Digital Suda
Suidae Lexicon edidit Ada Adler

Works Catalog

Claudius Aelianus (Aelian) - urn:cts:greekLit:tlg0545.suda001 (On Providence)

alpha 21[ Ἀβασάνιστος: ἀγύμναστος ἢ ἀνεξέταστος, ἀδοκίμαστος. εἴρηται δὲ ἀπὸ τῆς βασάνου τῆς χρυσοχοϊκῆς λίθου, ἐν ᾗ δοκιμάζουσι τὸ χρυσίον. ἐχρήσατο δὲ Αἰλιανὸς ἐν τῷ περὶ προνοίας τῷ ἀβασάνιστος ἀντὶ τοῦ ἄνευ ὀδύνης. ]
alpha 287[ Ἀγνῶτας: μὴ ἐπιγινωσκομένους. ἀγνῶτα δέ μοι προσεκόμιζεν ἄνθρωπον, ὃς καὶ ἑαυτοῦ ἀγνὼς ἐτύγχανεν ὤν. οἱ δὲ ἄρτι τῆς γεωργίας ἀφέμενοι, ἐς κίνδυνον τοῦ πολέμου κατέστησαν, ἀγνῶτα σφίσι τὰ πρότερα ὄντα. καὶ αὖθις· φάσκουσα εἶναι μίσθωμα τὸ ἑαυτὴν παραβαλεῖν ἀνδρὶ ἀγνῶτι. φησὶν Αἰλιανὸς ἐν τῷ Περὶ προνοίας. Ἀγνὼς γὰρ ἁγνῶτος, ὁ ἄγνωστος. ]
omicron 512[ Ὀργεῶνας· Ἰσαίου λόγος ἐστὶν ὡς ὀργεῶνας. ὀργεῶνες δέ εἰσιν οἱ ἐπὶ τιμῇ θεῶν ἢ ἡρώων συνιόντες· ὀργιάζειν γάρ ἐστι τὸ θύειν καὶ τὰ νομιζόμενα ὁρᾶν· ἢ παρὰ τὸ ὀρέγειν τὼ χεῖρε· ἢ παρὰ τὰ ὄργια· ἢ διὰ τὸ ἐν ταῖς ὀργάσι καὶ τοῖς ἄλσεσι τὰ ἱερὰ δρᾶν. οἱ μέντοι ποιηταὶ ἔταττον τοὔ νομα ἁπλῶς ἐπὶ τῶν ἱερέων. μήποτε δὲ ὕστερον νενομίσθαι τὸ ἐπὶ τιμῇ τινας τῶν ἀποθανόντων συνιέναι καὶ ὀργεῶνας ὀνομάζεσθαι, ὡς ἔστι συνιδεῖν ἐκ τῶν Θεοφράστου διαθηκῶν. τῶν ἐξ Ἐλευσῖνος ὀργεώνων εἷς· φησὶν Αἰλιανὸς ἐν τῷ Περὶ προνοίας. ]
sigma 221[ Σεμνά· τὰ τίμια, καὶ σεβάσμια. κατά τι πυθόχρηστον ἧκε θεῶν κομίζων ἱερὰ ἐς τὴν μετοίκησιν σεμνὰ ἐφόδια. Αἰλιανὸς ἐν τῷ Περὶ προνοίας. ]
phi 328[ Φιλήμων. ἡ κλητικὴ ὦ Φιλῆμον. οὗτος βιώσας ἔτη αʹ καὶ ρʹ ἄπηρος ἦν τὸ σῶμα· καὶ μέντοι καὶ τὰς αἰσθήσεις πάσας ἀσινεῖς εὐμοιρίᾳ τινὶ διεσώσατο. ὁμολογοῦσι δήπου καὶ τοῦτο· πολεμούντων δὲ Ἀθηναίων καὶ Ἀντιγόνου, Πειραιεῖ διαιτώμενος ὁ Φιλήμων ὄναρ ὁρᾷ κόρας ἐξιούσας θʹ τῆς οἰκίας αὐτοῦ· ἐδόκει δὲ ἐρέσθαι αὐτάς, τί βουλόμενοι καταλείπουσιν, αὐτῶν δὲ ᾤετο ἀκοῦσαι λεγουσῶν ἔξω θυρῶν ἰέναι, μὴ γὰρ εἶναι θεμιτὸν ἀκοῦσαι αὐτάς· καὶ τὸν μὲν ὄνειρον ἐνταῦθα παύσασθαι· αὐτὸς δὲ διυπνισθεὶς τῷ παιδὶ περιηγεῖται ἅ τε εἶδε καὶ ὅσα ἤκουσε καὶ ἅτινα εἶπεν. εἶτα μέντοι ἔγραψε τὰ λοιπὰ τοῦ δράματος, ὅπερ οὖν ἔτυχε διὰ τῆς παρούσης ἄγων φροντίδος. καὶ ἐπιλυσάμενος ἡσυχῇ ἔκειτο· κ ᾆτα ὑπερέγχε. καὶ οἵ γε ἔνδον ᾤοντο καθεύδειν αὐτόν. ἐπεὶ δὲ μακρὸν τοῦτο ἦν, ἐκκαλύψαντες τεθνεῶτα ἐθεάσαντο. οὐκοῦν, ὦ Ἐπίκουρε, παρῆσαν δὲ καὶ Φιλήμονι ἐννέα Μοῦσαι, καὶ ὅτε ἔμελλε τὴν ἐπινησθεῖσάν οἱ καὶ τελευταίαν ὁδὸν ἰέναι, ᾤχοντο ἀπιοῦσαι· θεοῖς γὰρ οὐδαμῇ θεμιτὸν ὁρᾶν ἔτι νεκρούς, καὶ ἐὰν ὦσι πάνυ φίλοι, οὐδὲ ὄμμα χραίνειν θανασίμοισιν ἐκπνοαῖς. σὺ δὲ λέγεις αὐτοὺς μὴ ἡμῖν προσέχειν, ὦ μῶρε. οὕτω φησὶν Αἰλιανὸς ἐν τῷ Περὶ προνοίας. ]
psi 41[ Ψελίῳ· περιοχῇ. ὁ κύριος ἐν Ἰὼβ περὶ τοῦ δράκοντος, τουτέστι τοῦ διαβόλου· ψελίῳ δὲ τρυπήσεις τὸ χεῖλος αὐτοῦ. τὸ Ψέλιον, κόσμος τῆς χειρός. καὶ Αἰλιανὸς ἐν τῷ Περὶ προνοίας· παρ’ οὐδὲν τιθέμενος τὴν τοῦ ἱεροῦ γράμματος συμβουλήν, ὅπερ οὖν οἷα δήπου ψέλιον τῷ βασιλεῖ τῶν Αἰγυπτίων ἐκ τοῦ νόμου προσήρτητο, ἀναστέλλον τῶν ἀδικημάτων. ]

Catalog of Authors and Works

The Catalog of the Digital Suda project is populated with forms deriving from the linguistic extraction and annotation of expressions about names of authors and works in the Greek text of the Suda (ed. Adler).

This is the first version of the Catalog, which includes all the entries of the four volumes of the Adler edition, is based on semi-automatic methods, and linked to external resources. Results are currently checked and analyzed for correction, further disambiguation, NE relation, and coreference resolution. Forthcoming versions of the catalog will allow to search Greek forms and will be enriched with data from other sources as part of the text-based Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project.

Entries of this catalog are also searchable in the unified Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project, which collects data from different ancient Greek sources.

The text of the Suda (ed. Adler) is available as part of the Digital Suda project and provided with a CTS URN retriever:

Search Fields

Output Fields

 

LAGL - Linked Ancient Greek and Latin     Creative Commons License