Menander Protector) - urn:cts:greekLit:tlg4076Constantinople (Wikidata) (Pleiades)
historian (Wikidata)
poet (Wikidata)
writer (Wikidata)
| alpha | 1998 | [ | Ἀνάπαυλαν: ἀνάπαυσιν. ἀνάπαυσις δὲ ὁ μέλλων βίος. σὺν ἑτέροις ἀξιολογωτάτοις ἀνδράσι τῷ πολέμῳ δοὺς τὴν ἀνάπαυλαν. Μένανδρος· ὡδὶ γὰρ Οὔννων ἡγεμὼν μέγιστος ἔτυχεν ἀναπαύλης. τούτεστιν ἀπέθανε. καὶ Ἀναπαύλας, πέμψεις πρὸς τοὺς νεκρούς. τίς εἰς ἀναπαύλας ἐκ κακῶν καὶ πραγμάτων; κηρύσσει ὁ Χάρων, καὶ ὡς τόπους καταλέγει· τίς εἰς τὸ Λήθης πεδίον; Λήθης πεδίον χωρίον διατετύπωκεν ἐν ἅδου οὕτω λεγόμενον· ὡς καὶ Αὐαίνου λίθον. τίς εἰς ὄνου πόκας; οὕτω λέγουσι τὸ ἄχρηστον· οὐδὲ γὰρ αἱ τοῦ ὄνου πόκαι χρησιμεύουσιν. ἐπὶ τῶν ἀνηνύτων. | ] |
| alpha | 2053 | [ | Ἀνάρροπον: ὀπισθόρμητον. ἡ δὲ Φραγγικὴ δύναμις τοῖς Ῥωμαίοις ξυρραγεῖσα ἐξωθεῖ τε καὶ ἀνάρροπον τίθησι τὴν πεζικὴν στρατιάν. καὶ Μένανδρος· κατιόντων τῶν Ἀβάρων κατ’ ὀλίγους, οἱ στρατηγοὶ γνώμῃ ἐχρῶντο παραχρῆμα ἐπιθέσθαι σφίσι, κάκ τούτου ἀνάρροπον τιθέναι τὴν τῶν Ἀβάρων κατάρασιν. | ] |
| alpha | 3080 | [ | Ἀπετάφρευον· Μένανδρος· οἱ Ῥωμαῖοι τὰρ οὐκ ἀπετάφρευον τὸ πρότερον οὐτε μὴν ἐν ἐπιστήμῃ πάμπαν τὸ τοιόνδε εἶχον πρότερον, ἢ Μαυρίκιον τὸν Παύλου ἡγήσασθαι τοῦ ἕῴου πολέμου. ἐπειδὴ δὲ, ὅτε τὴν στρατηγίαν εἶχεν, ἡγεμονεύουσαν αὐτῷ τῆς ἐπὶ τὴν βασιλείαν ἀτραποῦ, τὸ τοιόνδε ῥᾳθυμίᾳ παροφθὲν ἐς τὸ δέον ἐπανήγαγε. Ῥωμαίοις γὰρ μὴ βουλομένοις ἦν τὸ χρῆμα καὶ εἰς λήθην κατώλισθε. πόνος γὰρ ὄκνῳ πολέμιος. | ] |
| alphaiota | 322 | [ | Αἴσιος· ὁ καθήκων, ἀληθής. Μένανδρος· ἀλλ’ οὐκ αἰσίως αὐτοῖς ἀπέπνευσεν ἡ τύχη· οἱ γὰρ ἐθελοκακοῦντες οὐχ ὑπεστάλησαν. καὶ αὖθις· καὶ τοῦτο οὐκ αἴσιον δόξαι ἂν βασιλεῖ. ὅτι Δημοσθένης συνεφιλολόγησεν Αἰσίωνι τῷ Ἀθηναίῳ. | ] |
| epsilon | 962 | [ | Ἐμβριθῆ νοῦν· στερεὸν καὶ ἔμφρονα λογισμόν. Πισίδης· ἔσω τῶν ἀσπίδων ἦλθες ἐμβριθεῖ τάχει. Μένανδρος· ὁ δὲ Τανχοσδρώ, ὁ τοῦ Χοσρόου στρατηγός, οὐχὶ ἐλέφαντάς τε καὶ ἀγροίκων ὅμιλον καὶ ἕτερα ἄττα φόβητρα κόμπῳ μὲν ἁρμόδια, ἐνεργὰ δὲ καὶ ἐμβριθῆ οὐδαμῶς, ἀλλὰ τοὺς μαχιμωτάτους τε καὶ εὐοπλοτάτους ἀγείρας πλήθους τε ἀγεννοῦς ἀντάλλαγμα, τοὺς τὰ πολέμια δεινοὺς ἀποκρίνας. καὶ αὖθις· ἑστάναι τε ἐμβριθέστατα καὶ ἐπαμύνειν τῇ πόλει. | ] |
| epsilon | 2031 | [ | Ἐπεθείαζε· μανικῶς διετίθετο, θεόληπτος ἐγίγνετο. Μένανδρος· ὁ δὲ ἡγεμὼν ἐν ἑνὶ τῶν ζʹ λόφων ἀνελθὼν ἐπεθείαζε ῥήμασι βαρβάροις καὶ γαύρῳ τῷ φρονήματι μεγαληγορίᾳ ἐχρῆτο. | ] |
| epsilon | 2310 | [ | Ἐπιδουπῆσαι· ἐπικτυπῆσαι. καὶ Ἐρίγδουπος, ὁ μεγαλόηχος. Μένανδρος· οἱ δὲ Ἄβαροι κατὰ τὴν τοῦ πολέμου κίνησιν ἐβούλοντο ἦχον ἐγεῖραι ξυμμιγῆ τε καὶ ἄγριον, ἔτι τε οὖν ξὺν τῷ ἀλαλάγματι ἐπιδουπῆσαι τοῖς τυμπάνοις, ὅπως ἂν ἐς τοσοῦτον αὐτοῖς ὁ κτύπος ἐξαρθείη, ὡς καταπλῆξαί τε καὶ δεδίξεσθαι τὸ Ῥωμαϊκόν. ταῦτα ἐπεὶ προέγνω ὁ Βῶνος, προαφηγήσατο τοῖς στρατιώταις, ὥστε αὐτοὺς τῷ ἀθρόῳ μὴ καταπλαγῆναι, ἀλλὰ προανατυποῦντας ὅπερ ἔμελλεν ἔσεσθαι, ἐθίζεσθαι τῇ δοκήσει καὶ τῷ μήπω παρόντι πρὸς τὸ ἐσόμενον· καὶ ὅταν αἴσθοιντο τὸν πάταγον τῶν τυμπάνων, ἀντιπαταγεῖν καὶ αὐτοὺς ταῖς ἀσπίσι καὶ ἐπαλαλάζειν τὸ ἐνυάλιον καὶ παιωνίζειν καὶ τοῖς ὑδροχόοις ἀγγείοις, ξυλίνοις οὖσιν, ἐπικτυπεῖν. | ] |
| epsilon | 3835 | [ | Εὔψυχος· Ἀριστοτέλης ἐν τοῖς Τόποις λέγει τὴν ἐν τῷ ζῆν ἀρετὴν καὶ τὴν ἐν τῷ τελευτᾶν εὐψυχίαν. οὐχ ὁ ἀνδρεῖος μόνος, εἰ μεταληψόμεθα τὸ εὔψυχος εἰς τὸν λόγον κατὰ τὴν ἐτυμολογίαν· ἔστι δὲ οὗτος ὁ εὖ τὴν ψυχὴν ἔχων. ἀλλὰ μὴν εἰ εὔψυχός ἐστιν ὁ εὖ τὴν ψυχὴν ἔχων, ἀγαθὴν δὲ τὴν ψυχὴν ἔχει καὶ ὁ δίκαιος καὶ ὁ σώφρων καὶ ὁ φρόνιμος, οὐδ’ ἂν ὁ ἀνδρεῖος μόνος εὔψυχος εἴη, οὐδ’ ἂν ἡ εὐψυχία ἀνδρεία εἴη. ὅτι δὲ εὔψυχος ὁ εὖ τὴν ψυχὴν ἔχων, δείξομεν τῇ τῶν ὀνομάτων παραθέσει. καὶ γὰρ εὔελπις ὁ εὖ ἐλπίζων, τουτέστιν ὁ ἀγαθὰ ἐλπίζων· καὶ εὐδαίμων ὁ εὖ τὸν δαίμονα ἔχων. Ἀρριανός· τῶν μάλιστα εὐψυχίαν τινὰ ἐν τοῖς δεινοῖς ἐπιδεικνυμένων. ἀντὶ τοῦ εὐτολμίαν. Μένανδρος· μὴ εἶναι φοβερὸν τοῦτο, ὅτι πλήθει προέχουσιν οἱ πολέμιοι· τὴν γὰρ εὐψυχίαν ἀεὶ τοῦ πλείονος ἐπικρατεῖν. | ] |
| kappa | 2311 | [ | Κώχ· ὄνομα κύριον. Μένανδρος· ὁ δὲ ἐπετοξάζετο κατὰ τοῦ βαρβάρου καὶ μάλα εὐστοχώτατα τὸ κέρας ἐκτείνας ἀφίησι τὸν ἄτρακτον κατὰ τοῦ Κώχ. | ] |
| mu | 591 | [ | Μένανδρος, προτίκτωρ, ἱστορικός· ὃς λέγει περὶ ἑαυτοῦ· ἐμοὶ πατὴρ Εὐφρατᾶς ἐκ Βυζαντίου ὁρμώμενος ἦν· οὗτος δὴ οὖν ἥκιστα τῆς τῶν λόγων μετειλήχει παιδείας. Ἡρόδοτος μὲν οὖν ὁμόγνιος δέ μοι τῆς πρὸς τὸν νόμον ἀπογευσάμενος παιδείας εἶτα ἀφηνίασε τῆς περὶ ταῦτα σπουδῆς· ἀλλ’ ἔγωγε οὔτι χρῆναι ᾠόμην μὴ καὶ νόμοις ὁμιλῆσαι καὶ ἐς τέλος ἱκέσθαι τῶν πόνων· καὶ δὴ ἀφικόμην, ὥς μοι ὑπῆρχε δυνατόν. ἥκιστα δὲ ἐχρησάμην τῇ ἐπαγγελίᾳ τοῦ ἐπιτηδεύματος· οὐ γάρ μοι θυμῆρες ἦν ἀγωνίζεσθαι δίκας οὔτε μὴν ἐν τῇ βασιλείῳ στοᾷ θαμίζειν καὶ δεινότητι λόγων τὰς τῶν ἐντυγχανόντων οἰκειοῦσθαι φροντίδας. καὶ τὰ σπουδαῖα τοιγαροῦν παρεὶς καὶ τὰ χείριστα ἑλόμενος, κεχηνὼς περιενόστουν. καί μοι καταθύμιοι ἦσαν οἵ τε θόρυβοι τῶν χρωμάτων καὶ οἱ ἁμιλλητήριοι τῶν ἵππων ἀγῶνες, ἔτι γε μὴν καὶ ἡ παντόμιμος ὄρχησις. οὐ μὴν ἀλλὰ καὶ παλαίστραις ἐναπεδυόμην καὶ ἐς τοσοῦτον ἐξώκειλα ἀφροσύνης, ὡς καὶ τὸν φαινόλην ἀποδύσασθαι, συναποδύσασθαι δὲ αὐτῷ καὶ τὸ νουνεχές, καὶ ἄλλο ὅ τι ἐς βίου ἀγλάϊσμα. ἐπεὶ δὲ Μαυρίκιος τὸ βασίλειον διεδήσατο κράτος, τοῦτο μὲν προμηθέστατα ἔχων ἐς τοὺς ὑπηκόους, τοῦτο δὲ καὶ μουσῶν ἐραστὴς ποιημάτων τε καὶ ἱστορίας ἥδιστα ἐπαΐων, ὡς καὶ τὸ πολὺ τῆς νυκτὸς μέρος καταναλίσκειν περὶ τὰς τοιαύτας φροντίδας καὶ παρορμᾶν ἐντεῦθεν καὶ ὀξύνειν τοῖς χρήμασι τοὺς ἀμβλυτέρους τὸν λογισμόν, ἀγαπητῶς ἐν τῷ τότε ἔγωγε ἀλύων καὶ δυσανασχετῶν τῷ μὴ τὰ δέοντα ἔχειν, ἀναλογιζόμενος ἦν, ὡς οὐ χρεὼν ἀνόνητά με περινοστεῖν, ὥς τ’ ἂν οὖν μὴ διαπαντὸς κενεμβατοίην, ὡρμήθην ἐπὶ τήνδε τὴν συγγραφὴν ἄρξασθαι μετὰ τὴν ἀποβίωσιν Ἀγαθίου καὶ τῆς ἱστορίας ποιήσασθαι τὴν ἀρχήν. | ] |
| omicron | 916 | [ | Οὐ μέλον αὐτῷ· οὐ φροντιστέον. Μένανδρος· ταύτῃ τοι τῆς κατὰ Νισίβιος πολιορκίας οὐ μέλον αὐτῷ. | ] |
| phi | 122 | [ | Φασί· λέγουσι. Φᾶσις δὲ ποταμὸς Σκυθίας. καὶ λέξις, μήνυσις· ἢ δημόσιον ἔγκλημα· φήμη, λόγος. μηδαμῆ μηδέ φασιν ὑπάρχειν νοτίδος. καὶ Φασιανοί, οἱ οἰκήτορες τοῦ τόπου. καὶ Φασιανοὶ κατάλογοι, οἱ ἀπὸ τοῦ Φάσιδος, παρὰ Μενάνδρῳ. | ] |
| phi | 314 | [ | Φιλεριστῆσαι· φιλονεικῆσαι. Μένανδρος· τὸ γὰρ φίλερι τῆς φιλοπρωτείας μεταξὺ αὐτῶν συμπεσὸν διέλυσε τὰς δυνάμεις. | ] |
| pi | 1245 | [ | Περιπέττουσι· περικαλύπτουσιν. Ἀριστοφάνης Πλούτῳ· ὀνόματι περιπέττουσι τὴν μοχθηρίαν. τουτέστιν εἰώθασι τῷ τοῦ ἵππου ὀνόματι καταχρῆσθαι εἰς τὴν μοχθηρίαν. καὶ Μένανδρος· δεδιότες καὶ διανοούμενοι μηχανᾶσθαί τι Ῥωμαίους καὶ προκαλύμματι ἀποδράσεως περιπέττειν ὅ τι ἂν εἴη αὐτοῖς τὸ πανούργημα. τουτέστι περικαλύπτειν. | ] |
| sigma | 30 | [ | Σαθρωθῆναι· σαλευθῆναι. τὰς μὲν ἐπάλξεις καταρραχθῆναι ταῖς βολαῖς καὶ τὸν τοῖχον ἅπαντα τοῦ πύργου σαθρωθῆναι τῇ βίᾳ. Μένανδρός φησι. | ] |
| sigma | 901 | [ | Σπαλίωνος· πλέγμα μηχανικόν. Ἀγαθίας· οἱ δὲ Ῥωμαῖοι τοὺς σπαλίωνας ἐσκεύαζον καὶ τὰ τῶν μεγάλων λίθων ἀκοντιστήρια. ἔστι δὲ ὁ σπαλίων πλέγμα ἐκ λύγων, ἐς ὀροφῆς τύπον ἐξειργασμένον, στεγανόν τε τῇ πυκνώσει καὶ ἀμφηρεφές, τῷ ἑκατέρωθεν τὰ πλευρὰ καὶ ἐς τὰ κάτω παρατετάσθαι καὶ περιβάλλειν τὸ ἐπερχόμενον. δέρρεις δὲ ὕπερθεν καὶ διφθέρας ἐπιβάλλοντες πάντοθεν περικαλύπτουσι τὸ μηχάνημα, τοῦ μᾶλλον ἔρυμα εἶναι καὶ ἀποκρούειν τὰ βέλη. ἄνδρες δὲ ἔνδον ἐν τῷ ἀσφαλεῖ ὑποκρυπτόμενοι αἴρουσί γε αὐτὸ ἀφανῶς, καὶ ᾗ βούλονται διακομίζουσιν. ἐπειδὰν δὲ προσενεχθείη πύργῳ τυχὸν ἢ περιβόλῳ, τότε δὴ νέρθεν ἐκεῖνοι τὴν προσκειμένην γῆν ἀνορύττοντες καὶ τὸν χοῦν ἀνιμώμενοι ἀπογυμνοῦσι τὰ θεμέλια, καὶ εἶτα μοχλοῖς τε καὶ σφύραις ἐνδελεχέστατα πλήττοντες κατασείουσι τὴν οἰκοδομίαν. παρὰ δὲ Μενάνδρῳ σπαλίωνες εἰσὶ μηχανήματα, καλύπτραι τινὲς βοείοις δέρμασιν ἐκτάδην ξυντεθειμέναι ξύλοις τε ἀνδρομήκεσιν αἰωρούμεναι· ὧν ἔνερθεν ὑπεισδύντες ὁπλῖται, ἐν χρῷ τε τῷ τείχει προσπελάζοντες, ὄργανά τε λαοτόμα καὶ τοιχωρύχα μεταχειριζόμενοι ὑπὸ γῆν αὐλῶνας ἐργάζονται, ἐγκείμενοί τε καὶ διορύττοντες, εἴ που τοῦ τείχους μέρος τι καταρρίψαιεν, ἢ ἄλλῳ τινὶ τρόπῳ ἐντὸς κενωμάτων γενόμενοι δυοῖν ἀνύσουσί γε τὸ ἕτερον, ἢ τὴν γῆν ἀναρρήξαντες τοῦ περιβόλου γενήσοιντο εἴσω, ἤγουν κατὰ τὸ ἔνδον φρέατος τοὺς σήραγγας ἀγαγόντες ἐπ’ εὐθείας ἐκκενώσαιεν ἐφελκύσαντες τὸ ὕδωρ εἰς τὰ γλαφυρά τε καὶ κοῖλα τοῦ ὀρύγματος. | ] |
| tau | 89 | [ | Τανχοσδρώ· οὗτος στρατηγὸς ἦν τοῦ Χοσρόου. Μένανδρος· ὁ δὲ Τανχοσδρώ, ὁ τοῦ Χοσρόου στρατηγός, οὐχὶ ἐλέφαντάς τε καὶ ἀγροίκων ὅμιλον καὶ ἕτερα ἄττα φόβητρα κόμπῳ μὲν ἁρμόδια, ἐνεργὰ δὲ καὶ ἐμβριθῆ οὐδαμῶς, ἀλλὰ τοὺς μαχιμωτάτους τε καὶ εὐοπλοτάτους ἀγείρας πλήθους τε ἀγεννοῦς ἀντάλλαγμα τοὺς τὰ πολέμια δεινοὺς ἀποκρίνας. | ] |
| theta | 99 | [ | Θεήλατος· ὑπὸ θεοῦ πεμφθείς. Μένανδρος· ὁ δὲ Ναρσῆς, ὃς εἰώθει τῶν πολεμίων ἀεὶ κρατεῖν, κατά τινα θεήλατον ὀργὴν ἔφυγε προτροπάδην. | ] |
The Catalog of the Digital Suda project is populated with forms deriving from the linguistic extraction and annotation of expressions about names of authors and works in the Greek text of the Suda (ed. Adler).
This is the first version of the Catalog, which includes all the entries of the four volumes of the Adler edition, is based on semi-automatic methods, and linked to external resources. Results are currently checked and analyzed for correction, further disambiguation, NE relation, and coreference resolution. Forthcoming versions of the catalog will allow to search Greek forms and will be enriched with data from other sources as part of the text-based Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project.
Entries of this catalog are also searchable in the unified Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project, which collects data from different ancient Greek sources.
The text of the Suda (ed. Adler) is available as part of the Digital Suda project and provided with a CTS URN retriever: