Theodosius I) - urn:cts:greekLit:lagl0638Coca (Wikidata)
Milan (Wikidata)
politician (Wikidata)
| kappa | 122 | [ | Καθοσίωσις· παρὰ τὸ κατὰ τοῦ ὁσίου γίνεσθαι, ἤτοι τοῦ βασιλέως. ὅτι ἐπὶ Θεοδοσίου τοῦ βασιλέως Ῥωμαίων Σύμμαχος ἀπὸ ὑπάτων εἰς τὸν τύραννον Μάξιμον βασιλικὸν λόγον διεξῆλθε καὶ δεδιὼς τὸ τῆς καθοσιώσεως ἔγκλημα τοῖς τῶν ἐκκλησιῶν σηκοῖς προσκαταφεύγει· ὃν ὁ Θεοδόσιος πάσης φιλανθρωπίας ἠξίωσε. καὶ αὖθις περὶ τοῦ Χριστοῦ· τοῖς γὰρ νόμοις αὐτὸν παρεδώκαμεν, καὶ εἰς καθοσίωσιν οὐχ ἡμάρτομεν. | ] |
| lambda | 486 | [ | Λιβάνιος, σοφιστής, Ἀντιοχεύς, τῶν ἐπὶ Ἰουλιανοῦ τοῦ βασιλέως χρόνων καὶ μέχρι Θεοδοσίου τοῦ πρεσβύτου, Φασγανίου πατρός, μαθητῆς Διοφάντου. ἔγραψεν ἄπειρα· ἐν οἷς Ἐγκώμιον εἰς Κωνστάντιον [+] τὸν βασιλέα, ἕτερον εἰς Ἰουλιανόν [+], Μελέτας ῥητορικάς, καὶ ἐπιστολάς. οὗτος ἐπὶ τῶν χρόνων ἦν Βασιλείου τοῦ μεγάλου καὶ Γρηγορίου τοῦ θεολόγου. ὁ δὲ Ἰουλιανὸς ὁ Παραβάτης καίπερ τοσούτοις ἐμβεβηκὼς τῆς τε περὶ λόγους ἥπτετο φιλοτιμίας καὶ τὸν τῆς Ἀντιοχείας σοφιστήν, ᾧ Λιβάνιος ὄνομα, διαφερόντως ἐθαύμασε, τὰ μὲν ἴσως ἐπαινῶν, τὰ δέ, ὅπως λυποίη τὸν μέγαν σοφιστὴν Προαιρέσιον, προτιμῶν ἕτερον. Ἀκάκιος γοῦν τις αὐτῷ τῶν περὶ ῥητορικὴν δεινῶν καὶ ὁ ἐκ Φρυγίας Τουσκιανὸς ἀεὶ πρὸς ταῦτα ἐπεκάλουν καὶ διεμέμφοντο τὰς κρίσεις. | ] |
| mu | 1065 | [ | Μίλιον· ὅτι ἐν τῇ καμάρᾳ τοῦ Μιλίου στῆλαι ἵστανται Κωνσταντίνου καὶ Ἑλένης· ἔνθα καὶ σταυρὸς καὶ ἡ Τύχη τῆς πόλεως. καὶ ἐν τῷ αὐτῷ Μιλίῳ Σοφίας τῆς γυναικὸς Ἰουστινιανοῦ καὶ Ἀραβίας τῆς θυγατρὸς αὐτῆς καὶ Ἑλένης ἀνεψιᾶς αὐτῆς· Ἀρκαδίου τε καὶ Θεοδοσίου τοῦ υἱοῦ αὐτοῦ, πλησίον Θεοδοσίου τῆς στήλης, ἔφιπποι ἀμφότεροι. ὅτι ἐν τῷ Μιλίῳ ἐν τέτρασιν ἵπποις πυρίνοις ἅρμα ἱπτάμενον παρὰ δύο στηλῶν ἐκ παλαιῶν τῶν χρόνων ὑπῆρχεν. ἔνθα εὐφημήθη Κωνσταντῖνος μετὰ τὸ νικῆσαι Ἀζώτιον· ἐπειδὴ καὶ Βύζας ἐκεῖσε εὐφημήθη. κατενεχθὲν δὲ τὸ ἅρμα ἐν τῷ ἱπποδρόμῳ δορυφορούμενον στηλίδιον καινὸν παρὰ Κωνσταντίνου κατασκευασθὲν ὑπὸ ἡλίου φερόμενον, Τύχη πόλεως, εἰς τὸ στόμα εἰσῄει καὶ στεφανωθὲν ἐξῄει. ἐτίθετο δὲ ἐν τῷ σενάτῳ ἕως τῶν ἐπιόντων γενεθλίων τῆς πόλεως. διότι δὲ ἐπὶ τῆς κεφαλῆς αὐτοῦ σταυρὸν ἐχάραξε Κωνσταντῖνος, Ἰουλιανὸς αὐτὸ βοθύνῳ κατέχωσε. στῆλαι ἐν τῷ Μιλίῳ· ζήτει ἄγαλμα ἕτερον ἐν τῷ βασιλική. | ] |
| omicron | 763 | [ | Οὐαλεντινιανός, βασιλεὺς Ῥωμαίων. οὗτος διὰ τῆς μητρὸς Ἰουστίνης παρετράπη τῆς ὀρθῆς πίστεως καὶ ἐξεβλήθη τῆς βασιλείας. καὶ ἐλθὼν πρὸς Θεοδόσιον ἐπαιδεύθη τὴν ὀρθὴν πίστιν· ἔλεγε γὰρ αὐτῷ ὁ Θεοδόσιος τὴν βασιλικὴν παράταξιν ἑστάναι οὐ δι’ ὅπλων, ἀλλ’ ἐξ ἀγαθῶν προφάσεων. καί, οἶδα, φησίν, Οὐαλεντινιανέ, παρὰ τῶν εὐσεβεστάτων βασιλέων, ἡσυχάζοντος τοῦ στρατοπέδου, τὴν νίκην κατορθωθεῖσαν καὶ τοὺς πολεμίους ὑποταγέντας ὑποτελεῖς γεγενῆσθαι τοῦ προλαβόντος κινδύνου. οὕτω καὶ ὁ Κωνσταντῖνος ὁ μέγας ἀνορθωθεὶς Λικίννιον τὸν τύραννον ἐν ναυαγίῳ διέφθειρεν, οὕτω καὶ Οὐαλεντινιανὸς ὁ σὸς πατὴρ εὐτυχέστερον τὴν βασιλείαν καὶ ἀβλαβῆ παρὰ τῶν πολεμίων ἰθύνων ἐτέλεσε, τοῦ θεοῦ ἐκδικοῦντος αὐτόν, καὶ μάχας ἀναριθμήτους καὶ νίκας ἀπίστους ἐδέξατο, πολλοὺς βαρβάρους διαφόρως ἀνελών. Οὐάλης δὲ ὁ θεῖος ὁ σὸς τὸν θεὸν διασπαράττων ἐμίανε τὴν ἐκκλησίαν ὁ βέβηλος διὰ τῆς σφαγῆς τῶν ἁγίων καὶ ἐξορίας τῶν ἱερέων. ὃς τῇ τοῦ θεοῦ βουλήσει ὑπὸ τῶν Γότθων πολιορκηθεὶς ἐκαύθη. ὀρθῶς τὸν Χριστὸν σέβει ὁ ἀδίκως σε ἐκβαλών. ἡ σὴ ἀπιστία Μαξίμῳ εὐχέρειαν συνήνεγκεν. εἰ τὸν Χριστὸν βλάπτομεν, τίνα παρακαλέσομεν μαχόμενοι; ταῦτα καὶ πλείω τούτων νουθετήσας Θεοδόσιος Οὐαλεντινιανὸν εἰς τὴν ὀρθὴν πίστιν μετήγαγεν. | ] |
| phi | 614 | [ | Φόρος· ὁ τόπος, τὸ πωλητήριον. ὅτι κάτωθεν τοῦ φόρου κεχωσμένοι ὑπάρχουσι δύο σταυροὶ τῶν δύο λῃστῶν καὶ βηκίον μύρου, ὃ ἠλείψατο ὁ Χριστός, καὶ πολλὰ ἕτερα σημειοφορικά, τεθέντα μὲν παρὰ Κωνσταντίνου τοῦ μεγάλου, ἀσφαλισθέντα δὲ ὑπὸ τοῦ μεγάλου Θεοδοσίου. Φορὸς δὲ ὀξυτόνως, ὁ ἐπιτήδειος ἄνεμος. τοῖς ἐναντίοις ὁρῶν φορὸν ἄνεμον καὶ λαμπρὸν καταπνέοντα, σφίσι δὲ δυσχερῆ, πρὸς ἀντίον ἄνεμον κοίλης καὶ τραχείας ὑπαρχούσης τῆς θαλάσσης, διηπόρει, τί δεῖ χρῆσθαι τοῖς παροῦσι. | ] |
| pi | 265 | [ | Πάππος, Ἀλεξανδρεύς, φιλόσοφος, γεγονὼς κατὰ τὸν πρεσβύτερον Θεοδόσιον τὸν βασιλέα, ὅτε καὶ Θέων ὁ φιλόσοφος ἤκμαζεν, ὁ γράψας εἰς τὸν Πτολεμαίου [+] Κανόνα. βιβλία δὲ αὐτοῦ Χωρογραφία οἰκουμενικὴ, Εἰς τὰ δʹ βιβλία τῆς Πτολεμαίου [+] μεγάλης συντάξεως ὑπόμνημα, Ποταμοὺς τοὺς ἐν Λιβύῃ, Ὀνειροκριτικά. | ] |
| pi | 1685 | [ | Πλακίλλα, γαμετὴ Θεοδοσίου τοῦ μεγάλου· ἥτις εὐσεβὴς καὶ φιλόπτωχος ἦν καὶ δι’ ἑαυτῆς τοῖς νοσοῦσι καὶ τοῖς λελωβημένοις ὑπηρέτει. πρώτη δὲ τοῦ ἀνδρὸς ἐτελεύτησεν. ἔδειξε δὲ μάλιστα τὸ περὶ αὐτὴν τοῦ βασιλέως φιλόστοργον ἡ ὀργὴ τοῦ βασιλέως, ἣν κατὰ Ἀντιοχέων ὠργίσθη, δι’ ἣν κατέαξαν σύραντες τὴν στήλην, ἀγανακτοῦντες, δι’ ὧν ἐπέθηκε τέλη δημόσια ὁ βασιλεὺς ταῖς πόλεσι προφάσει τῶν συνεχῶν πολέμων. ὅτε καὶ ὁ Χρυσόστομος τοὺς Ἀνδριάντας ἔγραψε. | ] |
| rho | 240 | [ | Ῥουφῖνος· οὗτος ἐπὶ Θεοδοσίου ἦν, βαθυγνώμων ἄνθρωπος καὶ κρυψίνους. ἦσαν δὲ οὗτός τε καὶ Στελίχων ἐπίτροποι τῶν Θεοδοσίου παίδων. ἄμφω τὰ πάντα συνήρπαζον, ἐν τῷ πλούτῳ τὸ κράτος τιθέμενοι, καὶ οὐδεὶς εἶχεν ἴδιον οὐδέν, εἰ μὴ τούτοις ἔδοξε. δίκαι τε ἅπασαι πρὸς τούτοις ἐδικάζοντο, καὶ πολὺς ἦν ὄχλος τῶν περιθεόντων, εἴ που τινὶ χωρίον ὑπάρχοι παντομιγές τε καὶ εὔκαρπον· καὶ ὁ δεσπότης εὐθὺς συνήρπαστο, κατηγορίας πεπλασμένης εὐλόγου διά τινων ὑφειμένων ἐνηδρευμένης. καὶ ὁ ἀδικούμενος ἠδικεῖτο, τοῦ ἀδικοῦντος κρίνοντος. ἐς τοῦτο δὲ ὁ Ῥουφῖνος ἐχώρησεν ἀμετροκάκου πλεονεξίας, ὥστε καὶ ἀνδράποδα δημόσια ἀπημπόλει, καὶ ὅσα δημόσια δικαστήρια Ῥουφίνῳ πάντες ἐδίκαζον. καὶ ὁ τῶν κολάκων περὶ αὐτὸν ὄχλος ἦν πολύς. οἱ δὲ κόλακες χθὲς μὲν καὶ πρώην δεδρακότες τοῦ καπηλείου καὶ τοῦ τὰ βάθρα καλλύνειν καὶ τοὔδαφος κορεῖν, ἄρτι δὲ χλαμύδας τάς τε εὐπαρύφους ἐνδεδυκότες καὶ περόναις χρυσαῖς διαπεπερονημένοι καὶ σφραγῖσι χρυσοδέτοις διεσφιγμένοι. τὰ δὲ πολλὰ κατὰ Ῥουφίνου εὕροις ἐν τῇ τοῦ Σαρδιανοῦ Εὐναπίου Χρονογραφίᾳ. ὅτι ἐπὶ Ἀρκαδίου καὶ Ὁνωρίου, τούτων ἄχρι ὀνομάτων ἐχόντων τὸ κράτος, ἡ πᾶσα ἀρχὴ καὶ δύναμις ἦν, κατὰ μὲν τὴν ἑῴαν παρὰ Ῥουφίνῳ, κατὰ δὲ τὴν ἑσπέραν ἐπὶ Στελίχωνος γνώμῃ. δίκαι τε πᾶσαι παρ’ αὐτοῖς κατ’ ἐξουσίαν ἐκρίνοντο, καὶ ἀπήει κεκρατηκὼς ὁ χρημάτων τὴν ψῆφον ὠνούμενος πολλῶν, οἰκειότητι τὴν τοῦ δικάζοντος ἐπισπώμενος εὔνοιαν. κτήματα δέ, ὅσα τοὺς κυρίους ἐν τοῖς ἁπάντων ἐποίει στόμασιν εὐδαίμονας ὀνομάζεσθαι, μετῄει πρὸς τούτους, τῶν μὲν δωρεαῖς θεραπευόντων καὶ τούτῳ τὸ συκοφαντεῖσθαι διαφευγόντων, ἑτέρων δὲ τὰ οἰκεῖα προϊεμένων ὑπὲρ τοῦ τυχεῖν ἀρχῆς ἢ ἄλλον τινα πρίασθαι τῶν πόλεων ὄλεθρον. παντὸς δὲ εἴδους πονηρίας ταῖς πόλεσιν ἐπιπολάζοντος, ὁ μὲν ἁπανταχόθεν πλοῦτος ἐς τὴν Ῥουφίνου καὶ Στελίχωνος οἰκίαν ἐσέρρει, ἡ δὲ πενία κατὰ πάντα τόπον ἐπενέμετο τὰς τῶν πάλαι πλουτούντων οἰκίας. ᾐσθάνοντο δὲ τῶν γινομένων οἱ βασιλεῖς οὐδενός, ἀλλ’ ἔγραφον μόνον, ὅσα Ῥουφῖνος ἐπέταττε καὶ Στελίχων. ἐπεὶ δὲ ἄσπετος ἦν αὐτοῖς πλοῦτος συνειλεγμένος, ἤδη καὶ τὴν βασιλείαν ἑαυτῷ μνᾶσθαι ὁ Ῥουφῖνος ὠνειροπόλει. | ] |
| sigma | 117 | [ | Σάραπις· τούτου ἐν Ἀλεξανδρείᾳ καθεῖλε Θεόφιλος ὁ ἀρχιεπίσκοπος τὸ ξόανον ἐπὶ Θεοδοσίου τοῦ μεγάλου. τοῦτο δὲ οἱ μὲν Δία ἔφασαν εἶναι, οἱ δὲ τὸν Νεῖλον διὰ τὸ μόδιον ἔχειν ἐν τῇ κεφαλῇ καὶ τὸν πῆχυν, ἤγουν τὸ τοῦ ὕδατος μέτρον, ἄλλοι δὲ τὸν Ἰωσήφ, ἕτεροι δὲ Ἄπιν τινὰ γεγονέναι ἄνθρωπον εὔπορον καὶ βασιλέα ἐν Μέμφιδι πόλει τῆς Αἰγύπτου. λιμοῦ δὲ γενομένου τοῖς Ἀλεξανδρεῦσιν ἐκ τῶν ἰδίων τροφὴν παρέσχε, τετελευτηκότι δὲ αὐτῷ ναὸν ἀνέστησαν, ἐν ᾧ βοῦς ἐτρέφετο, σύμβολον φέρων τοῦ γεωργοῦ καί τινα δὲ ἔχων ἐν τῇ χροιᾷ ἐπίσημα, ὅστις ἐκ τῆς προσηγορίας αὐτοῦ καὶ αὐτὸς Ἄπις ἐκαλεῖτο. τὴν δὲ σορὸν τούτου τοῦ Ἄπιδος, ἐν ἧ τὸ σῶμα ἔκειτο αὐτοῦ, ἐν Ἀλεξανδρείᾳ μετήνεγκαν καὶ ἀπὸ τῆς σοροῦ καὶ τοῦ Ἄπιδος σύνθετον ὄνομα πεποιηκότες ἐκάλουν αὐτὸν Σόραπιν, οἱ δὲ μετὰ ταῦτα Σάραπιν. τούτου ναὸς ὑπὸ Ἀλεξάνδρου ἐκτίσθη παμμεγέθης καὶ πάνυ λαμπρός. | ] |
| sigma | 897 | [ | Περὶ Σπαδώνων ἤτοι ἀποκόπων. Σπάδων· εὐνοῦχος. ταύτην τὴν ἀκόλαστον καὶ ἀκάθαρτον γνώμην καὶ πρᾶξιν τῶν αὐθαιρέτως πασχόντων, θριαμβεύων εὖ μάλα καὶ στηλιτεύων ὁ μέγας Κύριλλος οὕτω φάσκει· ἀκολασίας γὰρ ἕνεκεν οἱ τάλανες τοῦτο δρῶσι, τὰ τῶν γυναικῶν πάσχειν ἄνδρες ὄντες βουλόμενοι. οὐδενὸς γὰρ χρησίμου χάριν τὴν φύσιν μετατιθέντες ἢ ἀσελγείας ἕνεκεν τὴν θεόπλαστον καὶ ἀνδροπρεπῆ μορφὴν διαφθείρουσιν ἑκουσίως πολλάκις, ἢ ὑπ’ ἄλλων ὑπομένειν ἀναγκαζόμενοι τοῦτο ὡς λοιμοὶ τῆς φύσεως καὶ τοῦ γένους πολέμιοι καὶ σπῖλοι πολιτείας καὶ ζωῆς ἐφύβριστοι γίνονται. δίκην μαινάδων πορνευθέντες ἀμέτρως, ἐν τοῖς αἰσχίστοις ὀρχοῦνται πάθεσι μιαρᾷ πολιτείᾳ καὶ πεφθαρμένῃ τὴν ἀθλίαν ζωὴν συγκεράσαντες, ἀμφίβολα καὶ μεμισημένα πρόσωπα περιφέροντες καὶ πρᾶγμα νενοθευμένον. ἱερῶν περιβόλων μακρὰν ἀποιχέσθωσαν. ἐπειδὴ γὰρ αἰσχίστῃ καὶ κακίστῃ γνώμῃ τὸ καλὸν καὶ θεῖον ἔργον εἰς τὸ κακὸν καὶ διαβεβλημένον δόγμα παραλλάξαντες καὶ μεταποιήσαντες καὶ τὴν πνευματικὴν εὐνουχίαν ἀπηγορευμένῃ πράξει λειτουργεῖν ἀναγκάσαντες οὐ μόνον ἄξιοι νομικῆς ψήφου λαμβάνειν τιμωρίαν, ἀλλὰ καὶ ἐξ ἀγγελικῆς καὶ ἀποστολικῆς ἀποφάσεως εἰς τὸ λεγόμενον ἐξώτερον σκότος ἄρδην ἀπελαύνεσθαι. περὶ γὰρ τῶν τοιούτων ἔφη Μωϋσῆς, θλαδίας καὶ ἀπόκοπος οὐκ εἰσελεύσονται εἰς οἶκον κυρίου. ἔστι γοῦν ἰδεῖν πεπληρωμένας οἰκίας τῶν μεγιστάνων τοιούτων τερατομόρφων προσώπων, χρυσοῦς μηνίσκους ἐπὶ τραχήλου φοροῦντας, φύσιν μὲν ἄρρενος, θηλείας δὲ ὄψιν ἔχοντας καὶ κεκλασμένως βαδίζοντας καὶ τεθρυμμένως φθεγγομένους. ὥσπερ ἑταιρίδες ἀπρεπῶς ὧδε κἀκεῖσε τὴν κεφαλὴν περισείουσι καὶ γελῶσιν ἀκρατῶς τε καὶ ἀναιδῶς, οἰστρηλασίαν πρόδηλον ὑπεμφαίνοντες. ὅθεν μετ’ ἀνδρῶν μὲν ὡς γυναῖκες μαλακῶς εὐναζόμενοι καὶ μαλακιζόμενοι φθείρονται, μετὰ γυναικῶν δέ, ὡς φύλακες ἅμα καὶ σωφροσύνης δῆθεν ἰνδάλματα, καθεύδοντες ἀναισχύντως καὶ ἀπηρυθριασμένως αἰσχροπραγοῦσι. καὶ οὗτοι μὲν οὕτως ὑπ’ ἀνδρῶν ἀνοσίων καὶ βεβήλων φθειρόμενοι καὶ μαλακιζόμενοι καταμιαίνουσι καὶ καταμιαίνονται διὰ τῆς παρὰ φύσιν ἀνοσιουργίας καὶ βδελυρίας, αὐτοὶ δὲ γυναικαρία ταλαίπωρα καὶ σεσοβημένα κατὰ τὸ εἰρημένον ἁμαρτίαις καταμολύνουσι καὶ καταβλάπτουσιν οἷα λυσσώδεις κύνες, καὶ τὸ δὴ χαλεπώτερον ἐντεῦθεν αἴτιοι γίνονται καὶ πρόξενοι τε καὶ μέτοχοι τῆς ἀπεράντου κολάσεως, οἵ τε φθείροντες καὶ οἱ φθειρόμενοι. ἀλλ’ ὢ τῆς ἀφροσύνης, ὢ τῆς ἀπάτης καὶ παραπληξίας· τούτους γὰρ ἄνθρωποι καὶ μάλιστα προὔχοντες ὡς σώφρονας παραδεχόμενοι, πιστεύουσι καὶ εἰσοικίζουσιν, οἵ γε εἰσοικιζόμενοι καὶ παρρησίας τυγχάνοντες τοὺς ὄντως δικαίως ἀρετῆς ἐπιμελουμένους σώφρονας ἄνδρας καταμικρὸν δελεάσαντες εἰς τὸ τῶν Σοδόμων αἰσχρὸν βάραθρον κατηκόντισαν ἐλεεινῶς καὶ τῷ αἰωνίῳ πυρὶ παρέπεμψαν. διὸ δὴ λοιπὸν ἀραρότως πάνυ γε τούτους καὶ νόμος καὶ λόγος εὐαγγελικὸς καὶ ἄριστος βίος καὶ εὐσεβὴς πολιτεία βδελύττεται λίαν ὡς θεομισεῖς καὶ ἀκαθάρτους. οὗτοι γὰρ τοιαύτην ἐξάγιστον ζωὴν προτιμήσαντες καὶ πυθήσαντες, ὅσον ἧκεν ἐπ’ αὐτοῖς, πόλεις μὲν ἠφάνισαν, τὸν σπερματικὸν τῆς φύσεως λόγον παραφθείροντες καὶ φθειρόμενοι, εὐανδροῦσαν δὲ ῥώμην ἀνδρὸς καὶ ἡλικίαν καὶ τὴν ἀρρενωπὴν καὶ γενναίαν ἰσχὺν δεινῶς ἐξανάλωσαν καὶ ἁπλῶς τὴν σύντονον καὶ σφριγῶσαν ἀκμὴν τῆς νεότητος λυμηνάμενοι φανερῶς ἀθλίους καὶ καταγελάστους ἐποιήσαν τοὺς ἁλόντας. οὕς γε φευκτέον προτροπάδην καὶ βδελυκτέον ἐνδίκως ὡς ψυχοκτόνους καὶ σωματοφθόρους καὶ ἐναγεῖς ὄντας καὶ τῆς φύσεως παραχαράκτας. οὐδὲν γὰρ ἀληθῶς μυσαρώτερον ἢ ἀκαθαρτότερον τῶν οὕτω πορνευομένων τε καὶ πορνευόντων. εἰώθασι γάρ, ὡς ἀκριβῶς μεμαθήκαμεν, οὐ μόνον οἱ σπάδωνες καὶ τὰ μόρια τῆς αἰσχρουργίας ποσῶς ἔχοντες ἀσελγαίνειν ἀμέτρως καὶ ἀκολασταίνειν ἀναιδῶς καὶ ἀκορέστως, ἀλλά γε καὶ οἱ τέλεον ἀπόκοποι καὶ ἐκτετμημένοι. καθάπερ οὖν καὶ οἱ ἐκ γεννητῆς ἐστερημένοι ταῦτα( φεῦ τῆς ἐσχάτης ἀτοπίας καὶ φρενοβλαβείας) διὰ χειρὸς καὶ δακτύλου φθείρειν τὰς ἀθλίας γυναῖκας καὶ τὴν ἀνοσιουργίαν οὕτως ἐμμανῶς οἱ ἀνόσιοι κατεργάζεσθαι. καὶ τοῦτο δηλῶν ὁ σοφὸς ἀριδήλως ἔφη· μακάριος εὐνοῦχος ὁ μὴ ἐργασάμενος ἐν χειρὶ ἀνόμημα, καὶ παρθένος, ἥτις οὐκ ἔγνω κοίτην ἐν παραπτώματι. εἰκότως οὖν ἄθηλοι, ἄνανδροι, ἀνδρόγυνοι, σιδηροκατάδικοι καὶ γυναικομανεῖς προσηγορεύθησαν. ἀκουέτωσαν τοίνυν οἱ καθαροὺς καὶ σώφρονας τούτους ὑποτοπάζοντες μάτην καὶ μὴ πιστευέτωσαν τῷ ψεύδει καὶ τῇ κατεσχηματισμένῃ καθαρότητι καὶ σωφροσύνῃ. ἀπὸ γὰρ ἀκαθάρτου τί καθαρισθήσεται, καὶ ἀπὸ ψεύδους, τί ἀληθεύσει; καὶ εἴθε ὁ χειροτονηθεὶς εὐνοῦχος διὰ βίου σεμνοῦ ἦν ἠγμένος, καὶ ἡμίκακον ἦν τὸ κακόν. νυνὶ δὲ γῆς ἔντερον, γαστρίδουλον, θηλυμανές, ἰταμόν, μέθυσον, πορνοκόπον, ἀργυρώνητον, ἀνελεύθερον, ἀργυρόδουλον, πρὸς αὐτῇ τῇ γενέσει σιδηροκατάδικον, ἄνανδρον, ἄθηλυ, ἐπιμανές, πολλάκις τὰ θεατρικὰ κοράσια ἐπ’ ὤμων βαστάσαν ἐν σατυρικοῖς συμποσίοις, κισσῷ τὴν κεφαλὴν ἐστεμμένον, καὶ κρατῆρα τῇ χειρὶ ἐνημμένον, ᾠνοχοηκέναι ἐν προσχήματι τοῦ μυθικοῦ Διονύσου. οὕτως σωφρονεῖ μὲν ἄμισθα διὰ σιδήρου, μαίνεται δὲ ἄκαρπα δι’ οἰκείαν αἰσχρότητα. καὶ τὸ πληθυντικὸν σπάδωνες. ὅτι ἐπὶ Εὐτροπίου τοῦ εὐνούχου, τοῦ ἐπιτρόπου Θεοδοσίου τοῦ βασιλέως, τὸ τῶν εὐνούχων ἔθνος διὰ τὴν ἐκείνου βαρύτητα καὶ δυναστείαν ἐς τοσοῦτον ἐπέδωκε καὶ παρετάθη πλήθους, ὥστε τινες ἤδη καὶ τῶν γενειάδας ἐχόντων, εὐνοῦχοι βουληθέντες καὶ Εὐτρόπιοι γενέσθαι προσελπίζοντες τῆς ψυχῆς ἀφῃρέθησαν σὺν τοῖς ὄρχεσι, τὸν Εὐτρόπιον ἀπολέσαντες. χρυσοῖ τε ἀνδριάντες ἀνίσταντο πανταχοῦ, καὶ οἰκοδομήματα διηγείρετο καὶ κατελαμπρύνετο παρ’ αὐτοῦ σεμνότερα τῆς ὅλης πόλεως. | ] |
| sigma | 1011 | [ | Σταυροί· τὰ ὀρθὰ πεπηγότα ξύλα. ὅτι ἐπὶ Θεοδοσίου τοῦ μεγάλου βασιλέως καθαιρομένων τῶν Ἑλληνικῶν ἱερῶν, εὑρέθησαν ἐν τῷ τοῦ Σαράπιδος νεῷ ἱερογλυφικὰ γράμματα, σταυρῶν ἔχοντα τύπους, ἅπερ θεασάμενοι οἱ ἐξ Ἑλλήνων χριστιανίσαντες, ἔφασαν, σημαίνειν τὸν σταυρὸν παρὰ τοῖς ἱερογλυφικὰ γινώσκουσι γράμματα ζωὴν ἐπερχομένην. | ] |
| tau | 597 | [ | Τιμάσιος· οὗτος ἐπὶ Θεοδοσίου τοῦ βασιλέως ἦν· ὃν ὁ Εὐτρόπιος ἐπιστῆσαι τοῖς πράγμασι βουλόμενος ἐκ τῆς Ἀσίας μετακαλεῖ πρὸς τὰ βασίλεια· ὁ δὲ γαῦρός τε ἀνὴρ ὢν καὶ ἀγέρωχος καὶ στρατείαις ὡμιληκὼς καὶ τοῦτο πρῶτον ἀγαθὸν ἡγούμενος τῶν ἐν ἀνθρώποις, τιμὴν καὶ δόξαν καὶ πλοῦτον ἐπικλύζοντα καὶ τὸ ἔχειν ἑαυτῷ ὅ τι βούλοιτο κεχρῆσθαι καὶ ἀδεῶς, διά τε μέθην νύκτα καὶ ἡμέραν οὐκ εἰδέναι οὔτε ἀνατέλλοντα καὶ δυόμενον καθορᾶν ἥλιον, ἴσα καὶ οὐρανοῦ εἶναι νομίσας τὴν μετάκλησιν, ἐκ τῶν ἀλύπων καὶ διακεχυμένων πρὸς ὀλιγωρίαν διατριβῶν ἀπορρήξας ἑαυτὸν καὶ κατατείνας τὴν ψυχὴν εἰς φιλοδοξίαν, βαρὺς ἀναστὰς ἐκ Παμφυλίας ἐπὶ Λυδίαν ἀνέστρεφεν, ὡς ἂν δή τις βασιλεύων, ἢ τόν γε βασιλέα καὶ τὸν εὐνοῦχον κατὰ πάρεργόν τι παιδιὰν θησόμενος, εἰ βούλοιτο. | ] |
| theta | 144 | [ | Θεοδόσιος, βασιλεὺς Ῥωμαίων, μετὰ τὴν Μαξίμου τοῦ τυράννου ἀναίρεσιν καὶ τὴν ἧτταν καὶ σφαγὴν τῶν ἐν τοῖς ἕλεσι κρυπτομένων Σκυθῶν καὶ σφαγὴν Ῥωμαίων ἐς τὴν Κωνσταντινούπολιν ἐλθὼν πολέμοις μὲν ἀπειπεῖν ἐγνώκει καὶ μάχαις, ἐπιτρέψας τὰ περὶ ταῦτα Προμώτῳ· αὐτὸς δὲ τῆς προτέρας ἀνεμιμνήσκετο διαίτης, πολυτελῆ δεῖπνα δειπνῶν καὶ πολυπραγμονῶν, ταῖς ἡδοναῖς καὶ τοῖς θεάτροις καὶ ἱπποδρομίαις ἐναβρυνόμενος. θαυμάζω δὲ τούτου τὴν ἐφ ' ἑκάτερα τοῦ βίου ῥοπήν· φύσει γὰρ ὢν ἐκμελὴς ῥᾳθυμίᾳ τε πάσῃ ἐκκείμενος, λυπηροῦ μὲν αὐτὸν οὐδενὸς ἦν δέος ἐπάγοντος ἢ ἐνοχλοῦντος, ἐνεδίδου τῇ φύσει. καθιστάμενος δὲ ἐς ἀνάγκην σαλεύειν κατά τινα καθεστῶτα προσδοκωμένην, ἀπετίθετο μὲν τὴν ῥᾳθυμίαν καὶ τῇ τρυφῇ χαίρειν εἰπὼν ἐς τὸ ἀνδρωδέστερον καὶ ἐπίπονον καὶ τληπαθὲς ἀνεχώρει. τοιοῦτος ἐξ αὐτῆς ἀποδεδειγμένος τῆς πείρας, ἐπειδὴ πάσης ἦν ἀπηλλαγμένος φροντίδος, ταῖς αὐτῷ φύσει προσούσαις ἐκμελείαις ἐδούλευε. τῶν δὲ τὰς ἀρχὰς μετιόντων κατ' ἐξαίρετον ἐν τιμῇ ἤγετο Ῥουφῖνος, Κελτὸς τὸ γένος, μάγιστρος τῶν ἐν τῇ βουλῇ τάξεων καταστάς. ὁ αὐτὸς μετὰ τὸ ἀναγορεῦσαι τὸν υἱὸν αὐτοῦ Ὁνώριον ἐν τῇ Ῥωμαίων βασιλείᾳ συνεκάλεσε τὴν γερουσίαν, τοῖς πατρίοις ἐμμένουσαν ἔθεσι καὶ οὐχ ἑλομένην ἐνεχθῆναι τοῖς περὶ τῶν θεῶν ἀποκλίνασι καταφρόνησιν, λόγους τε προσῆγε, παρακαλῶν ἀφιέναι μὲν ἣν πρότερον εἵλοντο πλάνην, ἑλέσθαι δὲ τὴν τῶν Χριστιανῶν πίστιν, ἧς ἐπαγγελία παντὸς ἁμαρτήματος καὶ πάσης ἀσεβείας ἀπαλλαγή. μηδενὸς δὲ τῇ παρακλήσει πεισθέντος μηδὲ ἑλομένου τῶν ἀφ' οὗπερ ἡ πόλις ᾠκίσθη παραδεδομένων αὐτοῖς πατρίων ἀναχωρῆσαι καὶ προτιμῆσαι τούτων τὰ Χριστιανῶν· ἐκεῖνα μὲν φυλάξαντας διακοσίοις καὶ χιλίοις σχεδὸν ἔτεσιν ἀπόρθητον τὴν πόλιν οἰκεῖν, ἕτερα δὲ ἀντὶ τούτων ἀλλαξαμένους τὸ ἐκβησόμενον ἀγνοεῖν· ὁ δὲ βαρύνεσθαι ἔλεγε τὸ δημόσιον τῇ περὶ τὰ ἱερὰ καὶ τὰς θυσίας δαπάνῃ, βούλεσθαί τε ταῦτα περιελεῖν, οὔτε τὸ πραττόμενον ἐπαινοῦντα, καὶ ἄλλως τῆς στρατιωτικῆς χρείας πλειόνων δεομένης χρημάτων. τῶν δὲ ἀπὸ τῆς γερουσίας μὴ κατὰ θεσμὸν εἰπόντων πράττεσθαι τὰ τελούμενα, μήτε δημοσίου δαπανήματος ὄντος, διὰ τοῦτο τοῦ θυηπολικοῦ θεσμοῦ λήξαντος, ἡ Ῥωμαίων ἐπικράτεια κατὰ μέρος ἠλαττώθη. ὅτι ὁ ἅγιος Θεοδόσιος, ὁ Κοινοβιάρχης, ἐπὶ Ἀναστασίου βασιλέως ἦν, τοῦ Δικόρου, τοῦ αἱρετικοῦ. | ] |
| upsilon | 169 | [ | Ὕπατοι· οἱ τὴν τῶν Ῥωμαίων πολιτείαν διοικοῦντες· ἀποσεισαμένη γὰρ τὴν δουλείαν ἡ πολιτεία μετὰ θάνατον Ταρκυνίου δύο στρατηγοῖς ἐνιαυσιαίαν ἔχουσιν ἀρχὴν τὴν ἐξουσίαν ἐπέτρεψε· τῷ μὲν ἀριθμῷ τῶν ἀνδρῶν τὸν τῆς μοναρχίας διωθουμένη φόβον, τῷ δὲ συνεσταλμένῳ τῆς ἐξουσίας μετρίους τοὺς ἐν τῇ προστασίᾳ τῶν κοινῶν ἀπεργαζομένη. ὁ γὰρ νῦν ὑπὸ πελέκεσί τε καὶ ῥάβδοις δορυφορούμενος καὶ στρατοπέδων ἐξηγούμενος, τῆς μετ’ ὀλίγον μεταβολῆς εἰς ἔννοιαν καθεστάμενος, μέτριόν τε καὶ δημοτικὸν παρεῖχεν ἑαυτὸν τοῖς ἀρχομένοις. εἰ δ’ ἄρα τις βαρέως τε καὶ ἀλαζονικῶς χρῷτο τῇ δυναστείᾳ, ῥᾳδίως οὗτος ὑπὸ θατέρου τῶν ἡγεμόνων, ἰσοπαλῆ δύναμιν ἔχοντος, γυμνοῦται τοῦ φρονήματος. τούτῳ δὴ οὖν τῷ τρόπῳ τῆς πολιτείας φυγούσης τυραννίδος βαρύτητα καὶ δημοκρατίας ἀκολασίαν, προχειρίζεται πρώτους στρατηγοὺς αὐτοκράτορας ἄνδρας δύο, κονσούλας αὐτοὺς ὀνομάσασα, οἷα δὴ προβόλους καὶ προηγόρους τινάς· οὓς Ἕλληνες μετὰ ταῦτα διὰ τὴν ὑπεροχὴν τῆς ἐξουσίας ὑπάτους προσηγορεύκασι. πρῶτος δὲ ὕπατος εὐνούχων ἀπεδείχθη ἐπὶ Ὁνωρίου καὶ Ἀρκαδίου, τῶν υἱῶν Θεοδοσίου, Εὐτρόπιος, ὁ πρόκοιτος τοῦ βασιλέως. ἐδιφροφορεῖτό τε διὰ τῆς πόλεως, οὐδὲν τῶν δεινῶν ἀπολιμπάνων, τὰς μὲν ἀρχὰς δημοσίᾳ πιπράσκων καὶ τούς τι δυναμένους συκοφαντῶν ἐξορίαις τε τοὺς μεγιστάνας ὑποβάλλων καὶ πᾶσαν ὕβριν τοῖς τῆς συγκλήτου βουλῆς ἐπάγων. ἀλλ’ οὐδὲ τῆς τῶν βαρβάρων ἀπείχετο συμμαχίας, ὡς ἂν αὐτὸς ἐλπίζων εἰς τὴν τοῦ βασιλέως μεταβαίνειν ἀξίαν. καὶ τοὺς ἐν ἐκκλησίαις πεφευγότας συλλαμβάνειν ἐθέλων νόμον προὔθηκεν, ἐπιτρέποντα καὶ τοὺς ἐκ τῶν θυσιαστηρίων ἀφέλκεσθαι. ὃς προσκρούσας τῷ βασιλεῖ καὶ καταφυγὼν εἰς τὸ θυσιαστήριον ἐκεῖθεν ἀφῃρέθη. Θεοδόσιος δὲ ὁ μικρὸς διαβληθέντα αὐτῷ Ἀντίοχον τὸν πραιπόσιτον καθεῖλε τῆς τιμῆς καὶ δημοσιεύσας αὐτὸν ἐν τοῖς ἱερεῦσι κατέταξε, διάταξιν ἐκφωνήσας, εὐνοῦχον ἐν τοῖς πατρικίοις μὴ τελεῖν. | ] |
The Catalog of the Digital Suda project is populated with forms deriving from the linguistic extraction and annotation of expressions about names of authors and works in the Greek text of the Suda (ed. Adler).
This is the first version of the Catalog, which includes all the entries of the four volumes of the Adler edition, is based on semi-automatic methods, and linked to external resources. Results are currently checked and analyzed for correction, further disambiguation, NE relation, and coreference resolution. Forthcoming versions of the catalog will allow to search Greek forms and will be enriched with data from other sources as part of the text-based Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project.
Entries of this catalog are also searchable in the unified Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project, which collects data from different ancient Greek sources.
The text of the Suda (ed. Adler) is available as part of the Digital Suda project and provided with a CTS URN retriever: