Demosthenes) - urn:cts:greekLit:tlg0014.suda005 (
Against Aristogiton 1)| alpha | 2062 | [ | Ἀνασείειν: ἐκτινάσσειν, ὡς καὶ ἡμεῖς. οὐ γὰρ ἀνασείων ἠκολούθει Καλαμίδα. καὶ Ἀνασείω, ἀναπείθω ἢ πρὸς μάχην ἐρεθίζω. ὁ δὲ τοὺς Συρακουσίους ἀνασείων καὶ τὴν ἐλευθερίαν ἀποκαταστήσειν ἐπαγγειλάμενος. καὶ Ἀνασείσας, ἀπειλησάμενος. Δημοσθένης κατὰ Ἀριστογείτονος. | ] |
| alpha | 2456 | [ | Ἀνίδρυτοι: ἀστήρικτοι. Δημοσθένης ἐν τῷ κατὰ Ἀριστογείτονος ἀντὶ τοῦ ἀνεξίλαστοι. | ] |
| alpha | 3079 | [ | Ἀπεσχοίνισεν: ἀπεχώρισεν. καὶ Ἀπεσχοινισμένος, ἀπεστερημένος. Δημοσθένης ἐν τῷ κατὰ Ἀριστογείτονος ἀντὶ τοῦ ἀποκεκλειμένος. | ] |
| beta | 429 | [ | Βουλεύσεως: ἐγκλήματός ἐστιν ὄνομα, ἐπὶ δυοῖν πραγμάτοιν ταττόμενον. τὸ μὲν γάρ ἐστιν, ὅταν ἐξ ἐπιβουλῆς τίς τινι κατασκευάσῃ θάνατον, ἐάν τε ἀποθάνῃ ὁ ἐπιβουλευθείς ἐάν τε καὶ μή· τὸ δὲ ἕτερον, ὅταν τις ἐγγεγραμμένος ὡς ὀφείλων τῷ δημοσίῳ δικάζηταί τινι ὡς οὐ δικαίως αὐτὸν γεγραφότι. καὶ Ἰσαῖος μὲν ἐπὶ Παλλαδίῳ λέγει εἰσάγεσθαι τῶν δύο τὸ πρῶτον ἔγκλημα· ὡσαύτως καὶ Ἀριστοτέλης, Δείναρχος δὲ ἐν Ἀρείῳ πάγῳ. περὶ δὲ τοῦ ἑτέρου ἐγκλήματος Δημοσθένης ἐν τῷ κατὰ Ἀριστογείτονος πρώτῳ λέγει. ὁ μέντοι Ὑπερίδης ἰδίως τὸ τῆς βουλεύσεως ὄνομα ἐπὶ ἐνέδρας καὶ ἐπιβουλῆς τῆς εἰς χρήματα λαμβάνει. | ] |
| epsilon | 1197 | [ | Ἕναι· ἀρχαὶ αἱ παρῳχημέναι. Δημοσθένης κατὰ Ἀριστογείτονος [+]. | ] |
| epsilon | 1294 | [ | Ἔνη· παρεῖναι δ’ εἰς ἔνην. οἷον εἰς τρίτην. μηδ’ ἀναβάλλεσθαι ἔστ’ αὔριον ἔστ’ ἔνηφι. τινὲς δὲ εἰς τριακάδα. Ἀττικοὶ δὲ καλοῦσιν ἔνην καὶ τὴν παλαιάν. Δημοσθένης ἐν τῷ κατ’ Ἀριστογείτονος [+]· τὰς ἔνας ἀρχὰς ταῖς νέαις ὑπεξιέναι. | ] |
| omicron | 292 | [ | Ὁμοῦ· ἐγγύς. Ἀριστοφάνης· πρὶν οὖν ὁμοῦ γενέσθαι, σιγᾶθ’ , ἵν’ αὐτῆς πυθώμεθα. καὶ Μένανδρος· ἔστι δὲ ὁμοῦ τὸ χρῆμα. παρὰ δὲ Σοφοκλεῖ ἀντὶ τῆς σύν· θεοῖς μὲν κἂν ὁ μηδὲν ὢν ὁμοῦ κράτος κατακτήσαιτ’ · ἐγὼ δὲ καὶ δίχα κείνων πέποιθα τοῦτ’ ἐπισπάσειν κλέος. καὶ Δημοσθένης τῷ ὁμοῦ ἀντὶ τοῦ ἐγγὺς κέχρηται ἐν τῷ κατὰ Ἀριστογείτονος· εἰσὶν ὁμοῦ δισμύριαι χιλιάδες Ἀθηναίων. ἔνθα γὰρ βούλεται δηλοῦν ὅτι ἐγγὺς τῶν δισμυρίων εἰσιν, ἐπεὶ ὅτι γε οὐκ ἦσαν δισμύριοι φανερόν. Ἰσαῖος δὲ τὸ ὁμοῦ ἐπὶ χρόνου ἔταξεν ἐν τῷ πρὸς Δωρόθεον· [ ἐς] τοσοῦτον πονηρίας ὁμοῦ καὶ τόλμης ἐλήλυθε. καὶ ἐν τῷ πρὸς Καλλικράτην· οὐ μὴν ἀλλὰ τούτου πάντα ὁμοῦ ταῦτα ἐπιτάξαντος. Λυσίας δὲ ἐπὶ τόπου τοῦτο ἔταξεν ἐν τῇ πρὸς Μετάνειραν ἐπιστολῇ· γυναικῶν δὲ πολλῶν καὶ ἀνδρῶν ὁμοῦ κατακειμένων. καὶ Ὅμηρος ἐπὶ τόπου· Πάτροκλος γὰρ λέγει· μὴ ἐμὰ σῶν ἀπάνευθε τιθέμεναι ὀστέ’ , Ἀχιλλεῦ, ἀλλ’ ὁμοῦ, ὡς ἐτράφην ἐν ἡμετέροισι δόμοισι. καὶ Αἰλιανός· ὁ δὲ Σύφαξ ὁμοῦ τι τῷ θανάτῳ ὢν ἀνεφθέγξατο τὰ ἐκ τῆς τραγῳδίας ἰαμβεῖα, ὡς δεδιττόμενος τὸν Μακεδόνα· ὅρα, τιθεῖσα τόνδε τὸν νόμον βροτοῖς, μὴ πῆμα σαυτῇ καὶ μετάνοιαν τιθῇς. οὐ μὴν ἔσπασέ τι ἡ μήρινθος αὐτῷ. καὶ αὖθις· μὴ ἰσχύουσα τεκεῖν ὁμοῦ τι τῷ ῥαγῆναι ἦν. ἔστι δὲ τοῦτο πολὺ παρὰ Ἀττικοῖς. ὡς καὶ Μένανδρος· ἤδη γὰρ τοῦ τίκτειν ὁμοῦ. | ] |
| phi | 105 | [ | Φαρμακός· ὄνομα κύριον. Λυσίας φησί. δύο ἄνδρας Ἀθήνησιν ἐξῆγον καθάρσια ἐσομένους τῆς πόλεως ἐν τοῖς Θαργηλίοις, ἕνα μὲν ὑπὲρ τῶν ἀνδρῶν, ἕνα δὲ ὑπὲρ τῶν γυναικῶν. ὅτι δὲ ὄνομα κύριόν ἐστιν ὁ Φαρμακός, δῆλον· ἱερὰς γὰρ φιάλας τοῦ Ἀπόλλωνος κλέψας καὶ ἁλοὺς ὑπὸ τῶν περὶ τὸν Ἀχιλλέα κατελεύσθη· καὶ τὰ τοῖς Θαργηλίοις ἀγόμενα τούτων ἀποτμήματά ἐστιν. Ἴστρος ἱστορεῖ. Δημοσθένους δὲ ἐν τῷ κατὰ Ἀριστογείτονος λέγοντος, οὗτος οὖν αὐτὸν ἐξαιρήσεται ὁ φαρμακός· Δίδυμος προπερισπᾶν ἀξιοῖ τοὔ νομα. ἀλλ’ ἡμεῖς οὐχ εὕρομεν οὕτω που τὴν χρῆσιν. Φαρμάκοντα δὲ Δημοσθένης κατὰ Στεφάνου ἔφη. ἔστι δὲ φαρμάκων ὁ ὑπὸ φαρμάκων βεβλαμμένος· ὡς καὶ Θεόφραστος ἐν ιεʹ Νόμῳ ὑποσημαίνει. | ] |
| pi | 1762 | [ | Πληρωτής· Δημοσθένης κατὰ Ἀριστογείτονος [+]. πληρωτὰς ἐκάλουν τοὺς ἀποδιδόντας τὸν ἔρανον τοῖς ἤτοι λαχοῦσιν ἢ ἐωνημένοις. εἶεν δ’ ἂν οὗτοι οἱ παρ’ ἡμῖν καλούμενοι ἐρανάρχαι. | ] |
| theta | 222 | [ | Θεωρίς· Δημοσθένης ἐν τῷ κατὰ Ἀριστογείτονος, εἰ γνήσιος. μάντις ἦν ἡ Θεωρὶς καὶ ἀσεβείας κριθεῖσα ἀπέθανεν. | ] |
The Catalog of the Digital Suda project is populated with forms deriving from the linguistic extraction and annotation of expressions about names of authors and works in the Greek text of the Suda (ed. Adler).
This is the first version of the Catalog, which includes all the entries of the four volumes of the Adler edition, is based on semi-automatic methods, and linked to external resources. Results are currently checked and analyzed for correction, further disambiguation, NE relation, and coreference resolution. Forthcoming versions of the catalog will allow to search Greek forms and will be enriched with data from other sources as part of the text-based Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project.
Entries of this catalog are also searchable in the unified Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project, which collects data from different ancient Greek sources.
The text of the Suda (ed. Adler) is available as part of the Digital Suda project and provided with a CTS URN retriever: