Old Testament) - urn:cts:greekLit:tlg0527.suda001 (
Book of Job)| alpha | 1021 | [ | Ἀκρότομος: σκληρὸς, ὑψηλός. ἢ ὀξύτατος λίθος, ὁ τέμνων. καὶ Ἀκρότομος πέτρα, ἡ σκληρὰ καὶ ἄτμητος. Ἀκρότομον δὲ ὄρος, τὸ δυνατὸν, παρὰ τῷ Ἰῶβ. ἐν Αὐρασίῳ τῷ ὄρει πέτρα ἀκρότομος ἦν κρημνῶν μέσον ἀνέχουσα· ὃ δὴ πύργον οἱ πάλαι ἄνθρωποι βραχὺν κομιδῇ ποιησάμενοι καταφυγήν τινα ἰσχυρὰν καὶ ἀμήχανον τῆς τοῦ χωρίου φύσεως σφίσι ξυλλαμβανούσης ἐδείμαντο. | ] |
| delta | 1497 | [ | Δράκων, υἱιδοῦς Ἱπποκράτους, τοῦ διασήμου ἰατροῦ, ἀπὸ Θεσσαλοῦ· πατὴρ δὲ Ἱπποκράτους· οὗ πάλιν γέγονε Δράκων, ἰατρὸς καὶ αὐτός, ὃς Ῥωξάνην ἰάτρευσε, συνοικοῦσαν Ἀλεξάνδρῳ τῷ Μακεδόνι. ὅτι δράκων, τὸ θηρίον, διπλῆν ἔχει τὴν γλῶσσαν, ὁμοίως καὶ ὁ ῥήτωρ. φασὶν ὅτι δράκων, ἐὰν ἁλῷ, εἰς τὴν κεφαλὴν παιόμενος ἀποθνήσκει. ὅτι δράκων ἐν τῷ Ἰὼβ ὁ Διάβολος λέγεται. ψελίῳ δὲ τρυπήσεις τὸ χεῖλος αὐτοῦ. | ] |
| epsilon | 3333 | [ | Ἐτραχηλίασε· κατισχυρεύσατο· ἢ ἐγαυρίασεν. ἀπὸ τῶν βοῶν τῶν ἀποβαλλόντων τοῦ τραχήλου τὸν ζυγόν. Ἰώβ· ἔναντι δὲ κυρίου παντοκράτορος ἐτραχηλίασεν. | ] |
| epsilon | 3564 | [ | Εὐλόγηκεν· ἐβλασφήμησεν. ἐπὶ τοῦ Ἰώβ. εὐλογῶν εὐλογήσει. | ] |
| iota | 471 | [ | Ἰώβ, ὁ μέγας ὄντως ἐκεῖνος καὶ γενναῖος τῆς ἀληθείας ἀγωνιστής, ὁ πρῶτος ἀνοίξας τὸ γυμνικὸν ἐκεῖνο καὶ παγκόσμιον στάδιον, ὁ τὸν ἀντίπαλον πάσαις ταῖς πάλαις καταβαλών, ὁ μέχρι καὶ τῶν ὀστέων τὰς πληγὰς καὶ τοὺς μώλωπας εἰσδεξάμενος καὶ μείνας ἀήττητος, ὁ σκωλήκων πλήρης καὶ στεφανίτης· ὃν οὐδὲ θάνατος ἴσχυσε καταστρῶσαι καὶ κονίσαι τὰ ὄπισθεν, ἀλλ’ ἔτι ἕστηκεν ὥσπερ τις ἀνδριὰς ἀπερίτρεπτος ἢ καὶ ἄκμων ἀνήλατος, δι’ ὅλου τοῦ βίου καταπαλαίων καὶ καταράσσων τὸν ἀντικείμενον. οὗτος πρῶτος κατεπάτησε τὸν Διάβολον· οὗτος ἤρατο κατὰ τοῦ πονηροῦ νίκης τρόπαια, οὐ Νέμεα καὶ Ὀλύμπια Ἴσθμιά τε καὶ Πύθια καὶ ὅσα Ἑλληνικοὶ διακομπάζουσι λόγοι ἀγωνιζόμενος, ἀλλὰ πρὸ παίδων καὶ κτήσεως καὶ βοσκημάτων καὶ θεραπείας καὶ πάσης τοῦ βίου διαγωγῆς καὶ πτωμάτων οἰκίας τάφους τὰς αὐτὰς καὶ πολυάνδρια τῶν ἑαυτοῦ παίδων γεγενημένας ὁ καρτερόψυχος θεασάμενος, οὓς ἐν μιᾷ ἡμέρᾳ καὶ ὥρᾳ ἐπὶ τῆς τραπέζης εὐωχουμένους καὶ συνεσθίοντας κατέστρωσε σωρηδὸν ὁ παμμίαρος, ἐπισείσας αὐτοῖς τὸ δωμάτιον, οὐ δύο καὶ τρεῖς ἢ τέτταρας, ἀλλὰ δέκα τοὺς πάντας καὶ πάσας καταβαλών. καὶ οὐδὲ μέχρι τούτων ἡ λύσσα καὶ βασκανία ἠρκέσθη τοῦ ἀντιπάλου, ἕως αὐτὸν τὸν ἀθλητὴν γυμνὸν ἐπὶ τῆς κοπρίας ἐκκαλεσάμενος καὶ κατάστικτον ὅλον τοῖς ἕλκεσι καὶ πλήρη σκωλήκων ἀπεργασάμενος, θέαμα φρικτόν τε καὶ ξένον ὅλῃ τῇ ὑφ’ ἡλίῳ κατέστησεν, ἔτεσιν ἑπτὰ τοῖς ὀδοῦσι δαρδάπτων καὶ τῇ γλώσσῃ λικμώμενος ὅλον τὸ σῶμα τοῦ μάκαρος· μέχρις ὅτου τὴν ἧτταν ἐφ’ ἑαυτὸν ὁ παμμίαρος ἐπεσπάσατο καὶ τὴν αἰσχύνην τέλεον ἐκληρώσατο. ἔχεις τὸ λοιπὸν καὶ τούτου τοῦ φιλοσόφου τὰ ἔπαθλα. ἔχεις καὶ τούτου τὴν βίβλον πολὺ τῆς Ὁμήρου καὶ Πλάτωνος ἀηδόνος λιγυρώτερον ᾄδουσαν, οὐ μύθων καὶ παθῶν ἀλλοτρίων ὑφηγήσεις διαγορεύουσαν, ἢ τὸν θρασύτατον Ἀχιλλέα ἢ τὸν Ὀδυσσέα τὸν πολυμήχανον, ὧν αἱ σφαγαὶ τυγχάνουσι τρόπαια καὶ γυναικῶν φθοραὶ κατορθώματα, ἀλλὰ τὸν Σατανᾶν ὑπὸ γυμνοῦ τινος καὶ ἀόπλου καὶ μόνου καταρασσόμενον, καὶ φίλων συμπαθῶν δημηγορίας καὶ δάκρυα καὶ φυσιολογίαν ὅλης τῆς κτίσεως καὶ ζῴων καὶ ὀρνέων φύσεις καὶ λαμπρά τινα διηγήματα, καὶ αὐτοῦ δὲ τοῦ δράκοντος τὴν εἰκόνα τοῦ σκολιοῦ καὶ πολλὰς ἔχοντος τὰς ἑλίξεις καὶ τοὺς ὀφθαλμοὺς ὡς πῦρ ἀποστίλβοντας· καὶ τὴν εἰς ᾅδου καὶ τῶν καταχθονίων τοῦ μονογενοῦς υἱοῦ τοῦ θεοῦ συγκατάβασιν καὶ τὴν ἐξ ᾅδου καὶ τῶν νεκρῶν ἀναβίωσιν καὶ πάλιν τὸν δίκαιον στεφανίτην ἀναγορεύουσαν καὶ παῖδας καὶ κτῆσιν ὅλην πολυπλασίως λαμβάνοντα καὶ χρόνον ζωῆς διπλασιαζόμενον καὶ θυγατέρων ὀνόματα ἐξαλλάσσοντα, οὐ Λήδης ἢ τῆς Εὐρώπης καὶ Ἀντιόπης, ἃς ὁ τῶν θεῶν ὕπατος Ζεὺς διεκόρησεν, ἀλλ’ Ἡμέρας τε καὶ Κασίας καὶ Ἀμαλθείας προσωνυμίας λαμβάνουσαι καὶ τὸ κριθῆναι πασῶν γυναικῶν τῶν ὑπὸ τὸν οὐρανὸν ἐκπρεπέστεραι, καὶ τὸ δὴ μέγιστον τοῦ νικηφόρου καὶ στεφανίτου Ἰὼβ τὴν εὐγένειαν ὥσπερ τι γνώρισμα καὶ κλῆρον λαχούσας ἐξαίρετον. μόνος γὰρ οὗτος εὐγενὴς τῶν ἀφ’ ἡλίου ἀνατολῶν, ὁ κλεινὸς καὶ τριπόθητος, ὁ τοῦτο κερδάνας τῶν ἑαυτοῦ ἄθλων τὸ τελευταῖον καὶ ἔσχατον, τὸ μετὰ Χριστοῦ συναναστῆναι καὶ τὸν τῇδε κόσμον θεάσασθαι πάλιν μετὰ τοῦ σώματος, οὐ κατὰ τὸν Ἡρακλέους μῦθον καὶ τὴν Ἀδμήτου Ἄλκηστιν, ἣν ὁ καλλίνικός τε καὶ τριέσπερος ὑπὲρ τοῦ ἀνδρὸς τελευτήσασαν ἤγειρε, κἂν ἔσχατον πυρός τε καὶ γυναικὸς γέγονε παρανάλωμα, ἀλλὰ κατὰ τὴν ἄρρητον τοῦ σωτῆρος ἡμῶν δύναμιν, τοῦ τὸν ᾅδην σκυλεύσαντος καὶ τοὺς νεκροὺς ἐκ τῶν καταχθονίων ἁρπάσαντος, ὃς ἐκάθισεν ἐκ δεξιῶν τοῦ γεννήτορος μετὰ τοῦ προσλήμματος καὶ βασιλεύει πάσης ἀοράτου τε καὶ ὁρατῆς κτίσεως. | ] |
| kappa | 952 | [ | Κατεντευκτήν· κατεντυγχάνουσαν. καὶ Κατεντευκτής, κατήγορος. ἐπὶ δὲ τοῦ Ἰώβ· ἵνα τί με ἔθου κατεντευκτήν σου; οὐκ αὐτὸς κατὰ θεοῦ ἐνετύγχανε· μὴ γένοιτο. τίνι γὰρ εἶχεν ἐντυγχάνειν; ἀλλὰ λέγει, ἵνα τί δι’ ἐμὲ τὸ ὄνομά σου βλασφημεῖται; ἐδεδίει γὰρ τὴν παρὰ θεοῦ ἐγκατάλειψιν. | ] |
| kappa | 1992 | [ | Κόμη· ἐν Ἰὼβ ὁ κύριος· καὶ ἕσπερον τὸν ἀστέρα ἐπὶ κόμης αὐτοῦ ἄξεις αὐτόν. κόμην τὴν ὑπερβολὴν τῆς λάμψεως λέγει καὶ τὴν εὐπρέπειαν. | ] |
| psi | 41 | [ | Ψελίῳ· περιοχῇ. ὁ κύριος ἐν Ἰὼβ περὶ τοῦ δράκοντος, τουτέστι τοῦ διαβόλου· ψελίῳ δὲ τρυπήσεις τὸ χεῖλος αὐτοῦ. τὸ Ψέλιον, κόσμος τῆς χειρός. καὶ Αἰλιανὸς ἐν τῷ Περὶ προνοίας· παρ’ οὐδὲν τιθέμενος τὴν τοῦ ἱεροῦ γράμματος συμβουλήν, ὅπερ οὖν οἷα δήπου ψέλιον τῷ βασιλεῖ τῶν Αἰγυπτίων ἐκ τοῦ νόμου προσήρτητο, ἀναστέλλον τῶν ἀδικημάτων. | ] |
| sigma | 280 | [ | Σειρῆνας· γυναῖκάς τινας εὐφώνους γεγενῆσθαι μῦθος πρὶν Ἑλληνικός, αἵ τινες ἐν νησίῳ καθεζόμεναι οὕτως ἔτερπον τοὺς παραπλέοντας διὰ τῆς εὐφωνίας, ὥστε κατέχειν ἐκεῖ μέχρι θανάτου. εἶχον δὲ ἀπὸ μὲν τοῦ θώρακος καὶ ἄνω εἶδος στρουθῶν, τὰ δὲ κάτω γυναικῶν. οἱ μυθολόγοι Σειρῆνας φασὶ θηλυπρόσωπά τινα ὀρνίθια εἶναι, ἀπατῶντα τοὺς παραπλέοντας, ᾄσμασί τισι πορνικοῖς κηλοῦντα τὰς ἀκοὰς τῶν ἀκροωμένων. καὶ τέλος ἔχει τῆς ἡδονῆς ἡ ᾠδὴ ἕτερον μὲν οὐδὲν χρηστόν, θάνατον δὲ μόνον. ὁ δὲ ἀληθὴς λόγος τοῦτο βούλεται, εἶναι τόπους τινὰς θαλαττίους, ὄρεσί τισιν ἐστενωμένους, ἐν οἷς θλιβόμενον τὸ ῥεῖθρον λιγυράν τινα φωνὴν ἀποδίδωσιν· ἧς ἐπακούοντες οἱ παραπλέοντες ἐμπιστεύουσι τὰς ἑαυτῶν ψυχὰς τῷ ῥεύματι καὶ αὔτανδροι σὺν ταῖς ναυσὶν ἀπόλλυνται. αἱ δὲ παρὰ τῷ Ἠσαΐᾳ εἰρημέναι Σειρῆνες καὶ Ὀνοκένταυροι δαίμονές τινές εἰσιν, οὕτω χρηματιζόμενοι ἐπ’ ἐρημίᾳ πόλεως, ἥτις χόλῳ θεοῦ γίνεται. οἱ δὲ Σύροι τοὺς κύκνους φασὶν εἶναι. καὶ γὰρ οὗτοι λουσάμενοι καὶ ἀναπτάντες ἐκ τοῦ ὕδατος καὶ τοῦ ἀέρος ἡδύ τι μέλος ᾄδουσιν. ὁ οὖν Ἰὼβ λέγει, ἀδελφὸς γέγονα Σειρήνων, ἑταῖρος δὲ στρουθῶν. τουτέστιν ᾄδω τὰς ἐμαυτοῦ συμφοράς, ὥσπερ Σειρῆνες. στρουθοὺς δὲ λέγει, ὃν ἡμεῖς στρουθοκάμηλον λέγομεν, ὄρνεον μὲν ὄντα, πόδας δὲ καὶ τράχηλον ὄνου κεκτημένον. καὶ ἐν Ἐπιγράμμασι· καὶ τὸ λάλημα κεῖνο τὸ Σειρήνων γλυκύτερον. ὀνόματα Σειρήνων· Θελξιέπεια, Πεισινόη, Λιγεία· ἡ δὲ νῆσος ἣν κατῴκουν Ἀνθεμοῦσα. | ] |
| sigma | 1204 | [ | Στρίφνος· τὸ νευρῶδες κρέας τῶν βοῶν· ἔστι δὲ καὶ βοτάνη ἄβρωτος. Ἰώβ· στρίφνος ἀμάσσητος, ἀκατάποτος. | ] |
| sigma | 1332 | [ | Συκοφάντης· ὁ διάβολος· τὸν γὰρ θεὸν ἐσυκοφάντησε, φήσας κεκωλυκέναι τοῦ ξύλου τὴν μετάληψιν· καὶ κατὰ τοῦ Ἰώβ· μὴ δωρεὰν σέβεται Ἰὼβ τὸν θεόν; καὶ Συκοφαντία, ἡ ψευδὴς κατηγορία. καὶ ῥῆμα Συκοφαντῶ· αἰτιατικῇ. | ] |
| sigma | 1630 | [ | Συντέλεια· πᾶν τὸ πρὸς ζωήν. Ἰώβ· ἐπ’ αὐτοὺς ἀπώλετο συντέλεια. ἀντὶ τοῦ οὐδέποτέ τι χρηστὸν συνετέλεσαν. | ] |
The Catalog of the Digital Suda project is populated with forms deriving from the linguistic extraction and annotation of expressions about names of authors and works in the Greek text of the Suda (ed. Adler).
This is the first version of the Catalog, which includes all the entries of the four volumes of the Adler edition, is based on semi-automatic methods, and linked to external resources. Results are currently checked and analyzed for correction, further disambiguation, NE relation, and coreference resolution. Forthcoming versions of the catalog will allow to search Greek forms and will be enriched with data from other sources as part of the text-based Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project.
Entries of this catalog are also searchable in the unified Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project, which collects data from different ancient Greek sources.
The text of the Suda (ed. Adler) is available as part of the Digital Suda project and provided with a CTS URN retriever: