Digital Suda
Suidae Lexicon edidit Ada Adler

Loading, please wait...

Authors Catalog

Teleclides (Telecleides) - urn:cts:greekLit:tlg0510

Place of birth (Wikidata Statement)

Athens (Wikidata)

Place of death (Wikidata Statement)

Athens (Wikidata)

Occupations (Wikidata Statement)

comedy writer (Wikidata)

writer (Wikidata)

Works

urn:cts:greekLit:tlg0510.suda001 - The Amphictyons
urn:cts:greekLit:tlg0510.suda002
urn:cts:greekLit:tlg0510.suda003
urn:cts:greekLit:tlg0510.suda004

alpha 2439[ Ἀνηρώτιζεν: ἀντὶ τοῦ ἀνηρώτα. Τηλεκλείδης. ]
alpha 2939[ Ἀπατήσει· αἰτιατικῇ. ἀντὶ τοῦ παραλογιεῖται. Τηλεκλείδης. ]
alpha 4481[ Αὐτίτην: τὸν αὐθιγενῆ οἶνον. Ἀμφικτύοσι Τηλεκλείδης. ]
kappa 863[ Κατὰ χειρὸς ὕδωρ λέγουσιν, οὐ κατὰ χειρῶν οὐδ’ ἐπὶ χεῖρας, οὐδὲ ἄλλως πως. καὶ τὸ ῥᾷστον πάντων καὶ εὐχερέστατον, κατὰ χειρὸς ὕδωρ καλοῦσιν. οὕτως Τηλεκλείδης ἐν Ἀμφικτύοσιν· εἰρήνη μὲν πρῶτον ἁπάντων ἦν ὥσπερ ὕδωρ κατὰ χειρός. φέρε, παῖ, στέφανον· κατὰ χειρὸς ὕδωρ φερέτω τίς. ὁ δὲ λέγει· δειπνήσειν μέλλομεν, ἢ τί. τὸ γὰρ παλαιὸν τοῖς εὐωχουμένοις περιέκειντο στέφανοι, καταψύχοντες τὸ κρανίον ἀπὸ τῆς τοῦ οἴνου μέθης καὶ θέρμης. ]
omicron 774[ Οὐδαμῆ· ἀντὶ τοῦ οὐδαμόθι. Τηλεκλείδης Ἡσιόδῳ. Αἰλιανός· ὁ δὲ ἀποκτείνει αὐτοὺς καὶ περισυλοῖ ὅσους ἐπηγάγοντο. ἦν δὲ κόσμος καὶ σκευὴ περὶ τὴν τέχνην τὴν ἑκατέρου οὐδαμῆ εὐκαταφρόνητα. καὶ αὖθις· καὶ μαρτύρια ἐπάγονται οὐδαμῆ ἄσημα. ]
rho 8[ Ῥαγδαίους· κατὰ μεταφορὰν ἀπὸ τῶν ὄμβρων, τοὺς κεκινημένους, καὶ σφοδρούς, καὶ βιαίους. Ἀντιφάνης Ἀγροίκοις· ῥαγδαῖος, ἄμαχος, πρᾶγμα μεῖζον ἢ δοκεῖς. Δίφιλος Πολυπράγμονι· τί ποτ’ ἐστιν; ὡς ῥαγδαῖος ἐξελήλυθεν. ἔστι καὶ ἐν Πρυτάνεσι Τηλεκλείδου τὸ ὄνομα καὶ ἐν Δαιταλεῦσιν Ἀριστοφάνους. ]
sigma 290[ Σεῖσαι· τὸ συκοφαντῆσαι, ἀπὸ τῶν τὰ ἀκρόδρυα σειόντων. Τηλεκλείδης Ἀμφικτύοσιν· ἄλλως πάντων δὲ τῶν λῷστοι σεῖσαι καὶ προσκαλέσαντες παύσασθαι δικῶν ἀλληλοφάγων. Ἀριστοφάνης Δαιταλεῦσιν· ἔσειον, ᾔτουν χρήματ’ , ἠπείλουν, ἐσυκοφάντουν πάλιν. ]
tau 18[ Τάδ’ οὐ παρὰ Κενταύροισι· λεγόμενόν τι ἦν. Τηλεκλείδης τισί· τῶν δυνατῶν τι κέλευ’ · οὐ γὰρ παρὰ Κενταύροισι. ]
tau 431[ Τευτάζειν· πραγματεύεσθαι ἢ σκευωρεῖσθαι ἢ στραγεύεσθαι, καὶ πολὺ διατρίβειν ἐν τῷ αὐτῷ. Λυκόφρων οὕτω καὶ Δίδυμος, προσθείς, ὅτι ἐνίοτε σημαίνει καὶ τὸ φροντίζειν. Ἡρακλέων δὲ καταμεμψάμενος Λυκόφρονά φησιν εἶναι τὸ ἐπιστρεφῶς τι πράττειν. καὶ Ἀρτεμίδωρος [+] τὸ φροντίζειν. Φρύνιχος Μύσταις· μάστιγα δ’ ἐν χερσὶν ἔχων τευτάσθαι. Πλάτων Ξάνταις· ἦν δὴ θόρυβος τευταζόντων. ἀντὶ τοῦ πραγματευομένων, ἢ διατριβόντων. καὶ ἐν Τιμαίῳ· τῷ μὲν οὖν περὶ τὰς ἐπιθυμίας ἢ φιλονεικίας τετακότι. οἷον διατετριφότι. γράφεται καὶ τευτακότι. Τηλεκλείδης· πάντες δὲ τευτάζουσιν οἱ διάκονοι. ἀντὶ τοῦ πραγματεύονται, σκευωροῦνται. Φερεκράτης· ὁ δὲ παῖδα καλεῖ καὶ τευτάζει τούτῳ δεῖπνον παραθεῖναι. σημαίνει καὶ τὸ σπουδάζειν, Πολιτείας ζʹ· καὶ τὸ ἡσυχάζειν. καὶ Τευτάζων, τὸ αὐτὸ ἀεὶ λέγων, καὶ φλυαρῶν. τουτέστι τὸ αὐτὸ καὶ αὐτὸ λέγειν. ]
tau 488[ Τηλεκλείδης, Ἀθηναῖος, κωμικός. τῶν δραμάτων αὐτοῦ ἐστιν Ἀμφικτύονες καὶ Πρυτάνεις καὶ Στερροί· ὡς Ἀθήναιος λέγει ἐν τοῖς Δειπνοσοφισταῖς. ]
tau 1150[ Τύλα, καὶ τύλος ἀρσενικῶς, τοῦ ὤμου τὸ τετυλωμένον καὶ πεπιλημένον τῆς σαρκός, ὁποῖον πολλάκις ἐπὶ τοῦ ὤμου γίνεται τοῖς ἀχθοφόροις ἐκ τοῦ βαστάζειν τι συνεχῶς. Ἀριστοφάνης Ἀχαρνεῦσιν· ἴστω γ’ Ἡρακλῆς, ἔκαμον τὰν τύλαν κακῶς. καὶ Τηλεκλείδης τραχήλου τύλαν εἶπε. Πολύβιος· τῆς πέτρας αὐτοῖς δυσχρηστίαν παρεχούσης διὰ τὸ δεῖν τρῆμα ποιεῖν ἐν αὐτῇ τοῖς τύλοις κρατοῦσι τὴν σύριγγα τὴν προσαγομένην. ]

 

Catalog of Authors and Works

The Catalog of the Digital Suda project is populated with forms deriving from the linguistic extraction and annotation of expressions about names of authors and works in the Greek text of the Suda (ed. Adler).

This is the first version of the Catalog, which includes all the entries of the four volumes of the Adler edition, is based on semi-automatic methods, and linked to external resources. Results are currently checked and analyzed for correction, further disambiguation, NE relation, and coreference resolution. Forthcoming versions of the catalog will allow to search Greek forms and will be enriched with data from other sources as part of the text-based Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project.

Entries of this catalog are also searchable in the unified Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project, which collects data from different ancient Greek sources.

The text of the Suda (ed. Adler) is available as part of the Digital Suda project and provided with a CTS URN retriever:

Search Fields

Output Fields

 

LAGL - Linked Ancient Greek and Latin     Creative Commons License