Arcadius) - urn:cts:greekLit:lagl0688Hispania (Wikidata)
Constantinople (Wikidata) (Pleiades)
politician (Wikidata)
| lambda | 684 | [ | Λουκιανὸς ἕτερος, κόμης τῆς ἑῴας, ἐπὶ Ἀρκαδίου τοῦ βασιλέως. αὕτη δὲ ἡ ἀρχὴ ἐβούλετο τὸν προβεβλημένον αὐτῆς ἐφεστάναι πᾶσι τοῖς τῆς ἑῴας ἐπαρχίας ἰθύνουσι καὶ ἐπὶ τοῖς οὐ κατὰ τὸ δέον πραττομένοις ἰθύνειν. οὗτος τοίνυν πᾶσαν ἀρχικὴν ἀρετὴν εἰς τοὺς ἀρχομένους ἐπιδεικνύμενος ἐπὶ δικαιοσύνῃ καὶ σωφροσύνῃ καὶ πᾶσι τοῖς ἄρχοντας κοσμεῖν δυναμένοις διαβόητος ἦν, οὔτε προσώπων διαφορὰν οὔτε ἕτερόν τι κατὰ νοῦν ἔχων, πλὴν ὧν ὁ νόμος ὑπηγόρευεν. ὥστε ἀμέλει καὶ τὸν τοῦ βασιλέως θεῖον Εὐχέριον αἰτοῦντά τι παρὰ τὸ προσῆκον ἀποσεισάμενος ἐς τοσοῦτον ἐκίνησεν, ὥστε πρὸς τὸν βασιλέα διαβαλεῖν. ἐπεὶ δὲ ὁ βασιλεὺς αἴτιον εἶπεν εἶναι Ῥουφῖνον, ἀνδρὶ τοιούτῳ τοσαύτην ἀρχὴν δεδωκότα, λαβὼν πρόφασιν ὁ Ῥουφῖνος τὸν Λουκιανὸν σφαίραις μολυβδίναις ᾐκίσατο κατὰ τοῦ τένοντος. | ] |
| mu | 203 | [ | Μάρκελλος, μάγιστρος Ἀρκαδίου τοῦ βασιλέως, κόσμος ἀρετῆς ἁπάσης ἤ, τό γε ἁρμονικώτερον εἰπεῖν, ἀρετή τις ἔμψυχος. | ] |
| mu | 1065 | [ | Μίλιον· ὅτι ἐν τῇ καμάρᾳ τοῦ Μιλίου στῆλαι ἵστανται Κωνσταντίνου καὶ Ἑλένης· ἔνθα καὶ σταυρὸς καὶ ἡ Τύχη τῆς πόλεως. καὶ ἐν τῷ αὐτῷ Μιλίῳ Σοφίας τῆς γυναικὸς Ἰουστινιανοῦ καὶ Ἀραβίας τῆς θυγατρὸς αὐτῆς καὶ Ἑλένης ἀνεψιᾶς αὐτῆς· Ἀρκαδίου τε καὶ Θεοδοσίου τοῦ υἱοῦ αὐτοῦ, πλησίον Θεοδοσίου τῆς στήλης, ἔφιπποι ἀμφότεροι. ὅτι ἐν τῷ Μιλίῳ ἐν τέτρασιν ἵπποις πυρίνοις ἅρμα ἱπτάμενον παρὰ δύο στηλῶν ἐκ παλαιῶν τῶν χρόνων ὑπῆρχεν. ἔνθα εὐφημήθη Κωνσταντῖνος μετὰ τὸ νικῆσαι Ἀζώτιον· ἐπειδὴ καὶ Βύζας ἐκεῖσε εὐφημήθη. κατενεχθὲν δὲ τὸ ἅρμα ἐν τῷ ἱπποδρόμῳ δορυφορούμενον στηλίδιον καινὸν παρὰ Κωνσταντίνου κατασκευασθὲν ὑπὸ ἡλίου φερόμενον, Τύχη πόλεως, εἰς τὸ στόμα εἰσῄει καὶ στεφανωθὲν ἐξῄει. ἐτίθετο δὲ ἐν τῷ σενάτῳ ἕως τῶν ἐπιόντων γενεθλίων τῆς πόλεως. διότι δὲ ἐπὶ τῆς κεφαλῆς αὐτοῦ σταυρὸν ἐχάραξε Κωνσταντῖνος, Ἰουλιανὸς αὐτὸ βοθύνῳ κατέχωσε. στῆλαι ἐν τῷ Μιλίῳ· ζήτει ἄγαλμα ἕτερον ἐν τῷ βασιλική. | ] |
| pi | 2145 | [ | Πουλχερία, Ἀρκαδίου θυγάτηρ καὶ βασιλίς, ιεʹ ἐτῶν οὔπω τυγχάνουσα ἄριστα τὴν βασιλείαν διῴκει· ἐπαίδευσε δὲ καὶ τὸν ἀδελφὸν Θεοδόσιον. σοφωτάτη γὰρ οὖσα καὶ θεῖον νοῦν κεκτημένη τήν τε ἰδίαν παρθενίαν θεῷ προσανέθηκε καὶ τὰς ἀδελφὰς τὸ ὅμοιον πρᾶξαι ἐδίδαξεν. εἰς πάντα δὲ τὸν ἀδελφὸν ἐκανόνιζεν, ἦθός τε καὶ λόγον, βάδισμα καὶ γέλωτα καὶ ἐνδυμάτων περιβολὴν καὶ σχῆμα καθέδρας καὶ στάσεως βασιλικῶς ἐξεπαίδευσε· πρὸ δέ γε ἁπάντων, τὴν εἰς τὸ θεῖον εὐσέβειαν αὐτὸν ἐπιμελῶς ἐδίδασκεν· ὡσαύτως δὲ καὶ περὶ τὰς ἀδελφὰς διεγένετο. πολλὰς δὲ ἐκκλησίας καὶ πτωχεῖα καὶ ξενῶνας καὶ μοναστήρια αὐτὴ κτίσασα καὶ προσόδους ἀφώρισε, καὶ πρὸς ἄλλοις μυρίοις κατορθώμασι πολλάκις αὐτῇ καὶ τὸ θεῖον ἐφαίνετο. αἱ δὲ ἀδελφαὶ Ἀρκαδία καὶ Μαρίνα. ὁ δὲ φύσει νωθρός τε καὶ ἀπερίσκεπτος ἐς πάντα μὲν ὑπῆρχε, μάλιστα δὲ ἐς τοὺς ὑποβάλλοντας αὐτῷ χάρτας ἀπαραναγνώστως ὑπέγραφεν. ὅπερ ἡ σοφωτάτη γνοῦσά ποτε Πουλχερία σοφῶς ὑπῆλθεν αὐτόν, δωρεὰν ὑποβαλοῦσα δῆθεν πρὸς δουλείαν τὴν ἑαυτοῦ γαμετὴν Εὐδοκίαν. ἣν καὶ καθυπογράψας μὴ πρότερον ἀναγνοὺς ὕστερον δεινῶς ὠνειδίζετο παρὰ τῆς Πουλχερίας. ὅτι Πουλχερία ἐπὶ τοσοῦτον ἐμίσει τὸν Νεστόριον, ὡς τοὺς φιλοῦντας ἐκεῖνον διαθρυλεῖν, ὅτι πορνείαν πρὸς τὸν ἀδελφὸν αὐτῆς Θεοδόσιον τὸν βασιλέα διέβαλε Πουλχερίας Νεστόριος, καὶ διὰ τοῦτο οὕτως ὑπ’ αὐτῆς ἐμισεῖτο· ἐλοιδόρει γὰρ αὐτὴν εἰς τὸν τότε μάγιστρον Παυλινὸν λεγόμενον. | ] |
| upsilon | 166 | [ | Ὑπατία· ἡ Θέωνος τοῦ γεωμέτρου θυγάτηρ, τοῦ Ἀλεξανδρέως φιλοσόφου, καὶ αὐτὴ φιλόσοφος καὶ πολλοῖς γνώριμος· γυνὴ Ἰσιδώρου τοῦ φιλοσόφου. ἤκμασεν ἐπὶ τῆς βασιλείας Ἀρκαδίου. ἔγραψεν ὑπόμνημα εἰς Διόφαντον [+], τὸν ἀστρονομικὸν Κανόνα, εἰς τὰ Κωνικὰ Ἀπολλωνίου [+] ὑπόμνημα. αὕτη διεσπάσθη παρὰ τῶν Ἀλεξανδρέων, καὶ τὸ σῶμα αὐτῆς ἐνυβρισθὲν καθ’ ὅλην τὴν πόλιν διεσπάρη. τοῦτο δὲ πέπονθε διὰ φθόνον καὶ τὴν ὑπερβάλλουσαν σοφίαν, καὶ μάλιστα εἰς τὰ περὶ ἀστρονομίαν· ὡς μέν τινες ὑπὸ Κυρίλλου, ὡς δέ τινες διὰ τὸ ἔμφυτον τῶν Ἀλεξανδρέων θράσος καὶ στασιῶδες. πολλοῖς γὰρ καὶ τῶν κατ’ αὐτοὺς ἐπισκόπων τοῦτο ἐποίησαν· τὸν Γεώργιον σκόπει καὶ τὸν Προτέριον. Περὶ Ὑπατίας τῆς φιλοσόφου. ἀπόδειξις, ὡς στασιώδεις οἱ Ἀλεξανδρεῖς. αὕτη ἐν Ἀλεξανδρείᾳ καὶ ἐγεννήθη καὶ ἀνετράφη καὶ ἐπαιδεύθη. τὴν δὲ φύσιν γενναιοτέρα τοῦ πατρὸς οὖσα οὐκ ἠρκέσθη τοῖς διὰ τῶν μαθημάτων παιδεύμασιν ὑπὸ τῷ πατρί, ἀλλὰ καὶ φιλοσοφίας ἥψατο τῆς ἄλλης οὐκ ἀγεννῶς, περιβαλλομένη δὲ τρίβωνα ἡ γυνὴ καὶ διὰ μέσου τοῦ ἄστεος ποιουμένη τὰς προόδους ἐξηγεῖτο δημοσίᾳ τοῖς ἀκροᾶσθαι βουλομένοις ἢ τὸν Πλάτωνα ἢ τὸν Ἀριστοτέλην ἢ ἄλλου ὅτου δὴ τῶν φιλοσόφων. πρὸς δὲ τῷ διδασκαλικῷ καὶ ἐπ’ ἄκρον ἀναβᾶσα τῆς πρακτικῆς ἀρετῆς, δικαία τε καὶ σώφρων γεγονυῖα, διετέλει παρθένος, οὕτω σφόδρα καλή τε οὖσα καὶ εὐειδής, ὥστε καὶ ἐρασθῆναί τινα αὐτῆς τῶν προσφοιτώντων. ὁ δὲ οὐχ οἷός τε ἦν κρατεῖν τοῦ ἔρωτος, ἀλλ’ αἴσθησιν ἠδὴ παρείχετο καὶ αὐτῇ τοῦ παθήματος. οἱ μὲν οὖν ἀπαίδευτοι λόγοι φασί, διὰ μουσικῆς αὐτὸν ἀπαλλάξαι τῆς νόσου τὴν Ὑπατίαν· ἡ δὲ ἀλήθεια διαγγέλλει πάλαι μὲν διεφθορέναι τὰ μουσικῆς, αὐτὴν δὲ προενεγκαμένην τι τῶν γυναικείων ῥακῶν αὐτοῦ βαλλομένην καὶ τὸ σύμβολον ἐπιδείξασαν τῆς ἀκαθάρτου γενέσεως, τούτου μέντοι, φάναι, ἐρᾷς, ὦ νεανίσκε, καλοῦ δὲ οὐδενός, τὸν δὲ ὑπ’ αἰσχύνης καὶ θάμβους τῆς ἀσχήμονος ἐπιδείξεως διατραπῆναί τε τὴν ψυχὴν καὶ διατεθῆναι σωφρονέστερον. οὕτω δὲ ἔχουσαν τὴν Ὑπατίαν, ἔν τε τοῖς λόγοις οὖσαν ἐντρεχῆ καὶ διαλεκτικὴν ἔν τε τοῖς ἔργοις ἔμφρονά τε καὶ πολιτικήν, ἥ τε ἄλλη πόλις εἰκότως ἠσπάζετό τε καὶ προσεκύνει διαφερόντως, οἵ τε ἄρχοντες ἀεὶ προχειριζόμενοι τῆς πόλεως ἐφοίτων πρῶτοι πρὸς αὐτήν, ὡς καὶ Ἀθήνησι διετέλει γινόμενον. εἰ γὰρ καὶ τὸ πρᾶγμα ἀπόλωλεν, ἀλλὰ τό γε ὄνομα φιλοσοφίας ἔτι μεγαλοπρεπές τε καὶ ἀξιάγαστον εἶναι ἐδόκει τοῖς μεταχειριζομένοις τὰ πρῶτα τῆς πολιτείας. ἤδη γοῦν ποτε συνέβη τὸν ἐπισκοποῦντα τὴν ἀντικειμένην αἵρεσιν Κύριλλον, παριόντα διὰ τοῦ οἴκου τῆς Ὑπατίας, ἰδεῖν πολὺν ὠθισμὸν ὄντα πρὸς ταῖς θύραις, ἐπιμὶξ ἀνδρῶν τε καὶ ἵππων, τῶν μὲν προσιόντων, τῶν δὲ ἀπιόντων, τῶν δὲ καὶ προσισταμένων. ἐρωτήσαντα δὲ ὅ τι εἴη τὸ πλῆθος καὶ περὶ οὗ κατὰ τὴν οἰκίαν ὁ θόρυβος, ἀκοῦσαι παρὰ τῶν ἑπομένων, ὅτι προσαγορεύοιτο νῦν ἡ φιλόσοφος Ὑπατία καὶ ἐκείνης εἶναι τὴν οἰκίαν. μαθόντα δὴ οὕτω δηχθῆναι τὴν ψυχήν, ὥστε φόνον αὐτῇ ταχέως ἐπιβουλεῦσαι, πάντων φόνων ἀνοσιώτατον. προελθούσῃ γὰρ κατὰ τὸ εἰωθὸς ἐπιθέμενοι πολλοὶ ἀθρόοι θηριώδεις ἄνθρωποι, ὡς ἀληθῶς σχέτλιοι, οὔτε θεῶν ὄπιν εἰδότες οὔτ’ ἀνθρώπων νέμεσιν ἀναιροῦσι τὴν φιλόσοφον, ἄγος τοῦτο μέγιστον καὶ ὄνειδος προστρεψάμενοι τῇ πατρίδι. καὶ ὁ βασιλεὺς ἠγανάκτησεν ἐπὶ τούτῳ, εἰ μὴ Αἰδέσιος ἐδωροδοκήθη. καὶ τῶν μὲν σφαγέων ἀφείλετο τὴν ποινήν, ἐφ’ ἑαυτὸν δὲ καὶ γένος τὸ ἀφ’ ἑαυτοῦ ταύτην ἐπεσπάσατο, καὶ ἐξέπλησε δίκην ὁ τούτου ἔκγονος. τούτων δὲ ἡ μνήμη ἔτι σῳζομένη τοῖς Ἀλεξανδρεῦσι συνέστελλεν εἰς μικρὸν κομιδῆ τὴν περὶ τὸν Ἰσίδωρον τῶν Ἀλεξανδρέων τιμήν τε καὶ σπουδήν· ὅτε καὶ τοιούτου ἐπικρεμαμένου δέους, ὅμως ἕκαστοι ἔσπευδον αὐτῷ συνεῖναι θαμὰ καὶ τῶν ἀπὸ τοῦ σωφρονοῦντος στόματος ἰόντων ἀκροᾶσθαι λόγων. ἐπεὶ καὶ ὅσοι ῥητορικῶν προΐσταντο διατριβῶν ἢ ποιητικῶν, ἠσπάζοντο τὴν τοῦ φιλοσόφου συχνὴν ὁμιλίαν. εἰ γὰρ καὶ ἀνάγωγος ἦν τὰ τοιαῦτα, ἀλλὰ τῇ γε ἄλλῃ φιλοσόφῳ ἀκριβείᾳ προσετίθει τι καὶ ἐκείνοις ἐπιμελέστερον εἰς τὰ σφέτερα αὐτῶν τεχνύδρια. τά τε γὰρ ἄλλα διηκρίβωτο καὶ τῶν ἐπιδεικνυμένων λόγων τε καὶ ποιημάτων κρίσιν ἐποιεῖτο διαφέρουσαν τῶν ἄλλων. διὸ καὶ ἐν τοῖς ἐπί τινι λογικῇ ἀκροάσει θεάτροις ὀλίγα μὲν ἐπῄνει τοὺς ἐπιδεικνυμένους, καὶ πάνυ ἡσυχάζοντι τῷ ἐπαίνῳ· καιρίως δὲ ὅμως καὶ κατὰ λόγον. ὅθεν ἅπαν τὸ θέατρον, ὡς εἰπεῖν, τῇ ἐκείνου κρίσει γνώμονι διεχρῆτο τῶν ἄμεινον ἢ χεῖρον λεγόντων. τῶν δὲ ἐπ’ ἐμοῦ γεγονότων κριτικοὺς ἄνδρας ἐπίσταμαι τρεῖς τὰ λεγόμενα κρίνειν δυναμένους ἄνευ τε μέτρου· τοῦ γὰρ αὐτοῦ ἡ μὲν κρίσις ὁμολογεῖται οὖσα ποιημάτων καὶ συγγραμμάτων. ἐγὼ δὲ καὶ δημιουργὸν ἡγοῦμαι τὸν αὐτὸν ἑκατέρων· μόνον εἰ γυμνασία πρὸς ἑκάτερον ἴση γένοιτο καὶ διὰ προθυμίας τῆς ἴσης. ἕνα δὲ τούτων οὔ φημι τὸν Ἰσίδωρον, ἀλλὰ καὶ πολλῷ ἐλαττοῦσθαι τῶν τριῶν. οἱ δὲ κριταὶ Ἀγάπιος, Σεβηριανός, Νόμος. ἡμέτερος δὲ ἡλικιώτης ὁ Νόμος. | ] |
| upsilon | 169 | [ | Ὕπατοι· οἱ τὴν τῶν Ῥωμαίων πολιτείαν διοικοῦντες· ἀποσεισαμένη γὰρ τὴν δουλείαν ἡ πολιτεία μετὰ θάνατον Ταρκυνίου δύο στρατηγοῖς ἐνιαυσιαίαν ἔχουσιν ἀρχὴν τὴν ἐξουσίαν ἐπέτρεψε· τῷ μὲν ἀριθμῷ τῶν ἀνδρῶν τὸν τῆς μοναρχίας διωθουμένη φόβον, τῷ δὲ συνεσταλμένῳ τῆς ἐξουσίας μετρίους τοὺς ἐν τῇ προστασίᾳ τῶν κοινῶν ἀπεργαζομένη. ὁ γὰρ νῦν ὑπὸ πελέκεσί τε καὶ ῥάβδοις δορυφορούμενος καὶ στρατοπέδων ἐξηγούμενος, τῆς μετ’ ὀλίγον μεταβολῆς εἰς ἔννοιαν καθεστάμενος, μέτριόν τε καὶ δημοτικὸν παρεῖχεν ἑαυτὸν τοῖς ἀρχομένοις. εἰ δ’ ἄρα τις βαρέως τε καὶ ἀλαζονικῶς χρῷτο τῇ δυναστείᾳ, ῥᾳδίως οὗτος ὑπὸ θατέρου τῶν ἡγεμόνων, ἰσοπαλῆ δύναμιν ἔχοντος, γυμνοῦται τοῦ φρονήματος. τούτῳ δὴ οὖν τῷ τρόπῳ τῆς πολιτείας φυγούσης τυραννίδος βαρύτητα καὶ δημοκρατίας ἀκολασίαν, προχειρίζεται πρώτους στρατηγοὺς αὐτοκράτορας ἄνδρας δύο, κονσούλας αὐτοὺς ὀνομάσασα, οἷα δὴ προβόλους καὶ προηγόρους τινάς· οὓς Ἕλληνες μετὰ ταῦτα διὰ τὴν ὑπεροχὴν τῆς ἐξουσίας ὑπάτους προσηγορεύκασι. πρῶτος δὲ ὕπατος εὐνούχων ἀπεδείχθη ἐπὶ Ὁνωρίου καὶ Ἀρκαδίου, τῶν υἱῶν Θεοδοσίου, Εὐτρόπιος, ὁ πρόκοιτος τοῦ βασιλέως. ἐδιφροφορεῖτό τε διὰ τῆς πόλεως, οὐδὲν τῶν δεινῶν ἀπολιμπάνων, τὰς μὲν ἀρχὰς δημοσίᾳ πιπράσκων καὶ τούς τι δυναμένους συκοφαντῶν ἐξορίαις τε τοὺς μεγιστάνας ὑποβάλλων καὶ πᾶσαν ὕβριν τοῖς τῆς συγκλήτου βουλῆς ἐπάγων. ἀλλ’ οὐδὲ τῆς τῶν βαρβάρων ἀπείχετο συμμαχίας, ὡς ἂν αὐτὸς ἐλπίζων εἰς τὴν τοῦ βασιλέως μεταβαίνειν ἀξίαν. καὶ τοὺς ἐν ἐκκλησίαις πεφευγότας συλλαμβάνειν ἐθέλων νόμον προὔθηκεν, ἐπιτρέποντα καὶ τοὺς ἐκ τῶν θυσιαστηρίων ἀφέλκεσθαι. ὃς προσκρούσας τῷ βασιλεῖ καὶ καταφυγὼν εἰς τὸ θυσιαστήριον ἐκεῖθεν ἀφῃρέθη. Θεοδόσιος δὲ ὁ μικρὸς διαβληθέντα αὐτῷ Ἀντίοχον τὸν πραιπόσιτον καθεῖλε τῆς τιμῆς καὶ δημοσιεύσας αὐτὸν ἐν τοῖς ἱερεῦσι κατέταξε, διάταξιν ἐκφωνήσας, εὐνοῦχον ἐν τοῖς πατρικίοις μὴ τελεῖν. | ] |
The Catalog of the Digital Suda project is populated with forms deriving from the linguistic extraction and annotation of expressions about names of authors and works in the Greek text of the Suda (ed. Adler).
This is the first version of the Catalog, which includes all the entries of the four volumes of the Adler edition, is based on semi-automatic methods, and linked to external resources. Results are currently checked and analyzed for correction, further disambiguation, NE relation, and coreference resolution. Forthcoming versions of the catalog will allow to search Greek forms and will be enriched with data from other sources as part of the text-based Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project.
Entries of this catalog are also searchable in the unified Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project, which collects data from different ancient Greek sources.
The text of the Suda (ed. Adler) is available as part of the Digital Suda project and provided with a CTS URN retriever: