Digital Suda
Suidae Lexicon edidit Ada Adler

Works Catalog

Dinarchus (Dinarchus) - urn:cts:greekLit:tlg0029.suda003

delta 288[ Δεῦρο· τοῦτο τὸ ἐπίρρημά τινες ἐπὶ χρόνου τετάχθαι νομίζουσιν. οἱ δὲ ῥήτορες ἐπὶ τόπου πάντες αὐτῷ χρῶνται· ὡς Αἰσχίνης ἐν τῷ κατὰ Τιμάρχου· καὶ παρασχεῖν τῷ μὲν φεύγοντι θαρρεῖν, ὅταν αὐτὸς δεῦρο παρέλθῃ. καὶ Ἀντιφῶν ἐν τῇ Παρανόμων κατηγορίᾳ· ναυμάχους ὡς περὶ δωρεῶν μὲν εἰπεῖν κατάγειν δεῦρο. καὶ Δείναρχος ἐν τῷ κατὰ Λεωχάρους· περὶ τοῦ ταλαιπώρου Διδύμου νῦν πρὸς ὑμᾶς ἐρῶ. καί μοι δεῦρο αὐτοῦ τὸ παιδίον κάλεσον. καὶ Δημοσθένης· ἀπόκριναι γὰρ δεῦρο ἀναστάς μοι. καὶ ἄλλοι ἕτεροι. ]
alphaiota 33[ Αἰγεῖον· τὸ τοῦ Αἰγέως μαντεῖον. Δείναρχος ἐν τῷ κατὰ Πολυεύκτου. Αἰγεῖόν ἐστιν Αἰγέως ἡρῷον ἐν Ἀθήναις. ]
pi 99[ Παλιναίρετος· Δείναρχος ἐν τῇ κατὰ Πολυεύκτου ἐκφυλλοφορηθέντος ἐνδείξει. μήποτε δὲ αἱρετὸν λέγει ὁ ῥήτωρ τὸν Πολύευκτον, ἐπειδήπερ συκοφαντῶν τινας, ἔπειτα λαμβάνων δῶρα, τούτοις αὐτοῖς ἐβοήθει· ἢ ὅτι συκοφάντης ἁλοὺς ἐζημιοῦτο καὶ διὰ τοῦτο ἐκωλύετο λέγειν πρὶν ἀποτῖσαι τὴν ζημίαν, ἣν ὤφειλεν, ἔπειτα ἀποτίσας τὴν ζημίαν πάλιν ἔλεγεν. ἐκάλουν δὲ τοὺς τοιούτους παλιναιρέτους· ἀλλὰ καὶ τοὺς ἀποχειροτονηθέντας ἀρχήν τινα ἄρχειν καὶ πάλιν χειροτονηθέντας. Πίνδαρος δὲ ἐν Διθυράμβοις ἐπὶ τῶν καθαιρεθέντων οἰκοδομημάτων καὶ ἀνοικοδομηθέντων ἐχρήσατο τῇ λέξει. ]
pi 304[ Παραγγελία· παραγγελία περὶ τουτονὶ τὸν ἀγῶνα γέγονε. καὶ Αἰσχίνης δὲ τρόπον τινὰ τῇ αὐτῇ διανοίᾳ ἐχρήσατο ἐν τῷ κατὰ Κτησιφῶντος· τὴν μὲν παρασκευὴν ὁρᾶτε, ὦ ἄνδρες Ἀθηναῖοι, καὶ παράταξιν ὅση γεγένηται, καὶ τὰς κατὰ τὴν ἀγορὰν δεήσεις, αἷς κέχρηνταί τινες. Δείναρχος ἐν τῇ κατὰ Πολυεύκτου ἀποφάσει· καὶ τὰς ἰδίας παραγγελίας γεγενημένας καὶ τὰς δεήσεις. ]

Catalog of Authors and Works

The Catalog of the Digital Suda project is populated with forms deriving from the linguistic extraction and annotation of expressions about names of authors and works in the Greek text of the Suda (ed. Adler).

This is the first version of the Catalog, which includes the entries of the first, second, and third volume of the Adler edition (praefatio, alpha, beta, gamma, delta, alphaiota, zeta, eta, iota, theta, kappa, lambda, mu, nu, xi, omicron, omega, pi, rho), is based on semi-automatic methods, and linked to external resources. Results are currently checked and analyzed for correction, further disambiguation, NE relation, and coreference resolution. Forthcoming versions of the catalog will allow to search Greek forms and will be enriched with data from other sources as part of the text-based Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project.

Entries of this catalog are also searchable in the unified Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project, which collects data from different ancient Greek sources.

The text of the Suda (ed. Adler) is available as part of the Digital Suda project and provided with a CTS URN retriever:

Search Fields

Output Fields

 

LAGL - Linked Ancient Greek and Latin     Creative Commons License