγορεύεται τὰ καθάρσια, καὶ οἱ τὰ ἱερὰ καθαίροντες περιστίαρχοι· ἔξωθεν γὰρ περιέρχονται, μαχαιροφοροῦντος ἑκάστου τῶν ἱερῶν οἰκίαις περιειλημμένοι δημοσίαις καὶ περίδρομον ἔχοντες. | ] |
| tau | 165 | [ | Ταυροπόλον· τὴν Ἄρτεμιν· ὅτι ὡς ταῦρος περίεισι πάντα, ὡς Ἀπολλόδωρος· Ἴστρος δ’ ἐν γʹ Ἀτάκτων, ὅτι τὸν ὑπὸ Ποσειδῶνος ἐπιπεμφθέντα Ἱππολύτῳ ταῦρον ἐξοίστρησεν ἐπὶ πᾶσαν γῆν. οἱ δ’ ὅτι ἔβαλε, διὸ καὶ ταυροβόλον. καὶ Ἀθηνᾶ δὲ Ταυροβόλος ἐν Ἄνδρῳ· ὁ γὰρ Ἄνιος δοὺς ταῦρον τοῖς Ἀτρείδαις ἐκέλευσεν, ὅπου ἂν ἐκ τῆς νεὼς ἅλληται, ἱδρύσασθαι Ἀθηνᾶν· καὶ οὕτως εὐπλοήσειν. ὁ δὲ ἐν Ἄνδρῳ ἐξήλατο. | ] |
| tau | 677 | [ | Τιτανίδα γῆν· οἱ μὲν τὴν πᾶσαν, οἱ δὲ τὴν Ἀττικήν. ἀπὸ Τιτηνίου, ἑνὸς τῶν Τιτάνων ἀρχαιοτέρου, οἰκήσαντος περὶ Μαραθῶνα, ὃς μόνος οὐκ ἐστράτευσεν ἐπὶ τοὺς θεούς, ὡς Φιλόχορος ἐν Τετραπόλει, Ἴστρος δ’ ἐν αʹ Ἀττικῶν. Τιτᾶνας βοᾶν, ἐβοήθουν γὰρ τοῖς ἀνθρώποις ἐπακούοντες, ὡς Νίκανδρος ἐν αʹ Αἰτωλικῶν. ἐνομίζοντο δὲ τῶν Πριαπωδῶν θεῶν εἶναι. | ] |
| tau | 1021 | [ | Τριτόμηνις· τὴν τρίτην τοῦ μηνὸς τριτομήνιδα ἐκάλουν. δοκεῖ δὲ γεγενῆσθαι τότε ἡ Ἀθηνᾶ. Ἴστρος δὲ καὶ Τριτογένειαν αὐτήν φησι λέγεσθαι, τὴν αὐτὴν τῇ σελήνῃ νομιζομένην. | ] |
| theta | 180 | [ | Θεός· Ἀριστοφάνης· ὅταν τις θεῶν βλάπτῃ, δύναιτ ' ἂν οὐδ ' ἂν ἰσχύων φυγεῖν. ὅμοιον τούτῳ τὸ Πινδαρικόν· θεὸς καὶ πτερόεντ ' ἀετὸν ἔκιχε, καὶ θαλασσαῖον παραμείβεται δελφῖνα. καὶ παροιμία· Θεὸς ἡ Ἀναίδεια. λέγεται κατὰ τῶν δι' ἀναισχυντίαν τινὰ ὠφελούντων. ἐτιμᾶτο δὲ καὶ Ἀθήνησιν ἡ Ἀναίδεια, καὶ ἱερὸν ἦν αὐτῆς, ὡς Ἴστρος ἐν ιδʹ. | ] |
The Catalog of the Digital Suda project is populated with forms deriving from the linguistic extraction and annotation of expressions about names of authors and works in the Greek text of the Suda (ed. Adler).
This is the first version of the Catalog, which includes all the entries of the four volumes of the Adler edition, is based on semi-automatic methods, and linked to external resources. Results are currently checked and analyzed for correction, further disambiguation, NE relation, and coreference resolution. Forthcoming versions of the catalog will allow to search Greek forms and will be enriched with data from other sources as part of the text-based Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project.
Entries of this catalog are also searchable in the unified Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project, which collects data from different ancient Greek sources.
The text of the Suda (ed. Adler) is available as part of the Digital Suda project and provided with a CTS URN retriever: