Pamprepius) - urn:cts:greekLit:tlg4038Papurius (Wikidata)
philosopher (Wikidata)
poet (Wikidata)
urn:cts:greekLit:tlg4038.suda001
urn:cts:greekLit:tlg4038.suda002
| pi | 136 | [ | Παμπρέπιος, Πανοπολίτης, ἐπῶν ποιητής, ἀκμάσας κατὰ Ζήνωνα τὸν βασιλέα. ἔγραψεν Ἐτυμολογιῶν ἀπόδοσιν, Ἰσαυρικὰ καταλογάδην. | ] |
| pi | 137 | [ | Παμπρέπιος· οὗτος μέγα παρὰ Ζήνωνι ἐδυνήθη· γένος μὲν ὢν Θηβαῖος τῶν κατὰ τὴν Αἴγυπτον, φύσει δὲ πρὸς ἅπαντα δεξιᾷ χρησάμενος ἔρχεται εἰς Ἀθήνας, καὶ παρὰ τῆς πόλεως γραμματικὸς αἱρεθεὶς συχνά τε ἐπαίδευσεν ἔτη καὶ ἐπαιδεύθη ὁμοῦ, ὅσα ἦν σοφώτερα, ὑπὸ τῷ μεγάλῳ Πρόκλῳ. διαβολῆς δὲ αὐτῷ πρὸς Θεαγένην τινὰ τῶν ἐκεῖ γενομένων συστάσης, ὑβρισθεὶς ὑπ’ ἐκείνου καὶ μείζονος ἢ ἐχρῆν διδάσκαλον ὑπ’ αὐτοῦ πειραθεὶς σκευωρίας ἦλθεν ἐς Βυζάντιον, τὰ μὲν ἄλλα ἀγαθὸς καὶ χρηστὸς φαινόμενος, ὡς δὲ ἐν Χριστιανοὺς πάντας ἐχούσῃ πόλει τὸ Ἑλληνικὸν αὐτοῦ τῆς θρησκείας οὐκ ἔχον ὑπόκρισιν, ἀλλὰ μετὰ παρρησίας προδήλως δεικνύμενον, εἰς τὴν τοῦ καὶ ἕτερα τῆς ἀρρήτου σοφίας εἰδέναι ὑπόνοιαν ἦγε. συσταθέντα δὲ αὐτὸν ὁ Ἴλλους μάγιστρος ἡδέως δέχεται, καί τι καὶ δημοσίᾳ ποίημα ἀναγνόντα λαμπρῶς τε ἐτίμησε καὶ σύνταξιν ἔδωκε, τὴν μὲν αὐτὸς ἰδίᾳ, τὴν δὲ ὡς διδασκάλῳ καὶ ἐκ τοῦ δημοσίου. καὶ ἀπελθόντος δὲ αὐτοῦ ἐπὶ τὴν Ἰσαυρίαν, οἱ βασκαίνοντες αὐτῷ συνθέντες διαβολὴν τήν τε ἐκ τῆς θρησκείας καὶ ὅτι μαγγανεύοι καὶ μαντεύοιτο τῷ Ἴλλου κατὰ τοῦ βασιλέως, πείθουσι τὸν Ζήνωνα καὶ τὴν Βηρίναν τότε μέγιστα δυναμένην τῆς πόλεως ἐκπέμψαι. καὶ ὁ μὲν ἐς Πέργαμον ἔρχεται τῆς Μυσίας· Ἴλλους δὲ πυθόμενος κατὰ τὴν αὐτοῦ πρόφασιν ἐληλάσθαι τὸν ἄνδρα, πέμψας ἀναλαμβάνει αὐτὸν ἐς Ἰσαυρίαν καὶ σύμβουλόν τε αὐτὸν καὶ σύνοικον ποιεῖται, καί, ἦν γὰρ πολιτικῆς συνέσεως ἔμπλεως, καὶ τὰ τῆς ἀρχῆς αὐτῷ πρὸς ἃ μὴ σχολὴν ἦγε διοικεῖν ἐπέτρεπεν, ἐλθών τε ἐς Βυζάντιον συμπαρέλαβεν αὐτόν. καὶ ὅτε ἐγένετο ἡ Μαρκιανοῦ σύστασις, ἀποροῦντα τὸν Ἴλλουν αὐτὸς ἐπεθάρσυνε, καὶ τοσοῦτόν γε εἰπὼν ὅτι τὰ τῆς προνοίας μεθ’ ἡμῶν ἐστι τεταγμένα, παρέσχεν ὑποψίαν τοῖς τότε ὑπακούσασιν ὡς ἔκ τινος ἀδήλου ταῦτα θειάζοι προγνώσεως. καὶ ἐκβάντος, ὥσπερ δὴ καὶ ἐξέβη, τοῦ τέλους, πρὸς τὴν τύχην τὸν λόγον ἐκείνου συμβάλλοντες, αὐτὸν πάντων αἴτιον, οἷα φιλεῖ ὅμιλος, μόνον ὑπελάμβανον τῶν παραδόξως αὐτοῖς ἀποβαίνειν δοκούντων. οὕτω μὲν οἱ σώφρονες περὶ αὐτοῦ εἴκαζον. εἰ δέ τι καὶ ἄλλο ἦν, οὔτε ἰσχυρῶς ἀνελεῖν οὔτε πείθεσθαι ἔχω· ἀλλ’ ὁμοίως καὶ μέγα καὶ ἐλάχιστον αὐτῷ πρώτῳ ἀνεκοινοῦτο. καὶ τότε τοίνυν αὐτὸν λαβὼν ἐς Νίκαιαν ἧκε χειμάσων, εἴτε τὴν ἐκ τοῦ δήμου δυσχέρειαν ἐκκλίνων εἴτε ἐπὶ ταῖς σφαγαῖς τὸν ἔχοντα τὴν πόλιν ἐκτρέπεσθαι δαίμονα πρὸς ὀλίγον ἐθέλων. ὅτι ὁ Ἴλλους, φιλολόγος ὢν ὑπὸ παρουσίαν ἀνδρῶν λογίων διεξοδικὸν περὶ ψυχῆς ἐβούλετο ἀκοῦσαι λόγον. πολλῶν δὲ τῶν παρατυχόντων πρὸς πεῦσιν αὐτοῦ ποικίλα φιλοσοφησάντων, ἐπεὶ ἐξ ἀσυμφωνίας ὁ λόγος ἀσύστατος ὤφθη, Μάριος ἔφη, δύνασθαι Παμπρέπιον τὸ προβληθὲν ἀδιαπτώτως ἐπιλύειν. ἦν δὲ οὗτος μέλας τὴν χροιάν, εἰδεχθὴς τὰς ὄψεις, γραμματιστὴς τὴν ἐπιστήμην, ἐκ Πανὸς ὁρμώμενος τῆς ἐν Αἰγύπτῳ, πολὺν χρόνον κατ’ ἐπιγαμίαν διατρίψας ἐν Ἑλλάδι. ἀχθεὶς οὖν παρὰ Μάρσου πρὸς Ἴλλουν καὶ διελθὼν λόγον περὶ ψυχῆς ἐκ χρόνου κομψῶς πεφροντισμένον, ἐπεὶ ὁ οὐκ εἰδὼς τοῦ εἰδότος ἐν οὐκ εἰδόσιν, ὡς εἶπε Πλάτων, πιθανώτερος ὑπάρχει, φενακισθεὶς Ἴλλους μεμεριμνημένῃ στωμυλίᾳ, λογιώτερον αὐτὸν πάντων ἔκρινε τῶν παιδευτῶν τῆς Κωνσταντίνου. διὸ καὶ πολλὴν δοὺς αὐτῷ ἐκ δημοσίων παραμυθίαν, τοὺς φοιτῶντας ἐς μουσεῖα κατ’ ἐκλογὴν ἐκέλευσε παιδεύειν. ἡ μὲν οὖν εὐδαιμονία τούτου τοιαύτην ἀφορμὴν λαβοῦσα πολλῶν αἰτία ἀτυχημάτων γέγονε τῇ πολιτείᾳ. ἦν δὲ ὁ Παμπρέπιος Αἰγύπτιος. ποιητικὸς δὲ ὢν καὶ πρὸς ποίησιν εὐφυὴς ἀφίκετο καὶ Ἀθήναζε, κατὰ τὴν ποιητικὴν ἐπιτήδευσιν τὰ ἀναγκαῖα τῷ βίῳ προσποριούμενος. οἱ δὲ Ἀθηναῖοι γραμματικὸν αὐτὸν ἐποιήσαντο καὶ ἐπὶ νέοις διδάσκαλον ἔστησαν. ὁ δὲ φιλότιμος ὢν καὶ οὐδενὸς ἐθέλων φαίνεσθαι δεύτερος, ἁμιλλώμενος ἦν πρὸς ἅπαντας, πλὴν μόνου Πρόκλου καὶ τῶν ἄλλων φιλοσόφων. τῆς δὲ οὐχ οἷός τε ἦν οὐδὲ ἅπτεσθαι τῆς σοφίας. περὶ δ’ οὖν τὴν ἄλλην προπαιδείαν οὕτω διεπονεῖτο καὶ ἐς τοσοῦτον διεγυμνάζετο ὁ Παμπρέπιος, ὥστε ἐν ὀλίγῳ χρόνῳ λογιμώτατος εἶναι ἔδοξε καὶ πολυμαθέστατος τῶν αὐτόθι παιδείας μετειληχότων, Πλουτάρχου τε τοῦ Ἱερίου, ἀνδρὸς Ἀθηναίου, καὶ Ἀλεξανδρέως Ἑρμείου τοῦ ῥήτορος, ὧν τὸ κλέος ὑπερβαλεῖν ἐσπουδάκει τῆς πολυμαθίας. τέως μὲν τοίνυν ἐτιμᾶτο πρὸς τῶν Ἀθηναίων, οἷα διδάσκαλος οὐκ ἀγεννής· μετὰ δὲ ταῦτα ἀρχὴ ἑτέρων πραγμάτων αὐτὸν διαδέχεται μεγίστων τε καὶ κακίστων, ἵνα μάθωμεν τὰς τῆς τύχης μεταβολὰς ἐλεγχούσας ἑκάστοτε τῶν ψυχῶν τὰς παντοίας προαιρέσεις οὐδὲ μιᾶς ἧττον μέθης συμποτικῆς. | ] |
| sigma | 63 | [ | Σαλούστιος, φιλόσοφος· ὃς ἔφη ἀνθρώποις οὐ ῥᾴδιον εἶναι φιλοσοφεῖν, ἀλλὰ καὶ ἀδύνατον. τοῦτον ἀκούσας ἀπέστυξα δὴ τότε τὸν λόγον, ὡς οὔτε ἀληθῆ λεγόμενον οὔτε λέγεσθαι ἄξιον. ἀλλὰ γὰρ ὁ Σαλούστιος ᾔδει τὸ ἐνὸν εἰπεῖν. οὐ γὰρ διεβέβλητο πρὸς τοὺς φιλοσόφους ἁπλῶς, ἀλλὰ φύσει μισοπόνηρος ἦν καὶ κατὰ τὸν Ἡράκλειτον ὀχλολοίδορος καὶ πᾶσιν ἐπιτιθέμενος τοῖς ἁμαρτάνουσι, καὶ ὁπωσοῦν ἐκ πάσης προφάσεως ἐλέγχων ἑκάστους καὶ διακωμῳδῶν· ἐνίοτε μὲν σπουδάζων, τὰ δὲ πολλὰ τῷ γελοίῳ χαίρων ἤθει καὶ φιλοσκώμμονι. καὶ γὰρ ἦν ὁ Σαλούστιος εὐτράπελος ἱκανῶς καὶ σκώπτειν εὐφυέστατός τε καὶ προχειρότατος, ἐξαιρέτους μὲν ἔχων αὐτός, ἐκ γένους δὲ ὅμως τὰς τοιαύτας χάριτας. ὁ γάρ τοι πέμπτην ἀρετὴν ὀνομάσας τὴν περὶ θεῶν δόξαν ἀληθῆ, δοκοῦσαν ἐνεῖναί ποτε τοῖς πονηροτάτοις, Σαλούστιός ἐστιν. ἔτι δὲ πρὸς ἐνίους τῶν ἀλλοφύλων, τὰ μὲν ἄλλα αὐτοῦ ἐπαινοῦντας, ἓν δὲ αὐτῷ λείπειν εἰρηκότας, τὸ μὴ δοξάζειν περὶ θεῶν τὰ αὐτὰ τοῖς πολλοῖς· ἐᾶτε, ἔφη, τοῦτό γε διὰ τὴν νέμεσιν προσεῖναί μοι. τῷ δὲ Παμπρεπίῳ μέγιστον ἤδη δυναμένῳ ἐντυχών, ἐπειδὴ ἐκεῖνος ὡραϊζόμενος, τί θεοὶ πρὸς ἀνθρώπους, ἔφη· τίς δέ, ἔφη, οὐκ οἶδεν, ὡς οὔτ’ ἐγὼ πώποτε θεὸς ἐγενόμην οὔτε σὺ ἄνθρωπος. ταῦτα περὶ Σαλουστίου. κυνικώτερον δὲ ἐφιλοσόφει. ὅτι Σαλούστιος, ὁ τῆς αὐλῆς ἔπαρχος ἐπὶ Ἰουλιανοῦ, ἀνὴρ ἦν διαφερόντως περιττὸς εἰς φιλανθρωπίαν· ᾧ γε τοσοῦτον ἡμερότητος καὶ πραότητος ὑπῆρχεν ἐς ἅπαντας, ὥστε καὶ τὸν Μάρκελλον ἐκεῖνον, τὸν ἡνίκα ἦν Καῖσαρ ὑβριστικῶς αὐτῷ χρησάμενον, πάνυ περιδεᾶ ὄντα διὰ τὰ προγεγενημένα· καίτοι τοῦ παιδὸς ἐλεγχθέντος ἐπανίστασθαι διὰ τὴν πρὸς Κωνστάντιον φιλίαν, τῷ νεανίσκῳ τὴν δίκην ἐπέθηκε, τὸν δὲ Μάρκελλον καὶ διαφερόντως ἐτίμησε. | ] |
| sigma | 116 | [ | Σαραπίων· τοῦτον ἐποιήσατο φίλον ὁ Ἰσίδωρος, τὸν λαβόντα πάντας ἀνθρώπους ἐπὶ εὐσεβείᾳ τε καὶ ὅλῃ φιλοσοφίᾳ βίου, πλὴν αὐτοῦ τοῦ Ἰσιδώρου. τοσοῦτον δὲ τῷ ἀνδρὶ περιῆν ἀληθοῦς τρόπου τε καὶ λόγου, τοῦ τε ἐν παροιμίᾳ λέγεσθαι εἰωθότος, ἔργῳ δὲ βεβαιωθέντος ὑπ’ ἐκείνου, τοῦ λάθε βιώσας· ὥστε οὐδένα τῶν τότε ζώντων ἀνθρώπων οὔτε τῶν νεωτέρων οὔτε τῶν πρεσβυτέρων ἐλπίσαιμι ἂν εἰδέναι οἷον λέγω· οὐδὲ ἔγνω τις ἄλλος, οἷος ἦν ὁ Σαραπίων ἐκεῖνος, οὐδὲ ἂν ἔγωγε νῦν ἠπιστάμην, εἰ μή μοι αὐτὸς ὁ φιλόσοφος ὑπέδειξε τῷ λόγῳ τὸν Σαραπίωνα. οὐ γὰρ ἔργῳ ποτὲ ἔφη πείσεσθαι αὐτὸν ἐντυχεῖν ἑτέρῳ ἀνδρί· ἄλλως τε καὶ ὅτε ἐγήρα, μηκέτι καταβαίνειν θαμὰ ἀπὸ τῆς σφετέρας οἰκίας· οἰκεῖν δὲ μόνον ἐν οἰκίσκῳ μικρῷ τῷ ὄντι, μονάδα βίον ἀναδεδεγμένον, πρὸς μόνον τὰ ἀναγκαιότατα χρώμενον τῶν γειτόνων ἐνίοις. εὐκτικὸν μὲν οὖν εἶναι τὸν Σαραπίωνα διαφερόντως ἔλεγε καὶ ἐν ἰδιώτου σχήματι πανταχοῦ περιφοιτᾶν τῶν ἱερῶν χωρίων, ὅπου ἦγεν ὁ τῆς ἑορτῆς νόμος. τὰ πολλὰ δὲ ἐπ’ οἴκου διημερεύοντα ζῆν, οὔ τινα ἀνθρωπίνην ζωήν, ἀλλ’ ἀτεχνῶς εἰπεῖν θείαν, εὐχάς τε ἀεὶ καὶ ἀρετὰς πρὸς ἑαυτὸν ἢ πρὸς τὸ θεῖον φθεγγόμενον, μᾶλλον δὲ σιγῇ διανοούμενον. ζητητικὸς δὲ ὢν τῆς ἀληθείας καὶ φύσει θεωρητικὸς οὐ περὶ τὰ τεχνικώτερα τῆς φιλοσοφίας ἠξίου διατρίβειν, ἀλλὰ τοῖς ἁδροτέροις καὶ ἐνθουσιαστικωτέροις νοήμασιν ἐνεφύετο. διὸ μόνον σχεδὸν τὸν Ὀρφέα ἐκέκτητο καὶ ἀνεγίνωσκεν, ἐρωτῶν ἐφ’ ἑκάστοις ἀεὶ τοῖς παραπίπτουσι ζητήμασι τὸν Ἰσίδωρον, ἄκραν, ὡς εἰπεῖν, ἐπιστήμην ἐν θεολογίᾳ προβεβλημένον· ὃν μόνως οἰκεῖον ἐγνώριζεν ὄντα καὶ προσεδέχετο. καὶ δὴ ἐν αὐτῷ θεάσασθαι ἐδόκει τὸν μυθευόμενον Κρόνιον βίον. οὐδὲ γὰρ ἄλλο τι διετέλει πράττων καὶ λέγων ἐκεῖνος ἢ συνάγων ἑαυτὸν ἀεὶ καὶ συναιρῶν, ὡς οἷόν τε, πρὸς τὸ εἴσω καὶ τὸ ἀμερέστερον. ὃς οὕτω μὲν κατεφρόνει χρημάτων, ὥστε κεκτῆσθαι μηδοτιοῦν ἢ μόνα βʹ ἢ γʹ βιβλία· ὧν ἦν καὶ ἡ Ὀρφέως ποίησις· οὕτω δὲ ἡδονῶν τῶν περὶ τὸ σῶμα, ὥστε ἐξαρχῆς εὐθὺς τὰ ἀναγκαῖα καὶ μόνα προσφέρειν τῷ σώματι, ἀφροδισίων δὲ ἄχραντον εἶναι διὰ βίου παντός. οὕτω δὲ ἠμέλει τιμῆς τῆς παρὰ ἀνθρώπων, ὥστε οὐδὲ ὄνομα αὐτοῦ ἦν ἐν τῇ πόλει. οὐδ’ ἂν ἐγνώσθη μετὰ ταῦτα, εἰ μὴ θεῶν τις ἠβουλήθη παράδειγμα τοῖς ἀνθρώποις χαρίσασθαι τοῦ Κρονίου βίου, ἵνα μὴ δοκῇ μῦθος εἶναι ὁ λόγος, μὴ ἔχων ἐπιμαρτυροῦσαν τὴν ἱστορίαν· ὁ μὲν γὰρ Χείρων λεγόμενος ἐν μεθορίῳ μᾶλλον εἱστήκει τῆς Κρόνου καὶ Διὸς ἀρχῆς, ὅθεν διφυής. Σαραπίων δὲ οὗτος ὑπὸ τοῦ φιλοσόφου γνωσθεὶς ἀναγεγράφθω τοιοῦτος· ὃς κληρονόμῳ τῷ Ἰσιδώρῳ ἐχρήσατο, μηδένα πρὸς γένους ἔχων, μηδὲ ἄξιον ἄλλον ὑπολαμβάνων εἶναι τῆς ἑαυτοῦ οὐσίας, δυεῖν λέγω ἢ τριῶν βιβλίων. ἐν δὲ τούτῳ τῷ χρόνῳ ἕτερος ἀνὴρ ἀφίκετο εἰς Ἀλεξάνδρειαν, κατὰ διάμετρον ὅλην τοῦ Σαραπίωνος ἀφεστώς, μᾶλλον δὲ ἔτι καὶ τῆς διαμέτρου μειζόνως, εἰ οἷόν τε φάναι· ὁ μὲν γὰρ ἦν τὴν ζωὴν Κρόνιός τις καὶ Δίϊος, ὁ δὲ Τυφώνειος, καὶ Τυφῶνος ἔτι πολυπλοκώτερον θηρίον, καὶ μᾶλλον ἐπιτεθυμμένον. οὔπω γάρ τις ἀγνοεῖ τῶν νῦν ζώντων ἀνθρώπων, οἷος ὁ Παμπρέπιος ἐγεγόνει τήν τε ψυχὴν καὶ τὴν τύχην. | ] |
| sigma | 1623 | [ | Σύνταξις· δευτέρων πραγμάτων ἕνωσις. καὶ τὸ λαμβάνειν καὶ ποιεῖν τὰ δέοντα. τοὺς στρατευομένους ἀποστερῶν τὰς συντάξεις ἁπάσας οὐκ ᾐσχύνετο. καὶ Μάλχος· τῶν συντάξεων στερηθέντες πολλάκις οἱ στρατιῶται καὶ παρακοπτόμενοι τῆς τροφῆς τῆς συνήθους ἐς ἀπόνοιαν ἦλθον. καὶ αὖθις Μάλχος· ὁ δὲ τὸν Παμπρέπιον λαμπρῶς τε ἐτίμησε καὶ σύνταξιν ἔδωκε. Προκόπιος· ἅμα δὲ καὶ μεμφόμενοι, ὅτι δὴ σφίσι χρόνου τὰς συντάξεις πολλοῦ τὸ δημόσιον ὦφλε. τουτέστι τὰ διδόμενα. | ] |
The Catalog of the Digital Suda project is populated with forms deriving from the linguistic extraction and annotation of expressions about names of authors and works in the Greek text of the Suda (ed. Adler).
This is the first version of the Catalog, which includes the entries of the first, second, and third volume of the Adler edition (praefatio, alpha, beta, gamma, delta, alphaiota, zeta, eta, iota, theta, kappa, lambda, mu, nu, xi, omicron, omega, pi, rho), is based on semi-automatic methods, and linked to external resources. Results are currently checked and analyzed for correction, further disambiguation, NE relation, and coreference resolution. Forthcoming versions of the catalog will allow to search Greek forms and will be enriched with data from other sources as part of the text-based Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project.
Entries of this catalog are also searchable in the unified Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project, which collects data from different ancient Greek sources.
The text of the Suda (ed. Adler) is available as part of the Digital Suda project and provided with a CTS URN retriever: