Digital Suda
Suidae Lexicon edidit Ada Adler

Loading, please wait...

Authors Catalog

Trajanus Imperator (Trajan) - urn:cts:greekLit:tlg1739

Place of birth (Wikidata Statement)

Italica (Wikidata) (Pleiades)

Places of death (Wikidata Statement)

Selinus (Wikidata) (Pleiades)

Cilicia (Wikidata) (Pleiades)

Occupations (Wikidata Statement)

statesperson (Wikidata)

politician (Wikidata)

military officer (Wikidata)

chi 17[ Χαλεπαίνει· δοτικῇ. ἀγανακτεῖ, ὀργίζεται. ἔπεσον πλείονες τῶν Ῥωμαίων, καὶ Τραϊανὸς ἐχαλέπαινε τοῖς πεποιημένοις. καὶ αὖθις· διὰ τὸ πολλάκις ἰδεῖν πρότερον οὐ χαλεπῶς γνωρίσας τὸν ἄνθρωπον. ἀντὶ τοῦ εὐχερῶς. καὶ αὖθις· ἐπὶ τοσόνδε χαλεπήναντος τοῖς φύλαξιν, ὥστε καὶ τὰς κεφαλὰς αὐτῶν ἀποτεμεῖν. καὶ αὖθις· ὡς δὲ ἐπεφοίτα ἡ τοῦ ὀνείρου ὄψις ἐς πάντας, χαλεπαίνουσιν ὁ δῆμος. οἱ Τύριοι. ]
chi 426[ Χῶμα· ὕψωμα γῆς, ὅπερ οἱ πολέμιοι ἐν ταῖς πολιορκίαις εἰώθασι προσχοῦν τὰ τείχη. Τραϊανὸς εἰς Βαβυλῶνα ἀφικόμενος ἐντυγχάνει χώματι μεγίστῳ, ὅπερ χῶσαι ἐλέγετο Σεμίραμις. ἦν δὲ αὐτοῦ τὸ μὲν ὕψος ποδῶν εʹ καὶ κʹ, τὸ δὲ εὖρος ἐς νʹ, κατὰ μῆκος ἐπεῖχε σταδίους σʹ, κατηγορεῖ δὲ τὴν δύναμιν τῆς πόλεως. ]
lambda 683[ Λουκιανός, Σαμοσατεύς, ὁ ἐπικληθεὶς βλάσφημος ἢ δύσφημος, ἢ ἄθεος εἰπεῖν μᾶλλον, ὅτι ἐν τοῖς διαλόγοις αὐτοῦ γελοῖα εἶναι καὶ τὰ περὶ τῶν θείων εἰρημένα παρατίθεται. γέγονε δὲ ἐπῖ τοῦ Καίσαρος Τραιανοῦ καὶ ἐπέκεινα. ἦν δὲ οὗτος τοπρὶν δικηγόρος ἐν Ἀντιοχείᾳ τῆς Συρίας, δυσπραγήσας δ’ ἐν τούτῳ ἐπὶ τὸ λογογραφεῖν ἐτράπη καὶ γέγραπται αὐτῷ ἄπειρα. τελευτῆσαι δὲ αὐτὸν λόγος ὑπὸ κυνῶν, ἐπεὶ κατὰ τῆς ἀληθείας ἐλύττησεν· εἰς γὰρ τὸν Περεγρίνου [+] βίον καθάπτεται τοῦ Χριστιανισμοῦ, καὶ αὐτὸν βλασφημεῖ τὸν Χριστὸν ὁ παμμίαρος. διὸ καὶ τῆς λύττης ποινὰς ἀρκούσας ἐν τῷ παρόντι δέδωκεν, ἐν δὲ τῷ μέλλοντι κληρονόμος τοῦ αἰωνίου πυρὸς μετὰ τοῦ Σατανᾶ γενήσεται. ]
mu 719[ Μεταξύ· ἀναμέσον. Τραϊανὸς δὲ τῇ κοινωνίᾳ τῶν ἔργων ἐκούφιζε τοῦ πλήθους τὸν κάματον καὶ μεταξὺ πορευόμενος ἄλλοτε ἄλλως ἔταττε. ]
nu 69[ Ναῦς· Ἀρριανός· Τραιανὸς ὁ βασιλεὺς περῶν τὸν ποταμὸν νʹ ναῦς εἶχε· δʹ δὲ ἔφερον τὰ σημεῖα τὰ βασιλικά, αἵτινες καὶ τὴν στρατηγίδα κάλοις μακροῖς ἐξηρτημένην ἐφεῖλκον. εἶχε δὲ ἡ ναῦς μῆκος μὲν κατὰ τριήρη μάλιστα, εὖρος δὲ καὶ βάθος καθ’ ὁλκάδα, ὅσον μεγίστη Νικομηδὶς ἢ Αἰγυπτία· ἐν ᾗ ἐπεποίητο βασιλεῖ ἀποχρῶντα ἐνδιαιτήματα. αὕτη δὲ τά τε ἀκροστόλια ἔφαινε καὶ ἐπ’ ἄκρῳ τῷ ἱστίῳ τὸ βασιλικὸν ὄνομα καὶ ὅσοις ἄλλοις βασιλεὺς γεραίρεται χρυσῷ ἐγκεχαραγμένα. νενέμητο δὲ τρίχα τὸ πᾶν ναυτικόν, ὡς μὴ τῷ ξυνεχεῖ πλόῳ ταράττοιντο. ]
omega 111[ Ὠνητή· τιμῆς κτητή. καὶ τὴν χώραν ἐπιτρέπειν Τραιανῷ Αὔγαρον, καίπερ ὅτι ὠνητὴν ἐκ Πακόρου ἔχει λαβὼν πολλῶν χρημάτων· καὶ τοῦτο ἀσμένως τῷ βασιλεῖ γίνεται. ]
omicron 720[ Ὄστρεια. Τραιανῷ ἐν Πάρθοις ὄντι καὶ τῆς θαλάσσης ἀπέχοντι ἡμερῶν πολλῶν ὁδὸν Ἀπίκιος ὁ ὀψοφάγος ὄστρεα νεαρὰ διεπέμψατο, ὑπὸ σοφίας τεθησαυρισμένα. ]
phi 4[ Φαβωρῖνος, Ἀρλεάτου τῆς ἐν Γαλλίᾳ πόλεως, ἀνὴρ πολυμαθὴς κατὰ πᾶσαν παιδείαν, γεγονὼς δὲ τὴν τοῦ σώματος ἕξιν ἀνδρόγυνος( ὅν φασιν ἑρμαφρόδιτον) , φιλοσοφίας μεστός, ῥητορικῇ δὲ μᾶλλον ἐπιθέμενος· γεγονὼς ἐπὶ Τραϊανοῦ τοῦ καίσαρος καὶ παρατείνας μέχρι τῶν Ἀδριανοῦ χρόνων τοῦ βασιλέως. ἀντεφιλοτιμεῖτο γοῦν καὶ ζῆλον εἶχε πρὸς Πλούταρχον τὸν Χαιρωνέα εἰς τὸ τῶν συνταττομένων βιβλίων ἄπειρον. γέγραπται γοῦν αὐτῷ φιλόσοφά τε καὶ ἱστορικά, ὧν πολὺς ἀριθμός. ἔστι δὲ καὶ τῶν βιβλίων αὐτοῦ ταῦτα· Περὶ τῆς Ὁμήρου [+] φιλοσοφίας, Περὶ Σωκράτους [+] καὶ τῆς κατ’ αὐτὸν ἐρωτικῆς τέχνης, Περὶ Πλάτωνος [+], Περὶ τῆς διαίτης τῶν φιλοσόφων· καὶ ἄλλα. οὗτος ἔγραψε καὶ γνωμολογικά. ]
phi 827[ Φυλάρχης· δυνάστης. ξυμβάλλει τῷ Τραϊανῷ περὶ Αὐγάρου, ὃς ἦν Ὀσροήνης χώρας δυνάστης· οὕσπερ φυλάρχους ὀνομάζουσιν οἱ ἐκείνῃ, ὅτι καὶ τὰ χωρία αὐτῶν φυλαὶ ὀνομάζονται. καὶ Ἀριστοφάνης· μὴ μνησικακήσῃς, εἰ σὺ Φυλὴν κατέλαβες. Φυλή, ὄνομα τόπου. καὶ Φυλάσιοι, οἱ ἐνοικοῦντες. ]
pi 590[ Παρείκοι· ὑποχωροίη. πέμποντες ἱππέας ἐκδρόμους, ὅπη παρείκοι, τροφὰς ἐλάμβανον. ὅπου ἦν δυνατόν. καὶ αὖθις· σφοδρότατα σφᾶς ἐπιδιώκοιμεν, ὅπη παρείκοι. ὅπου ἐστὶ δυνατόν, ὅπου τρέποιτο ὁ πόλεμος. καὶ αὖθις· ὁ δὲ Τραιανὸς ἔγνω μάλιστα, εἰ παρείκοι, ἐξελεῖν τὸ ἔθνος· εἰ δὲ μή, συντρίψας γε παῦσαι τῆς ἄγαν ἀτασθαλίας. ]
pi 1793[ Πλούταρχος, Χαιρωνεὺς τῆς Βοιωτίας, γεγονὼς ἐπὶ τῶν Τραιανοῦ τοῦ Καίσαρος χρόνων καὶ ἐπίπροσθεν. μεταδοὺς δὲ αὐτῷ Τραιανὸς τῆς τῶν ὑπάτων ἀξίας προσέταξε μηδένα τῶν κατὰ τὴν Ἰλλυρίδα ἀρχόντων παρὲξ τῆς αὐτοῦ γνώμης τι διαπράττεσθαι. ἔγραψε δὲ πολλά. ]
pi 1889[ Πολέμων, Λαοδικεύς, ἤγουν ἐκ Λαοδικείας τῆς πρὸς τῷ Λύκῳ ποταμῷ, ῥήτωρ καὶ σοφιστής, σοφιστεύσας ἐν Σμύρνῃ, διδάσκαλος Ἀριστείδου τοῦ ῥήτορος. ἦν δὲ ἐπί τε Τραιανοῦ καὶ μετ’ αὐτόν. μαθητὴς δὲ ἐγένετο Τιμοκράτους τοῦ ἐξ Ἡρακλείας τῆς ἐν τῷ Πόντῳ φιλοσόφου καὶ Σκοπελιανοῦ τοῦ σοφιστοῦ. ἐτελεύτησε δὲ ἓξ καὶ πεντήκοντα ἐνιαυτῶν, ἑαυτὸν ἐν τῷ τάφῳ ἐμβαλὼν καὶ ἀποκαρτερήσας διὰ τὸ συνέχεσθαι τῇ ἀρθρίτιδι νόσῳ. διὸ καὶ τῶν συγγενῶν καὶ φίλων θρηνούντων, λέγεται εἰπεῖν πρὸς αὐτοὺς τὸν Πολέμωνα· δότε μοι ἕτερον σῶμα, καὶ μετεμβήσομαι. καὶ τοῖς ἰατροῖς δὲ ἐπὶ συχνῷ τέμνουσιν αὐτὸν ἔλεγεν· ἐκτέμνετε τὰς Πολέμωνος λατομίας ὡς τάχιστα. τούτου τῷ χαρακτῆρι ἠκολούθησε ΓρηγόριοςΘεόλογος. ]
pi 2036[ Πονεῖσθαι· ἐνεργεῖν. Τραιανὸς ὁ βασιλεὺς δίκαιος ἦν καὶ τῷ σώματι ἐρρωμένος μʹ ἄγων ἔτος ἦρξε καὶ ἠβούλετο ἐξίσου πάντα τοῖς ἄλλοις τρόπον τινὰ πονεῖσθαι. ]
pi 2742[ Προσκόπων· προφυλάκων. ὁ δὲ Τραιανός τινας ἀγγελίας ψευδεῖς διὰ τῶν προσκόπων ἀεὶ καθιεὶς εἴθιζεν ἅμα μὲν ἐν κόσμῳ πορεύεσθαι, ἅμα δὲ πρὸς τὰ φοβερὰ μὴ ταράττεσθαι. ]
pi 3037[ Πτολεμαῖος, Ἀλεξανδρεύς, γραμματικός, ὁ τοῦ Ἡφαιστίωνος, γεγονὼς ἐπί τε Τραιανοῦ καὶ Ἀδριανοῦ τῶν αὐτοκρατόρων, προσαγορευθεὶς δὲ Χέννος. Περὶ παραδόξου ἱστορίας, Σφίγγα( δρᾶμα δέ ἐστιν ἱστορικόν) , Ἀνθόμηρον( ἔστι δὲ ποίησις ῥαψῳδιῶν εἰκοσιτεσσάρων) · καὶ ἄλλα τινά. ]
rho 241[ Ῥοῦφος, Ἐφέσιος, ἰατρός, γεγονὼς ἐπὶ Τραιανοῦ σὺν Κρίτωνι. φέρεται αὐτοῦ βιβλία πλεῖστα, ἐξ ὧν καὶ ταῦτα· Περὶ διαίτης εʹ, Περὶ διαίτης πλεόντων αʹ, Περὶ τραυματικῶν φαρμάκων αʹ, Περὶ τραυματισμοῦ ἄρθρων αʹ, Περὶ σύκων αʹ, Περὶ τῆς ἀρχαίας ἰατρικῆς βιβλίον αʹ, Περὶ γάλακτος βιβλίον αʹ, Περὶ οἴνου βιβλίον αʹ, Περὶ μέλιτος. ]
sigma 86[ Σαμψῆραι· σπάθαι βαρβαρικαί. δῶρα φέρει Τραιανῷ ὑφάσματα σηρικὰ καὶ σαμψήρας· αἱ δέ εἰσι σπάθαι βαρβαρικαί. ]
sigma 851[ Σωρανός, Μενάνδρου καὶ Φοίβης, Ἐφέσιος, ἰατρός, διατρίψας ἐν Ἀλεξανδρείᾳ καὶ ἐν τῇ Ῥώμῃ δὲ ἰατρεύσας ἐπὶ Τραϊανοῦ καὶ Ἀδριανοῦ τῶν βασιλέων βιβλία τε συντάξας πλεῖστα καὶ κάλλιστα. ]
sigma 1358[ Συμβάς· συμφωνήσας, πεισθείς. Τραιανὸς δὲ μὴ συμβὰς ἐπὶ ταῖς ὁμολογίαις ἐν παρασκευῇ ἦν. ]
tau 902[ Τραϊανός, βασιλεὺς Ῥωμαίων· ὃς ἀγαθὸς καὶ μισοπόνηρος καὶ δίκαιος τοσοῦτον ὑπῆρχεν, ὥστε ποτὲ γυμνώσας ῥομφαίαν ἐνώπιον τῶν μεγιστάνων αὐτοῦ ἐπέδωκε τῷ ὑπάρχῳ, λέγων· δέξαι τὸ ξίφος τοῦτο, καὶ εἰ μὲν καλὸς ὑπάρχω, ὑπὲρ ἐμοῦ· εἰ δὲ μή, κατ’ ἐμοῦ χρῆσαι. οὗτος τοῖς Χριστιανοῖς ἀνακωχήν τινα τῆς τιμωρίας παρέσχεν· οἱ γὰρ κατὰ καιρὸν ὑπὸ τῶν Ῥωμαίων τὰς ἀρχὰς ὠνούμενοι πρὸς θεραπείαν τῶν τότε βασιλέων διαφόρους ἐπῆγον τοῖς Χριστιανοῖς κολάσεις. ὅθεν καὶ Τιβεριανός, ἡγεμονεύων τοῦ πρώτου Παλαιστινῶν ἔθνους, ἀνήγαγεν αὐτῷ λέγων, ὡς οὐκ ἐπαρκεῖ λοιπὸν τοὺς Χριστιανοὺς φονεύειν, ἐκείνων αὐτομάτως ἐπεισαγόντων ἑαυτοὺς τῇ κολάσει. ἐντεῦθεν ὁ Τραϊανὸς πᾶσιν ἅμα τοῖς ὑπ’ αὐτὸν ἀπηγόρευε τοῦ τιμωρεῖσθαι τούτους. ]
upsilon 723[ Ὑφηγήσονται· ὑποδείξουσιν. ὁ δὲ Τραϊανὸς ἐξελαύνει ὡς ἐπὶ τὴν Ἀνθεμουσίαν γῆν ἐπὶ ταύτην γὰρ καὶ Ἄυγαρος ὑφηγεῖτο ἰέναι. ἀντὶ τοῦ συνεβούλευεν, ὑπετίθετο. ]

 

Catalog of Authors and Works

The Catalog of the Digital Suda project is populated with forms deriving from the linguistic extraction and annotation of expressions about names of authors and works in the Greek text of the Suda (ed. Adler).

This is the first version of the Catalog, which includes all the entries of the four volumes of the Adler edition, is based on semi-automatic methods, and linked to external resources. Results are currently checked and analyzed for correction, further disambiguation, NE relation, and coreference resolution. Forthcoming versions of the catalog will allow to search Greek forms and will be enriched with data from other sources as part of the text-based Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project.

Entries of this catalog are also searchable in the unified Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project, which collects data from different ancient Greek sources.

The text of the Suda (ed. Adler) is available as part of the Digital Suda project and provided with a CTS URN retriever:

Search Fields

Output Fields

 

LAGL - Linked Ancient Greek and Latin     Creative Commons License